馬可福音
第 1 章
1
神的 兒子,耶穌 基督福音的起頭;Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ.The beginning of the gospel of Jesus Christ, the Son of God;
2
正如 先知書上 記著說:看哪,我要 在你面前 差遣我的使者,在你前面 為你 預備道路。Ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.As it is written in the prophets, Behold, I send my messenger before thy face, which shall prepare thy way before thee.
3
在曠野有人聲喊著說:你們當 預備 主的道,修直他的路。Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, make his paths straight.
4
照這話,約翰來了,在曠野施浸,傳悔改的浸禮,使罪得赦。Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.John did baptize in the wilderness, and preach the baptism of repentance for the remission of sins.
5
猶太全地和耶路撒冷的人都出去到約翰那裏,承認他們的罪,在約旦河裏受他的浸。Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.And there went out unto him all the land of Judaea, and they of Jerusalem, and were all baptized of him in the river of Jordan, confessing their sins.
6
約翰穿駱駝毛的衣服,腰束皮帶;吃的是蝗蟲、野蜜;Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.And John was clothed with camel's hair, and with a girdle of a skin about his loins; and he did eat locusts and wild honey;
7
又 傳道說:「有一個在我以後來的,能力比我更大,我就是彎腰給他解鞋帶也是不配的。Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.And preached, saying, There cometh one mightier than I after me, the latchet of whose shoes I am not worthy to stoop down and unloose.
8
我 誠然 是用水給你們施浸;他卻要用 聖靈給你們施浸。」Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.I indeed have baptized you with water: but he shall baptize you with the Holy Ghost.
9
當那些日子,耶穌從加利利的拿撒勒來,在約旦河裏受了約翰的浸。Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.And it came to pass in those days, that Jesus came from Nazareth of Galilee, and was baptized of John in Jordan.
10
他從水裏一上來,就看見 諸天開 了,靈 彷彿鴿子,降在他身上;Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν·And straightway coming up out of the water, he saw the heavens opened, and the Spirit like a dove descending upon him:
11
又有聲音從天上來,說:「你是我的愛 子,我所喜悅的。」καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.And there came a voice from heaven, [saying], Thou art my beloved Son, in whom I am well pleased.
12
靈 就 立刻 把耶穌催到曠野裏去。Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.And immediately the Spirit driveth him into the wilderness.
13
他在曠野四十天,在那裏 受撒但的試探;並與野獸同在一處;且有天使來伺候他。Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.And he was there in the wilderness forty days, tempted of Satan; and was with the wild beasts; and the angels ministered unto him.
14
約翰下監以後,耶穌來到加利利,傳揚 神 國 的福音,Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ,Now after that John was put in prison, Jesus came into Galilee, preaching the gospel of the kingdom of God,
15
說:「日期滿了,神的國近了。你們當悔改,信福音。」καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.And saying, The time is fulfilled, and the kingdom of God is at hand: repent ye, and believe the gospel.
16
耶穌順著加利利的海邊走,看見西門和西門的兄弟安得烈 撒網在海裏;他們本是打魚的。Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.Now as he walked by the sea of Galilee, he saw Simon and Andrew his brother casting a net into the sea: for they were fishers.
17
耶穌對他們說:「 你們 來跟從我,我要叫你們 成為以得人為得魚的。」Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.And Jesus said unto them, Come ye after me, and I will make you to become fishers of men.
18
他們就立刻 棄了自己的 網,跟從了他。Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ.And straightway they forsook their nets, and followed him.
19
耶穌 從那裏 稍往前走,又見西庇太的兒子雅各和雅各的兄弟約翰在船上補 他們的 網。Καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.And when he had gone a little further thence, he saw James the [son] of Zebedee, and John his brother, who also were in the ship mending their nets.
20
耶穌隨即 呼召 他們;他們就把父親西庇太和 雇用的僕人 留在船上,跟從耶穌去了。Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.And straightway he called them: and they left their father Zebedee in the ship with the hired servants, and went after him.
21
他們 到了迦百農;耶穌 隨即 在安息日進了會堂教訓人。Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε.And they went into Capernaum; and straightway on the sabbath day he entered into the synagogue, and taught.
22
眾人很希奇他的 道理;因為他教訓他們,正像有權柄的人,不像文士。Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.And they were astonished at his doctrine: for he taught them as one that had authority, and not as the scribes.
