曲目: 以西結書 28
使徒行傳 · 章節
使徒行傳

第 7 章

1
大祭司就說:「這些事果然有嗎?」Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει;Then said the high priest, Are these things so?
2
司提反說:「諸位父兄請聽。當日我們的祖宗亞伯拉罕在 美索不達米亞 還未住哈蘭的時候,榮耀的 神向他顯現,Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,And he said, Men, brethren, and fathers, hearken; The God of glory appeared unto our father Abraham, when he was in Mesopotamia, before he dwelt in Charran,
3
對他說:『你要離開本地和親族,往我所要指示你的 地 去。』καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.And said unto him, Get thee out of thy country, and from thy kindred, and come into the land which I shall shew thee.
4
他就離開迦勒底人之地,住在哈蘭。他父親死了以後,神使他從那裏搬到你們現在所住之地。Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·Then came he out of the land of the Chaldaeans, and dwelt in Charran: and from thence, when his father was dead, he removed him into this land, wherein ye now dwell.
5
在這地方,神並沒有給他產業,連立足之地也沒有給他;但應許要將這地賜給他和他的後裔為業;那時他還沒有 孩子。καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.And he gave him none inheritance in it, no, not [so much as] to set his foot on: yet he promised that he would give it to him for a possession, and to his seed after him, when [as yet] he had no child.
6
神 這樣曉諭 說:『他的後裔必寄居外邦;那裏的人要叫他們作奴僕,苦待他們四百年。』Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια.And God spake on this wise, That his seed should sojourn in a strange land; and that they should bring them into bondage, and entreat [them] evil four hundred years.
7
神又說:『使他們作奴僕的那國,我要懲罰。以後他們要出來,在這地方事奉我。』Καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.And the nation to whom they shall be in bondage will I judge, said God: and after that shall they come forth, and serve me in this place.
8
神又賜他割禮的約。於是亞伯拉罕生了以撒,第八天給他行了割禮。以撒生雅各,雅各生十二個先祖。Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.And he gave him the covenant of circumcision: and so [Abraham] begat Isaac, and circumcised him the eighth day; and Isaac [begat] Jacob; and Jacob [begat] the twelve patriarchs.
9
先祖嫉妒約瑟,把他賣到埃及去;神卻與他同在,Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ,And the patriarchs, moved with envy, sold Joseph into Egypt: but God was with him,
10
救他脫離一切苦難,又使他在埃及王法老 眼 前得恩典,有智慧。法老就派他作埃及國的宰相兼管全家。καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.And delivered him out of all his afflictions, and gave him favour and wisdom in the sight of Pharaoh king of Egypt; and he made him governor over Egypt and all his house.
11
後來埃及和迦南全地遭遇饑荒,大受艱難,我們的祖宗就絕了糧。Ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.Now there came a dearth over all the land of Egypt and Chanaan, and great affliction: and our fathers found no sustenance.
12
雅各聽見在埃及有 糧穀,就打發我們的祖宗 先 往那裏去。Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον.But when Jacob heard that there was corn in Egypt, he sent out our fathers first.
13
第二次約瑟 與他 弟兄們相認;他的親族也被法老知道了。Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.And at the second [time] Joseph was made known to his brethren; and Joseph's kindred was made known unto Pharaoh.
14
約瑟就打發弟兄請父親雅各和全家七十五個人都來。Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.Then sent Joseph, and called his father Jacob to [him], and all his kindred, threescore and fifteen souls.
15
於是雅各下了埃及,後來他和我們的祖宗都死在那裏;Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν·So Jacob went down into Egypt, and died, he, and our fathers,
16
又被帶到示劍,葬於亞伯拉罕在示劍用 錢 從 示劍的父 哈抹子孫買來的墳墓裏。καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ.And were carried over into Sychem, and laid in the sepulchre that Abraham bought for a sum of money of the sons of Emmor [the father] of Sychem.
17
及至 神應許亞伯拉罕的日期將到,以色列民在埃及興盛眾多,Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,But when the time of the promise drew nigh, which God had sworn to Abraham, the people grew and multiplied in Egypt,
18
直到有不曉得約瑟的新王興起。ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.Till another king arose, which knew not Joseph.
19
他用詭計待我們的宗族,苦害我們的祖宗,叫他們丟棄嬰孩,使嬰孩不能存活。Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.The same dealt subtilly with our kindred, and evil entreated our fathers, so that they cast out their young children, to the end they might not live.
20
那時,摩西生下來,俊美非凡,在他父親家裏撫養了三個月。Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.In which time Moses was born, and was exceeding fair, and nourished up in his father's house three months:
21
他被丟棄的時候,法老的女兒拾了去,養為自己的兒子。Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.And when he was cast out, Pharaoh's daughter took him up, and nourished him for her own son.
