曲目: 以西結書 28
猶大書 · 章節
猶大書

第 1 章

1
耶穌 基督的僕人,雅各的 兄弟 猶大,寫信給 那些因 父神得以成聖、在耶穌 基督裏得蒙保守 呼召 的人;Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς·Jude, the servant of Jesus Christ, and brother of James, to them that are sanctified by God the Father, and preserved in Jesus Christ, [and] called:
2
願憐恤、平安、和愛 多多的加給你們。ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.Mercy unto you, and peace, and love, be multiplied.
3
親愛的弟兄啊,我想盡心寫信給你們,論到 所同得的救恩,就 必須 寫信勸你們,要為從前一次交付聖徒的 信仰 竭力的爭辯。Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.Beloved, when I gave all diligence to write unto you of the common salvation, it was needful for me to write unto you, and exhort [you] that ye should earnestly contend for the faith which was once delivered unto the saints.
4
因為有些人偷著進來,就是自古 以先 被定受刑罰的,是不虔誠的,將我們 神的恩變作放縱情慾的機會,並且不認獨一的 主神和我們 主耶穌 基督。Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.For there are certain men crept in unawares, who were before of old ordained to this condemnation, ungodly men, turning the grace of our God into lasciviousness, and denying the only Lord God, and our Lord Jesus Christ.
5
從前 主救了他的百姓出埃及地,後來就把那些不信的滅絕了。故此,這事你們雖曾知道,我卻仍要提醒你們。Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.I will therefore put you in remembrance, though ye once knew this, how that the Lord, having saved the people out of the land of Egypt, afterward destroyed them that believed not.
6
又有不守本位、離開自己住處的天使,主用鎖鏈把他們永遠拘留在黑暗裏,等候大日的審判。Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.And the angels which kept not their first estate, but left their own habitation, he hath reserved in everlasting chains under darkness unto the judgment of the great day.
7
又如所多瑪、蛾摩拉,並周圍照樣行淫的城邑,他們 隨從逆性的 肉體,就受永火的 報應,作為鑑戒。Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.Even as Sodom and Gomorrha, and the cities about them in like manner, giving themselves over to fornication, and going after strange flesh, are set forth for an example, suffering the vengeance of eternal fire.
8
這些作 污穢 夢的人,也像他們污穢身體,輕慢主治的,毀謗在尊位的。Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.Likewise also these [filthy] dreamers defile the flesh, despise dominion, and speak evil of dignities.
9
天使長米迦勒為摩西的屍首與魔鬼爭辯的時候,尚且不敢用毀謗的話罪責他,只說:「 主責備你吧。」Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος.Yet Michael the archangel, when contending with the devil he disputed about the body of Moses, durst not bring against him a railing accusation, but said, The Lord rebuke thee.
10
但這些人毀謗他們所不知道的;他們本性所知道的事 卻 與那沒有靈性的畜類一樣,在 那些 事上竟敗壞了自己。Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται.But these speak evil of those things which they know not: but what they know naturally, as brute beasts, in those things they corrupt themselves.
11
他們有禍了。因為 他們 走了該隱的道路,又為利 隨從 巴蘭的錯謬 奔走貪求,並在可拉的 爭辯 中滅亡了。Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.Woe unto them! for they have gone in the way of Cain, and ran greedily after the error of Balaam for reward, and perished in the gainsaying of Core.
12
這樣的人在你們的愛席上與你們同吃的時候,正是 玷污,他們餵養自己,無所懼怕。他們 是沒有雨的雲彩,被風飄蕩;是 果子枯乾、沒有果子的樹,死而又死,連根被拔出來;Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων περιφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·These are spots in your feasts of charity, when they feast with you, feeding themselves without fear: clouds [they are] without water, carried about of winds; trees whose fruit withereth, without fruit, twice dead, plucked up by the roots;
13
是海裏的狂浪,湧出自己可恥的沫子來;是流蕩的星,有墨黑的幽暗 給 他們永遠存留。κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.Raging waves of the sea, foaming out their own shame; wandering stars, to whom is reserved the blackness of darkness for ever.
14
亞當的七世孫以諾,曾預言這些人說:「看哪,主帶著他 萬計聖徒 降臨,Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ,And Enoch also, the seventh from Adam, prophesied of these, saying, Behold, the Lord cometh with ten thousands of his saints,
15
要在眾人身上行審判,要駁倒 那一切不敬虔的人,不敬虔地 所 干犯 一切不敬虔的事,又 駁倒 不敬虔之罪人所說頂撞他的 一切 剛愎話。」ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐξελέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.To execute judgment upon all, and to convince all that are ungodly among them of all their ungodly deeds which they have ungodly committed, and of all their hard [speeches] which ungodly sinners have spoken against him.
16
這些人是私下議論,常發怨言的,隨從自己的情慾而行;口中說誇大的話,為得利益奉承人。Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.These are murmurers, complainers, walking after their own lusts; and their mouth speaketh great swelling [words], having men's persons in admiration because of advantage.
17
親愛的弟兄啊,你們 卻 要記念我們 主耶穌 基督之使徒從前所說的話;Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·But, beloved, remember ye the words which were spoken before of the apostles of our Lord Jesus Christ;
18
他們曾對你們說過,末 時 必有好譏誚的人 要 隨從自己不敬虔的私慾而行。ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.How that they told you there should be mockers in the last time, who should walk after their own ungodly lusts.
19
這就是那些 離教結黨、屬乎情慾、沒有 靈 的人。Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ἑαυτούς, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.These be they who separate themselves, sensual, having not the Spirit.
20
親愛的弟兄啊,你們卻要在至聖的 信仰 上造就自己,在 聖靈裏禱告,Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,But ye, beloved, building up yourselves on your most holy faith, praying in the Holy Ghost,
21
保守自己常在 神的愛中,仰望我們 主耶穌 基督的憐憫,直到永生。ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.Keep yourselves in the love of God, looking for the mercy of our Lord Jesus Christ unto eternal life.
22
有些人你們要憐憫他們,分別出來;Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι·And of some have compassion, making a difference:
23
其餘的人 你們要存畏懼的心搭救,將他們從火裏救拔出來,連那 被肉體玷污 的衣服也當厭惡。οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.And others save with fear, pulling [them] out of the fire; hating even the garment spotted by the flesh.
24
那能保守你們不 跌倒、叫你們無瑕無疵、歡歡喜喜站在他榮耀之前 的,Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,Now unto him that is able to keep you from falling, and to present [you] faultless before the presence of his glory with exceeding joy,
25
願榮耀,威嚴,能力,權柄,歸與 獨一全智的 神我們的 救主,從今時 直到永永遠遠。阿們。μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.To the only wise God our Saviour, [be] glory and majesty, dominion and power, both now and ever. Amen.