23
在 他們 會堂裏,有一個人被污 靈 附著;他喊叫,Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,And there was in their synagogue a man with an unclean spirit; and he cried out,
24
說:「 由著我們吧;你這拿撒勒的耶穌,我們與你有甚麼相干?你來滅我們嗎?我知道你是誰,乃是 神的 聖者。」λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.Saying, Let [us] alone; what have we to do with thee, thou Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art, the Holy One of God.
25
耶穌責備他說:「 你 不要作聲,從這人身上出來吧。」Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.And Jesus rebuked him, saying, Hold thy peace, and come out of him.
26
污靈 叫那人抽了一陣瘋,大聲喊叫,就 從他出來。Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.And when the unclean spirit had torn him, and cried with a loud voice, he came out of him.
27
眾人都驚訝,以致彼此對問說:「這是甚麼事?這是甚麼新道理?他用權柄吩咐污 靈,連污 靈 也聽從了他。」Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς αὐτούς, λέγοντας, Τί ἐστι τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;And they were all amazed, insomuch that they questioned among themselves, saying, What thing is this? what new doctrine [is] this? for with authority commandeth he even the unclean spirits, and they do obey him.
28
耶穌的名聲 隨即 傳遍了加利利的四方。Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.And immediately his fame spread abroad throughout all the region round about Galilee.
29
他們一出會堂,就同著雅各、約翰,進了西門和安得烈的家。Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.And forthwith, when they were come out of the synagogue, they entered into the house of Simon and Andrew, with James and John.
30
只是 西門的岳母正害熱病躺著,就有人告訴耶穌。Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·But Simon's wife's mother lay sick of a fever, and anon they tell him of her.
31
耶穌進前拉著她的手,扶她起來;熱病就 立時離開她,她就服事他們。καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.And he came and took her by the hand, and lifted her up; and immediately the fever left her, and she ministered unto them.
32
天晚日落的時候,有人帶著一切害病的,和被 鬼魔所 附的,來到耶穌跟前。Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·And at even, when the sun did set, they brought unto him all that were diseased, and them that were possessed with devils.
33
合城的人都聚集在門前。καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.And all the city was gathered together at the door.
34
耶穌治好了許多害各樣病的人,趕出許多 鬼魔;又 不許 鬼魔 說話,因為 鬼魔 認識他。Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.And he healed many that were sick of divers diseases, and cast out many devils; and suffered not the devils to speak, because they knew him.
35
次日早晨,天未亮的時候,耶穌 出 到曠野地方去,在那裏禱告。Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.And in the morning, rising up a great while before day, he went out, and departed into a solitary place, and there prayed.
36
西門和同伴追了他去。Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ·And Simon and they that were with him followed after him.
37
他們 遇見了 耶穌,就對他說:「眾人都找你。」καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσί σε.And when they had found him, they said unto him, All [men] seek for thee.
38
耶穌對他們說:「我們 到鄰近村莊去罷,我也好在那裏傳道;因為我是 特 為這事出來的。」Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα.And he said unto them, Let us go into the next towns, that I may preach there also: for therefore came I forth.
39
他 於是在加利利全地,進了會堂傳道,趕出鬼魔。Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.And he preached in their synagogues throughout all Galilee, and cast out devils.
40
有一個長大痲瘋的來求耶穌,向他跪下,對他 說:「你若肯,必能叫我潔淨了。」Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.And there came a leper to him, beseeching him, and kneeling down to him, and saying unto him, If thou wilt, thou canst make me clean.
41
耶穌動了慈心,就伸手摸他,對他 說:「我肯;你潔淨了吧。」Ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.And Jesus, moved with compassion, put forth [his] hand, and touched him, and saith unto him, I will; be thou clean.
42
他一說這話,大痲瘋即時離開他,他就潔淨了。Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.And as soon as he had spoken, immediately the leprosy departed from him, and he was cleansed.
43
耶穌嚴嚴的囑咐他,就打發他 去;Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν,And he straitly charged him, and forthwith sent him away;
44
對他說:「你要謹慎,甚麼話都不可告訴人。只要去把 你 身體給祭司察看,又因為你潔淨了,獻上摩西所吩咐的禮物,對眾人作證據。」καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.And saith unto him, See thou say nothing to any man: but go thy way, shew thyself to the priest, and offer for thy cleansing those things which Moses commanded, for a testimony unto them.
45
那人出去,倒說許多的話,把這件事傳揚開了,以致 耶穌以後不得再明明的進城,只好在外邊曠野地方;人從各處都就了他來。Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.But he went out, and began to publish [it] much, and to blaze abroad the matter, insomuch that Jesus could no more openly enter into the city, but was without in desert places: and they came to him from every quarter.