腓立比書
第 1 章
1
耶穌 基督 的僕人保羅和提摩太寫信給凡住腓立比、在 基督耶穌裏的眾聖徒,和諸位監督,諸位執事。Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις·Paul and Timotheus, the servants of Jesus Christ, to all the saints in Christ Jesus which are at Philippi, with the bishops and deacons:
2
願 恩典、平安從 神我們的 父並 主耶穌 基督歸與你們。χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.Grace [be] unto you, and peace, from God our Father, and [from] the Lord Jesus Christ.
3
我每逢想念你們,就感謝我的 神;Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,I thank my God upon every remembrance of you,
4
每逢為你們眾人祈求的時候,常是歡歡喜喜的祈求。πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,Always in every prayer of mine for you all making request with joy,
5
因為從第一天直到如今,你們是 與福音有分的。ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·For your fellowship in the gospel from the first day until now;
6
我深信那在你們心裏動了善工的,必成全這工,直到耶穌 基督的日子。πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ·Being confident of this very thing, that he which hath begun a good work in you will perform [it] until the day of Jesus Christ:
7
我為你們眾人有這樣的意念,原是應當的;因你們常在我心裏,無論我是在捆鎖之中,是辯明證實福音的時候,你們都與我一同得恩。καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.Even as it is meet for me to think this of you all, because I have you in my heart; inasmuch as both in my bonds, and in the defence and confirmation of the gospel, ye all are partakers of my grace.
8
我體會 耶穌 基督 的心腸,切切的想念你們眾人;這是 神可以給我作見證的。Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.For God is my record, how greatly I long after you all in the bowels of Jesus Christ.
9
我所禱告的,就是要你們的愛心,在知識和各樣 判斷 上,多而又多。Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,And this I pray, that your love may abound yet more and more in knowledge and [in] all judgment;
10
使你們能 喜愛那美好的事;叫你們作真誠 無過的人,直到 基督的日子;εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,That ye may approve things that are excellent; that ye may be sincere and without offence till the day of Christ;
11
並靠著耶穌 基督結滿了 公義 的果子,叫榮耀稱讚歸與 神。πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.Being filled with the fruits of righteousness, which are by Jesus Christ, unto the glory and praise of God.
12
弟兄們,我願意你們知道,我所遭遇的事更是叫福音興旺,Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν·But I would ye should understand, brethren, that the things [which happened] unto me have fallen out rather unto the furtherance of the gospel;
13
以致我受的捆鎖在 全御營 和其餘的 地方 中,已經顯明是為 基督的緣故。ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι,So that my bonds in Christ are manifest in all the palace, and in all other [places];
14
並且那在 主裏的弟兄 許多 因我受的捆鎖就篤信不疑,越發放膽傳 道,無所懼怕。καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.And many of the brethren in the Lord, waxing confident by my bonds, are much more bold to speak the word without fear.
15
有的傳 基督 固然 是出於嫉妒紛爭,也有的是出於好意。Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·Some indeed preach Christ even of envy and strife; and some also of good will:
16
這一等傳 基督是出於結黨,並不真誠,意思要加增我捆鎖的苦楚。οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·The one preach Christ of contention, not sincerely, supposing to add affliction to my bonds:
17
那一等是出於愛心,知道我是為辯明福音設立的。οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.But the other of love, knowing that I am set for the defence of the gospel.
18
這有何妨呢?或是假意,或是真心,無論怎樣,基督究竟被傳開了。為此,我就歡喜,並且還要歡喜;Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.What then? notwithstanding, every way, whether in pretence, or in truth, Christ is preached; and I therein do rejoice, yea, and will rejoice.
19
因為我知道,這事藉著你們的祈禱和耶穌 基督之 靈 的 補助,終必叫我得救。Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,For I know that this shall turn to my salvation through your prayer, and the supply of the Spirit of Jesus Christ,
20
照著我所切慕、所盼望的,沒有一事叫我羞愧。只要 照常 凡事放膽,無論是生是死,總叫 基督 在我身上顯大。κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.According to my earnest expectation and [my] hope, that in nothing I shall be ashamed, but [that] with all boldness, as always, [so] now also Christ shall be magnified in my body, whether [it be] by life, or by death.
21
因我活著就是 基督,我死了就有益處。Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.For to me to live [is] Christ, and to die [is] gain.
22
但我在肉身活著,若成就我 勞碌 的果子,我就不知道該挑選甚麼。Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω.But if I live in the flesh, this [is] the fruit of my labour: yet what I shall choose I wot not.
23
我正在兩難之間,情願離世與 基督同在,這原是好得多 的。Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον·For I am in a strait betwixt two, having a desire to depart, and to be with Christ; which is far better:
24
然而,我在肉身活著,為你們更是要緊的。τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς.Nevertheless to abide in the flesh [is] more needful for you.
25
我既然這樣深信,就知道仍要住在世間,且與你們眾人同住,使你們在所信的道上又長進又喜樂,Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,And having this confidence, I know that I shall abide and continue with you all for your furtherance and joy of faith;
26
叫你們在 耶穌 基督 裏的歡樂,因我再到你們那裏去,就越發加增。ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.That your rejoicing may be more abundant in Jesus Christ for me by my coming to you again.
27
只要你們 行事 與 基督的福音相稱,叫我或來見你們,或不在你們那裏,可以聽見你們的景況,知道你們 同有一個心靈與志向,站立得穩,為所信的福音齊心努力。Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,Only let your conversation be as it becometh the gospel of Christ: that whether I come and see you, or else be absent, I may hear of your affairs, that ye stand fast in one spirit, with one mind striving together for the faith of the gospel;
28
凡事不怕敵人的驚嚇,這是證明他們沉淪,你們得救都是出於 神。καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ·And in nothing terrified by your adversaries: which is to them an evident token of perdition, but to you of salvation, and that of God.
29
因為你們蒙恩,不但得以信服 基督,並要為他受苦。ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν·For unto you it is given in the behalf of Christ, not only to believe on him, but also to suffer for his sake;
30
你們的爭戰,就與你們在我身上從前所看見、現在所聽見的一樣。τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον ἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί.Having the same conflict which ye saw in me, and now hear [to be] in me.