使徒行傳
第 2 章
1
五旬節到了,門徒都 同心地 在一處。Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.And when the day of Pentecost was fully come, they were all with one accord in one place.
2
忽然,從天上有響聲下來,好像一陣大風吹過,充滿了他們所坐的屋子,Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.And suddenly there came a sound from heaven as of a rushing mighty wind, and it filled all the house where they were sitting.
3
又有舌頭如火燄顯現出來,分開落在他們各人頭上。Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν.And there appeared unto them cloven tongues like as of fire, and it sat upon each of them.
4
他們就都被 聖靈充滿,按著 靈 所賜的口才說起別國的話來。Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.And they were all filled with the Holy Ghost, and began to speak with other tongues, as the Spirit gave them utterance.
5
那時,有虔誠的猶太人從天下各國來,住在耶路撒冷。Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.And there were dwelling at Jerusalem Jews, devout men, out of every nation under heaven.
6
這聲音一響,眾人都來聚集,各人 因為 聽見門徒用眾人的鄉談說話,就甚納悶。Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.Now when this was noised abroad, the multitude came together, and were confounded, because that every man heard them speak in his own language.
7
都驚訝希奇,彼此對 說:「看哪,這說話的不都是加利利人麼?Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους, Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;And they were all amazed and marvelled, saying one to another, Behold, are not all these which speak Galilaeans?
8
我們各人,怎麼聽見他們說我們生來所用的鄉談呢?Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;And how hear we every man in our own tongue, wherein we were born?
9
我們帕提亞人、瑪代人、以攔人,和住在 美索不達米亞、猶太、加帕多家、本都、亞細亞、Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,Parthians, and Medes, and Elamites, and the dwellers in Mesopotamia, and in Judaea, and Cappadocia, in Pontus, and Asia,
10
弗呂家、旁非利亞、埃及的人,並靠近古利奈的利比亞一帶地方的人,從羅馬來的客旅中,或是猶太人,或是進猶太教的人,Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,Phrygia, and Pamphylia, in Egypt, and in the parts of Libya about Cyrene, and strangers of Rome, Jews and proselytes,
11
克里特和阿拉伯人,都聽見他們用我們的鄉談,講說 神的大作為。」Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.Cretes and Arabians, we do hear them speak in our tongues the wonderful works of God.
12
眾人就都驚訝猜疑,彼此說:「這是甚麼意思呢?」Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί ἂν θέλοι τοῦτο εἶναι;And they were all amazed, and were in doubt, saying one to another, What meaneth this?
13
還有人譏誚說:「他們無非是新酒灌滿了。」Ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.Others mocking said, These men are full of new wine.
14
彼得和十一個使徒站起,他 高聲 對他們 說:「猶太人和一切住在耶路撒冷的人哪,這件事你們當知道,也當側耳聽我的話。Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.But Peter, standing up with the eleven, lifted up his voice, and said unto them, Ye men of Judaea, and all [ye] that dwell at Jerusalem, be this known unto you, and hearken to my words:
15
你們想這些人是醉了;其實不是醉了,因為時候剛到巳初。Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·For these are not drunken, as ye suppose, seeing it is [but] the third hour of the day.
16
這正是先知約珥所說的:ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,But this is that which was spoken by the prophet Joel;
17
神說:『在末後的日子,我要將我的 靈 澆灌凡有血氣的。你們的兒女要說預言;你們的少年人要見異象;老年人要作異夢。Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·And it shall come to pass in the last days, saith God, I will pour out of my Spirit upon all flesh: and your sons and your daughters shall prophesy, and your young men shall see visions, and your old men shall dream dreams:
18
在那些日子,我要將我的 靈 澆灌我的僕人和使女,他們就要說預言。καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.And on my servants and on my handmaidens I will pour out in those days of my Spirit; and they shall prophesy:
19
在天上、我要顯出奇事;在地下、我要顯出神蹟;有血,有火,有煙霧。Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·And I will shew wonders in heaven above, and signs in the earth beneath; blood, and fire, and vapour of smoke:
20
日頭要變為黑暗,月亮要變為血;這都在 主大而明顯的日子未到以前。ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·The sun shall be turned into darkness, and the moon into blood, before that great and notable day of the Lord come:
21
到那時候,凡求告 主名的,就必得救。』」καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.And it shall come to pass, [that] whosoever shall call on the name of the Lord shall be saved.
22
「以色列人哪,請 你們 聽我的話,神藉著 蒙 神悅納、拿撒勒的 耶穌在你們中間施行異能、奇事、神跡,將他證明出來,這 也 是你們自己知道的。Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,Ye men of Israel, hear these words; Jesus of Nazareth, a man approved of God among you by miracles and wonders and signs, which God did by him in the midst of you, as ye yourselves also know:
23
他既按著 神的定旨先見被交與人,你們就 捉拿 他,並藉著 惡人 的手,把他釘在十字架上,殺了。τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε·Him, being delivered by the determinate counsel and foreknowledge of God, ye have taken, and by wicked hands have crucified and slain:
24
神卻將死的痛苦解釋了,叫他復活,因為他原不能被死拘禁。ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.Whom God hath raised up, having loosed the pains of death: because it was not possible that he should be holden of it.
