使徒行傳
第 26 章
1
亞基帕對保羅說:「准你為自己辯明。」於是保羅伸手分訴,說:Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,Then Agrippa said unto Paul, Thou art permitted to speak for thyself. Then Paul stretched forth the hand, and answered for himself:
2
「亞基帕王啊,猶太人所告我的一切事,今日得在你面前分訴,實為萬幸;Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον·I think myself happy, king Agrippa, because I shall answer for myself this day before thee touching all the things whereof I am accused of the Jews:
3
更可幸的,是你熟悉猶太人的規矩和他們的辯論;所以求你耐心聽我。μάλιστα γνώστην ὄντα σὲ πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου, μακροθύμως ἀκοῦσαί μου.Especially [because I know] thee to be expert in all customs and questions which are among the Jews: wherefore I beseech thee to hear me patiently.
4
我從起初在本國的民中,並在耶路撒冷,自幼為人如何,猶太人都知道。Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι,My manner of life from my youth, which was at the first among mine own nation at Jerusalem, know all the Jews;
5
他們若肯作見證就曉得,我從起初是按著我們教中最嚴緊的教門作了法利賽人。προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.Which knew me from the beginning, if they would testify, that after the most straitest sect of our religion I lived a Pharisee.
6
現在我 站立受審,是因為 盼望 神向我們祖宗所應許的;Καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,And now I stand and am judged for the hope of the promise made of God unto our fathers:
7
這應許,我們十二個支派,晝夜切切的事奉 神,都 盼望臨到。亞基帕 王啊,我被猶太人控告,就是因這 盼望。εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν Ἰουδαίων.Unto which [promise] our twelve tribes, instantly serving [God] day and night, hope to come. For which hope's sake, king Agrippa, I am accused of the Jews.
8
神叫死人復活,你們為甚麼 以為 不可信的呢?Τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;Why should it be thought a thing incredible with you, that God should raise the dead?
9
從前我自己 原 以為應當多方攻擊 拿撒勒 耶穌的名。Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·I verily thought with myself, that I ought to do many things contrary to the name of Jesus of Nazareth.
10
我在耶路撒冷也曾這樣行了。既從祭司長得了權柄,我就把許多聖徒囚在監裏。他們被殺,我也出名定案。ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.Which thing I also did in Jerusalem: and many of the saints did I shut up in prison, having received authority from the chief priests; and when they were put to death, I gave my voice against [them].
11
在各會堂,我屢次用刑強逼他們說褻瀆的話;又 向他們大發癲狂,我 追逼他們,直到外邦的城邑。」Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.And I punished them oft in every synagogue, and compelled [them] to blaspheme; and being exceedingly mad against them, I persecuted [them] even unto strange cities.
12
「那時,我領了祭司長的權柄和命令,往大馬士革去。Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων,Whereupon as I went to Damascus with authority and commission from the chief priests,
13
王啊,我在路上,正午的時候,看見從天發光,比日頭還亮,四面照著我並與我同行的人。ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.At midday, O king, I saw in the way a light from heaven, above the brightness of the sun, shining round about me and them which journeyed with me.
14
我們都仆倒在地,我就聽見有聲音用希伯來話向我說:『掃羅。掃羅。為甚麼逼迫我?你用腳踢刺是難的。』Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.And when we were all fallen to the earth, I heard a voice speaking unto me, and saying in the Hebrew tongue, Saul, Saul, why persecutest thou me? [it is] hard for thee to kick against the pricks.
15
我說:『 主啊,你是誰?』 主說:『我就是你所逼迫的耶穌。Ἐγὼ δὲ εἶπον, Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.And I said, Who art thou, Lord? And he said, I am Jesus whom thou persecutest.
