提摩太後書
第 4 章
1
因此,我在 神面前,並在 主耶穌 基督─就是到他國度顯現的時候,那審判活人死人的面前囑咐你:Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,I charge [thee] therefore before God, and the Lord Jesus Christ, who shall judge the quick and the dead at his appearing and his kingdom;
2
務要傳道;無論得時不得時,總要 切切預備;用百般的忍耐,各樣的教訓,責備人、警戒人、勸勉人。κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.Preach the word; be instant in season, out of season; reprove, rebuke, exhort with all longsuffering and doctrine.
3
因為時候要到,人必厭煩純正的道理,耳朵發癢,就隨從自己的情慾,增添好些 教師,Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·For the time will come when they will not endure sound doctrine; but after their own lusts shall they heap to themselves teachers, having itching ears;
4
並且掩耳不聽 真理,偏向荒渺的言語。καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.And they shall turn away [their] ears from the truth, and shall be turned unto fables.
5
你卻要凡事謹慎,忍受苦難,作傳道的 工作,盡你的職分。Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.But watch thou in all things, endure afflictions, do the work of an evangelist, make full proof of thy ministry.
6
我現在 預備好 被澆奠,我離世的時候 近了。Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.For I am now ready to be offered, and the time of my departure is at hand.
7
那美好的仗我已經打過了,當跑的路我已經跑盡了,所信的道我已經守住了。Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·I have fought a good fight, I have finished [my] course, I have kept the faith:
8
從此以後,有公義的冠冕為我存留,就是按著公義審判的 主到了那日要賜給我的;不但賜給我,也賜給凡愛慕他顯現的人。λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.Henceforth there is laid up for me a crown of righteousness, which the Lord, the righteous judge, shall give me at that day: and not to me only, but unto all them also that love his appearing.
9
你要趕緊的到我這裏來。Σπούδασον ἐλθεῖν πρός με ταχέως·Do thy diligence to come shortly unto me:
10
因為底馬貪愛 這 現今的世界,就 離棄了 我,離開 往帖撒羅尼迦去了;革勒士往加拉太去,提多往撻馬太去,Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν.For Demas hath forsaken me, having loved this present world, and is departed unto Thessalonica; Crescens to Galatia, Titus unto Dalmatia.
11
獨有路加在我這裏。你來的時候,要把馬可帶來,因為他在 傳道的事 上於我有益處。Λουκᾶς ἐστὶ μόνος μετ᾿ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.Only Luke is with me. Take Mark, and bring him with thee: for he is profitable to me for the ministry.
12
我已經打發推基古往以弗所去。Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.And Tychicus have I sent to Ephesus.
13
我在特羅亞留於加布的那件外衣,你來的時候可以帶來,那些書也要帶來,更要緊的是那些 羊皮卷。Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.The cloke that I left at Troas with Carpus, when thou comest, bring [with thee], and the books, [but] especially the parchments.
14
銅匠亞歷山大多多的害我;主必照他所行的報應他。Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·Alexander the coppersmith did me much evil: the Lord reward him according to his works:
15
你也要防備他,因為他極力敵擋了我們的話。ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.Of whom be thou ware also; for he hath greatly withstood our words.
16
我初次申訴,沒有人前來幫助,竟都離棄我;但願 神使 這罪不歸與他們。Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.At my first answer no man stood with me, but all [men] forsook me: [I pray God] that it may not be laid to their charge.
17
唯有 主站在我旁邊,加給我力量,使福音被我盡都傳明,叫外邦人都聽見;我也從獅子口裏被救出來。Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.Notwithstanding the Lord stood with me, and strengthened me; that by me the preaching might be fully known, and [that] all the Gentiles might hear: and I was delivered out of the mouth of the lion.
18
主必救我脫離諸般的兇惡,也必 保守 我進他的天國。願榮耀歸給他,直到永永遠遠。阿們。Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.And the Lord shall deliver me from every evil work, and will preserve [me] unto his heavenly kingdom: to whom [be] glory for ever and ever. Amen.
19
問百基拉、亞居拉,和阿尼色弗一家的人安。Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.Salute Prisca and Aquila, and the household of Onesiphorus.
20
以拉都在哥林多住下了。特羅非摩病了,我就留他在米利都。Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.Erastus abode at Corinth: but Trophimus have I left at Miletum sick.
21
你要趕緊在冬天以前到我這裏來。有友布羅、布田、利奴、革老底亞,和眾弟兄都問你安。Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.Do thy diligence to come before winter. Eubulus greeteth thee, and Pudens, and Linus, and Claudia, and all the brethren.
22
願 主 耶穌 基督 與你的靈同在。願 恩典 常與你們同在。阿們。Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν. Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.The Lord Jesus Christ [be] with thy spirit. Grace [be] with you. Amen.