羅馬書
第 1 章
1
耶穌 基督的僕人保羅,奉召為使徒,特派傳 神的福音。Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ,Paul, a servant of Jesus Christ, called [to be] an apostle, separated unto the gospel of God,
2
(這福音是 神從前藉眾先知在聖經上所應許的,)ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις,(Which he had promised afore by his prophets in the holy scriptures,)
3
論到他 兒子,我們的 主耶穌 基督。按肉體說,是從大衛後裔生的。περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα,Concerning his Son Jesus Christ our Lord, which was made of the seed of David according to the flesh;
4
按 聖潔 的靈說,因從死裏復活,以大能顯明是 神的 兒子。τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,And declared [to be] the Son of God with power, according to the spirit of holiness, by the resurrection from the dead:
5
我們從他受了 恩典 並使徒的職分,在列國之中叫人為他的名 順服所信的道;δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,By whom we have received grace and apostleship, for obedience to the faith among all nations, for his name:
6
其中也有你們這 蒙耶穌 基督所召的人。ἐν οἷς ἐστὲ καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ·Among whom are ye also the called of Jesus Christ:
7
我寫信給 凡 在羅馬、為 神所愛、奉召作聖徒的眾人。願 恩典、平安從我們的 父神並 主耶穌 基督歸與你們。πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.To all that be in Rome, beloved of God, called [to be] saints: Grace to you and peace from God our Father, and the Lord Jesus Christ.
8
第一,我靠著耶穌 基督,為你們眾人感謝我的 神,因你們 所信的 傳遍了 世界。Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.First, I thank my God through Jesus Christ for you all, that your faith is spoken of throughout the whole world.
9
我在他 兒子福音上,用心靈所事奉的 神,可以見證我 常在我禱告中 不住的提到你們;Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι,For God is my witness, whom I serve with my spirit in the gospel of his Son, that without ceasing I make mention of you always in my prayers;
10
祈求之間,或者照 神的旨意,終能得平坦的道路往你們那裏去。πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.Making request, if by any means now at length I might have a prosperous journey by the will of God to come unto you.
11
因為我切切的想見你們,要把些屬靈的恩賜分給你們,使你們可以堅固。Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,For I long to see you, that I may impart unto you some spiritual gift, to the end ye may be established;
12
這樣,我在你們中間,因你與我彼此的信心,就可以同得安慰。τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.That is, that I may be comforted together with you by the mutual faith both of you and me.
13
弟兄們,我不願意你們不知道,我屢次定意往你們那裏去,要在你們中間得些果子,如同在其餘的外邦人中一樣;(只是到如今仍有阻隔。)Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς — καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο — ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.Now I would not have you ignorant, brethren, that oftentimes I purposed to come unto you, (but was let hitherto,) that I might have some fruit among you also, even as among other Gentiles.
14
無論是希臘人、化外人、聰明人、愚拙人,我都欠他們的債,Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·I am debtor both to the Greeks, and to the Barbarians; both to the wise, and to the unwise.
15
所以情願盡我的力量,將福音也傳給你們在羅馬的人。οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.So, as much as in me is, I am ready to preach the gospel to you that are at Rome also.
16
我不以 基督的 福音為恥。這福音本是 神的大能,要救一切相信的,先是猶太人,後是希臘人。Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.For I am not ashamed of the gospel of Christ: for it is the power of God unto salvation to every one that believeth; to the Jew first, and also to the Greek.
17
因為 神的義正在這福音上顯明出來;這義是本於信,以致於信。如經上所記:「義人必因信得生。」Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.For therein is the righteousness of God revealed from faith to faith: as it is written, The just shall live by faith.
18
原來,神的忿怒從天上顯明在一切不虔不義的人身上,就是那些行不義阻擋真理的人。Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men, who hold the truth in unrighteousness;
19
神的事情,人所能知道的,原顯明在人心裏,因為 神已經給他們顯明。διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε.Because that which may be known of God is manifest in them; for God hath shewed [it] unto them.
20
自從造天地以來,神的永能和 神本性 是明明可知的,雖是眼不能見,但藉著所造之物就可以曉得,叫人無可推諉。Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·For the invisible things of him from the creation of the world are clearly seen, being understood by the things that are made, [even] his eternal power and Godhead; so that they are without excuse:
21
因為,他們雖然知道 神,卻不當作 神榮耀他,也不感謝他。他們的思念變為虛妄,無知的心就昏暗了。διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.Because that, when they knew God, they glorified [him] not as God, neither were thankful; but became vain in their imaginations, and their foolish heart was darkened.
22
自稱為聰明,反成了愚拙,Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,Professing themselves to be wise, they became fools,
23
將不能朽壞之 神的榮耀變為 所作的像,彷彿必朽壞的人和飛禽、走獸、爬物 的樣式。καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.And changed the glory of the uncorruptible God into an image made like to corruptible man, and to birds, and fourfooted beasts, and creeping things.
24
所以,神任憑他們逞著心裏的情慾行污穢的事,以致彼此玷辱自己的身體。Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς·Wherefore God also gave them up to uncleanness through the lusts of their own hearts, to dishonour their own bodies between themselves:
25
他們將 神的 真理變為 虛謊,去敬拜事奉受造之物,不敬奉 那 創造主,他 乃是可稱頌的,直到永遠。阿們。οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.Who changed the truth of God into a lie, and worshipped and served the creature more than the Creator, who is blessed for ever. Amen.
26
因此,神任憑他們放縱可羞恥的情慾。他們的女人把順性的用處變為逆性的用處;Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν·For this cause God gave them up unto vile affections: for even their women did change the natural use into that which is against nature:
27
男人也是如此,棄了女人順性的用處,慾火攻心,彼此貪戀,男和男行可羞恥的事,就在自己身上受這妄為當得的報應。ὁμοίως τε καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.And likewise also the men, leaving the natural use of the woman, burned in their lust one toward another; men with men working that which is unseemly, and receiving in themselves that recompence of their error which was meet.
28
他們既然故意不認識 神,神就任憑他們存邪僻的心,行那些不合理的事;Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,And even as they did not like to retain God in [their] knowledge, God gave them over to a reprobate mind, to do those things which are not convenient;
29
裝滿了各樣不義、姦淫、邪惡、貪婪、惡毒。滿心是嫉妒、兇殺、爭論、詭詐、毒恨;又是 竊竊私語的。πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς,Being filled with all unrighteousness, fornication, wickedness, covetousness, maliciousness; full of envy, murder, debate, deceit, malignity; whisperers,
30
背後中傷人的、怨恨 神的、侮慢人的、狂傲的、自誇的、捏造惡事的、違背父母的。καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,Backbiters, haters of God, despiteful, proud, boasters, inventors of evil things, disobedient to parents,
31
無知的,背約的,無親情的,不解怨的,不憐憫人的。ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·Without understanding, covenantbreakers, without natural affection, implacable, unmerciful:
32
他們雖知道 神判定 犯 這樣事的人是當死的,然而他們不但自己去行,還喜歡別人去行。οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.Who knowing the judgment of God, that they which commit such things are worthy of death, not only do the same, but have pleasure in them that do them.