16
你起來站著,我特意向你顯現,要派你作執事,作見證,將你所看見的事和我將要 顯明與 你的事證明出來;Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι,But rise, and stand upon thy feet: for I have appeared unto thee for this purpose, to make thee a minister and a witness both of these things which thou hast seen, and of those things in the which I will appear unto thee;
17
我也要救你脫離百姓和外邦人的手。我差你到他們那裏去,ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς νῦν σε ἀποστέλλω,Delivering thee from the people, and [from] the Gentiles, unto whom now I send thee,
18
要叫他們的眼睛得開,從黑暗中歸向光明,從撒但權下歸向 神,使他們 得蒙 恕 罪,和 那些因所信之道而成聖的人同得基業,,這道也在我裏面。』」ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.To open their eyes, [and] to turn [them] from darkness to light, and [from] the power of Satan unto God, that they may receive forgiveness of sins, and inheritance among them which are sanctified by faith that is in me.
19
「亞基帕王啊,我故此沒有違背那從天上來的異象;Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,Whereupon, O king Agrippa, I was not disobedient unto the heavenly vision:
20
先在大馬士革,後在耶路撒冷和猶太全地,以及外邦,勸勉他們應當悔改歸向 神,行出與悔改相稱的行為。ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.But shewed first unto them of Damascus, and at Jerusalem, and throughout all the coasts of Judaea, and [then] to the Gentiles, that they should repent and turn to God, and do works meet for repentance.
21
因此,猶太人在殿裏拿住我,想要殺我。Ἕνεκα τούτων με οἱ Ἰουδαῖοί συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.For these causes the Jews caught me in the temple, and went about to kill [me].
22
既得 蒙 神的幫助,我就存留直到今日,對著尊貴、卑賤、老幼作見證,所講的並不外乎眾先知和摩西所說將來必成的事;Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωσῆς,Having therefore obtained help of God, I continue unto this day, witnessing both to small and great, saying none other things than those which the prophets and Moses did say should come:
23
就是 基督必須受害,並且因從死裏 首先 復活,要光照 百姓和外邦人。」εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.That Christ should suffer, [and] that he should be the first that should rise from the dead, and should shew light unto the people, and to the Gentiles.
24
保羅這樣分訴,非斯都大聲說:「保羅,你癲狂了吧。你的學問太大,反叫你癲狂了。」Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.And as he thus spake for himself, Festus said with a loud voice, Paul, thou art beside thyself; much learning doth make thee mad.
25
保羅說:「非斯都大人,我不是癲狂,我說的乃是真實 清醒的 話。Ὁ δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, ἀλλ᾿ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.But he said, I am not mad, most noble Festus; but speak forth the words of truth and soberness.
26
王也曉得這些事,所以我向王放膽直言;我深信這些事沒有一件向王隱藏的,因 這事 不是 在角落之處 作的。Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.For the king knoweth of these things, before whom also I speak freely: for I am persuaded that none of these things are hidden from him; for this thing was not done in a corner.
27
亞基帕王啊,你信先知嗎?我知道你是信的。」Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.King Agrippa, believest thou the prophets? I know that thou believest.
28
亞基帕對保羅說:「 你這樣勸我,幾乎叫我作基督徒了。」Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.Then Agrippa said unto Paul, Almost thou persuadest me to be a Christian.
29
保羅說:「我向 神所求的,不但你一個人,就是今天一切聽我的,都要像我一樣,只是不要像我有這些 捆鎖。」Ὁ δὲ Παῦλος εἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σε, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.And Paul said, I would to God, that not only thou, but also all that hear me this day, were both almost, and altogether such as I am, except these bonds.
30
當他說完了話的時候,王和巡撫並百尼基與同坐的人都起來。Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς·And when he had thus spoken, the king rose up, and the governor, and Bernice, and they that sat with them:
31
退到裏面,彼此談論說:「這人並沒有犯甚麼該死該綁的罪。」καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.And when they were gone aside, they talked between themselves, saying, This man doeth nothing worthy of death or of bonds.
32
亞基帕又對非斯都說:「這人若沒有上告於凱撒,就可以釋放了。」Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.Then said Agrippa unto Festus, This man might have been set at liberty, if he had not appealed unto Caesar.