25
大衛指著他說:『我看見 主常在我眼前;他在我右邊,叫我不至於搖動。Δαβὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ·For David speaketh concerning him, I foresaw the Lord always before my face, for he is on my right hand, that I should not be moved:
26
所以,我心裏歡喜,我的 舌頭 快樂;並且我的肉身要安居在 盼望 中。διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι·Therefore did my heart rejoice, and my tongue was glad; moreover also my flesh shall rest in hope:
27
因你必不將我的 元魂 撇在 地獄,也不叫你的 聖者見朽壞。ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.Because thou wilt not leave my soul in hell, neither wilt thou suffer thine Holy One to see corruption.
28
你已將生命的道路指示我,必叫我因 見你的面 得著滿足的快樂。』」Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.Thou hast made known to me the ways of life; thou shalt make me full of joy with thy countenance.
29
「 諸位弟兄 們。先祖大衛的事,我可以明明的對你們說;他死了,也葬埋了,並且他的墳墓直到今日還在我們這裏。Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.Men [and] brethren, let me freely speak unto you of the patriarch David, that he is both dead and buried, and his sepulchre is with us unto this day.
30
大衛既是先知,又曉得 神曾向他起誓,要從他的後裔中,按著肉身,要興起 基督 坐在他的寶座上;Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,Therefore being a prophet, and knowing that God had sworn with an oath to him, that of the fruit of his loins, according to the flesh, he would raise up Christ to sit on his throne;
31
他 預先看明這事,講論 基督復活,說他的 元魂 不撇在 地獄,他的肉身也不見朽壞。προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾍδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.He seeing this before spake of the resurrection of Christ, that his soul was not left in hell, neither his flesh did see corruption.
32
這耶穌,神已經叫他復活了,我們都為這事作見證。Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.This Jesus hath God raised up, whereof we all are witnesses.
33
他既 被高舉在 神的右邊,又從 父受了所應許的 聖靈,就把你們 現在 所看見所聽見的,澆灌下來。Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε.Therefore being by the right hand of God exalted, and having received of the Father the promise of the Holy Ghost, he hath shed forth this, which ye now see and hear.
34
大衛並沒有 升進諸天;但 他 自己說:『 耶和華 對我 主說:你坐在我的右邊,Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,For David is not ascended into the heavens: but he saith himself, The LORD said unto my Lord, Sit thou on my right hand,
35
等我使你仇敵作你的腳凳。』」ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Until I make thy foes thy footstool.
36
「故此,以色列全家當確實的知道,你們釘在十字架上的這位耶穌,神已經立他為 主,為 基督了。」Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.Therefore let all the house of Israel know assuredly, that God hath made that same Jesus, whom ye have crucified, both Lord and Christ.
37
眾人聽見這話,覺得扎心,就對彼得和其餘的使徒說:「 諸位弟兄 們,我們當怎樣行?」Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;Now when they heard [this], they were pricked in their heart, and said unto Peter and to the rest of the apostles, Men [and] brethren, what shall we do?
38
彼得說:「你們各人要悔改,奉耶穌 基督的名受浸,叫你們的罪得赦,就必領受所賜的 聖靈;Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος.Then Peter said unto them, Repent, and be baptized every one of you in the name of Jesus Christ for the remission of sins, and ye shall receive the gift of the Holy Ghost.
39
因為這應許是給你們和你們的兒女,並一切在遠方的人,就是 凡 主─我們 神所召來的。」Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.For the promise is unto you, and to your children, and to all that are afar off, [even] as many as the Lord our God shall call.
40
彼得還用許多話作見證,勸勉他們說:「你們當救自己脫離這彎曲的世代。」Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.And with many other words did he testify and exhort, saying, Save yourselves from this untoward generation.
41
於是 歡喜 領受他話的人就受了浸。那一天,門徒約添了三千人。Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.Then they that gladly received his word were baptized: and the same day there were added [unto them] about three thousand souls.
42
都恆心遵守使徒的 道理,彼此 相交,擘餅,祈禱。Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.And they continued stedfastly in the apostles' doctrine and fellowship, and in breaking of bread, and in prayers.
43
眾人都懼怕;使徒又行了許多奇事神蹟。Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.And fear came upon every soul: and many wonders and signs were done by the apostles.
44
信的人都在一處,凡物公用;Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά,And all that believed were together, and had all things common;
45
並且賣了田產,家業,照各人所需用的分給各人。καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε.And sold their possessions and goods, and parted them to all [men], as every man had need.
46
他們天天同心合意恆切的在殿裏,且在家中擘餅,存著歡喜、誠實的心用飯,Καθ᾿ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,And they, continuing daily with one accord in the temple, and breaking bread from house to house, did eat their meat with gladness and singleness of heart,
47
讚美 神,得 眾百姓 的喜愛。主將得救的人天天加給 教會。αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.Praising God, and having favour with all the people. And the Lord added to the church daily such as should be saved.