曲目: 以西結書 28
帖撒羅尼迦前書 · 章節
帖撒羅尼迦前書

第 5 章

1
弟兄們,論到時候、日期,不用 我 寫信給你們;Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι.But of the times and the seasons, brethren, ye have no need that I write unto you.
2
因為你們自己明明曉得,主的日子來到,好像夜間的賊一樣。Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται·For yourselves know perfectly that the day of the Lord so cometh as a thief in the night.
3
人正說「平安穩妥」的時候,災禍忽然臨到他們,如同 陣痛 臨到懷胎的婦人一樣;他們絕不能逃脫。ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.For when they shall say, Peace and safety; then sudden destruction cometh upon them, as travail upon a woman with child; and they shall not escape.
4
弟兄們,你們卻不在黑暗裏,叫那日子臨到你們像賊一樣。Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·But ye, brethren, are not in darkness, that that day should overtake you as a thief.
5
你們都是光明之子,都是白晝之子。我們不是屬黑夜的,也不是屬幽暗的。πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·Ye are all the children of light, and the children of the day: we are not of the night, nor of darkness.
6
所以我們不要睡覺像別人一樣,總要警醒謹守。ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.Therefore let us not sleep, as [do] others; but let us watch and be sober.
7
因為睡了的人是在夜間睡,醉了的人是在夜間醉。Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.For they that sleep sleep in the night; and they that be drunken are drunken in the night.
8
但我們既然屬乎白晝,就應當謹守,把信和愛當作 護胸甲 遮胸;把得救的盼望當作頭盔戴上。Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας.But let us, who are of the day, be sober, putting on the breastplate of faith and love; and for an helmet, the hope of salvation.
9
因為 神不是預定我們受 忿怒,乃是預定我們藉著我們 主耶穌 基督得救。Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,For God hath not appointed us to wrath, but to obtain salvation by our Lord Jesus Christ,
10
他替我們死,叫我們無論醒著、睡著,都與他同活。τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.Who died for us, that, whether we wake or sleep, we should live together with him.
11
所以,你們該彼此勸慰,互相 造就,正如你們素常所行的。Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.Wherefore comfort yourselves together, and edify one another, even as also ye do.
12
弟兄們,我們勸你們敬重那在你們中間勞苦的人,就是在 主裏面治理你們、勸戒你們的。Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς,And we beseech you, brethren, to know them which labour among you, and are over you in the Lord, and admonish you;
13
又因他們所作的工,用愛心格外尊重他們。你們也要彼此和睦。καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.And to esteem them very highly in love for their work's sake. [And] be at peace among yourselves.
14
我們又勸弟兄們,要警戒不守規矩的人,安慰意志薄弱 的人,扶助軟弱的人,也要向眾人忍耐。Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.Now we exhort you, brethren, warn them that are unruly, comfort the feebleminded, support the weak, be patient toward all [men].
15
總要謹慎,無論是誰都不可以惡報惡;或是彼此相待,或是待眾人,常要追求良善。Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.See that none render evil for evil unto any [man]; but ever follow that which is good, both among yourselves, and to all [men].
16
要常常喜樂。Πάντοτε χαίρετε·Rejoice evermore.
17
不住的禱告。ἀδιαλείπτως προσεύχεσθε·Pray without ceasing.
18
凡事謝恩;因為這是 神在 基督耶穌裏 為 你們所定的旨意。ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.In every thing give thanks: for this is the will of God in Christ Jesus concerning you.
19
不要將 靈熄滅。Τὸ πνεῦμα μὴ σβέννυτε·Quench not the Spirit.
20
不要藐視先知的講論。προφητείας μὴ ἐξουθενεῖτε·Despise not prophesyings.
21
凡事察驗,善美的要持守。πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε·Prove all things; hold fast that which is good.
22
各樣 顯為惡的事 要禁戒不作。ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.Abstain from all appearance of evil.
23
願 那 賜平安的 神 使你們全然成聖。我又求 神,願 你們的靈與魂與身體得蒙保守,在 我們 主耶穌 基督降臨的時候,完全無可指摘。Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.And the very God of peace sanctify you wholly; and [I pray God] your whole spirit and soul and body be preserved blameless unto the coming of our Lord Jesus Christ.
24
那召你們的本是信實的,他必成就這事。Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.Faithful [is] he that calleth you, who also will do [it].
25
請弟兄們為我們禱告。Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.Brethren, pray for us.
26
與眾弟兄務要以聖潔的親嘴問安。。Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.Greet all the brethren with an holy kiss.
27
我指著 主囑咐你們,要把這信念給眾 聖潔 弟兄聽。Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.I charge you by the Lord that this epistle be read unto all the holy brethren.
28
願 我們 主耶穌 基督的恩常與你們同在。阿們。Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν. Πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν.The grace of our Lord Jesus Christ [be] with you. Amen.