22
摩西學了埃及人一切的學問,說話行事都有 大能。Καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.And Moses was learned in all the wisdom of the Egyptians, and was mighty in words and in deeds.
23
他 滿了 四十歲,心中起意去看望他的弟兄以色列人。Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.And when he was full forty years old, it came into his heart to visit his brethren the children of Israel.
24
到了那裏,見他們一個人受冤屈,他 就護庇他,為那受欺壓的人報仇,打死了那埃及人;Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον·And seeing one [of them] suffer wrong, he defended [him], and avenged him that was oppressed, and smote the Egyptian:
25
他以為弟兄必明白 神是藉他的手搭救他們;他們卻不明白。ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.For he supposed his brethren would have understood how that God by his hand would deliver them: but they understood not.
26
第二天,遇見兩個以色列人爭鬥,就勸他們和睦,說:『你們兩個是弟兄,為甚麼彼此欺負呢?』Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;And the next day he shewed himself unto them as they strove, and would have set them at one again, saying, Sirs, ye are brethren; why do ye wrong one to another?
27
那欺負鄰居的把他推開,說:『誰立你作我們的首領和審判官呢?Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτόν, εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς;But he that did his neighbour wrong thrust him away, saying, Who made thee a ruler and a judge over us?
28
難道你要殺我,像昨天殺那埃及人嗎?』Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;Wilt thou kill me, as thou diddest the Egyptian yesterday?
29
摩西聽見這話就逃走了,於米甸地作過客旅,在那裏生了兩個兒子。Ἔφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.Then fled Moses at this saying, and was a stranger in the land of Madian, where he begat two sons.
30
過了四十年,在西奈山的曠野,有 主的 一個天使,從荊棘火焰中,向摩西顯現。Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.And when forty years were expired, there appeared to him in the wilderness of mount Sina an angel of the Lord in a flame of fire in a bush.
31
摩西見了那異象,便覺希奇;他 正進前觀看的時候,有 主的聲音 對他 說:Ὁ δὲ Μωσῆς ἰδὼν ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν,When Moses saw [it], he wondered at the sight: and as he drew near to behold [it], the voice of the Lord came unto him,
32
『我是你列祖的 神,就是亞伯拉罕的 神,以撒的 神,雅各的 神。』摩西戰戰兢兢,不敢觀看。Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι.[Saying], I [am] the God of thy fathers, the God of Abraham, and the God of Isaac, and the God of Jacob. Then Moses trembled, and durst not behold.
33
主對他說:『把你腳上的鞋脫下來;因為你所站之地是聖地。Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.Then said the Lord to him, Put off thy shoes from thy feet: for the place where thou standest is holy ground.
34
我的百姓在埃及所受的困苦,我實在看見了,他們悲歎的聲音,我也聽見了。我下來要救他們。你來。我要差你往埃及去。』Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε εἰς Αἴγυπτον.I have seen, I have seen the affliction of my people which is in Egypt, and I have heard their groaning, and am come down to deliver them. And now come, I will send thee into Egypt.
35
這摩西,就是 被百姓所拒,說:『誰立你作我們的首領和審判官的?』 神卻藉那在荊棘中顯現之 天使 的手差派他作首領、作救贖的。Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.This Moses whom they refused, saying, Who made thee a ruler and a judge? the same did God send [to be] a ruler and a deliverer by the hand of the angel which appeared to him in the bush.
36
這人領百姓出來,在埃及 地,在紅海、在曠野,四十年間行了奇事神蹟。Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτου καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.He brought them out, after that he had shewed wonders and signs in the land of Egypt, and in the Red sea, and in the wilderness forty years.
37
那曾對以色列人說『 主─你們的 神要從你們弟兄中間,給你們興起一個先知像我』的,就是這位摩西,你們當聽他的話。Οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.This is that Moses, which said unto the children of Israel, A prophet shall the Lord your God raise up unto you of your brethren, like unto me; him shall ye hear.
38
這人曾在曠野 教會 中和西奈山上,與那對他說話的天使同在,又與我們的祖宗同在,並且領受活潑的聖言傳給我們。Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν·This is he, that was in the church in the wilderness with the angel which spake to him in the mount Sina, and [with] our fathers: who received the lively oracles to give unto us:
39
我們的祖宗不肯聽從,反棄絕他,心裏歸向埃及,ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾿ ἀπώσαντο, καὶ ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,To whom our fathers would not obey, but thrust [him] from them, and in their hearts turned back again into Egypt,
40
對亞倫說:『你且為我們造些神像,在我們前面引路;因為領我們出埃及地的 這 個摩西,我們不知道他遭了甚麼事。』εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.Saying unto Aaron, Make us gods to go before us: for [as for] this Moses, which brought us out of the land of Egypt, we wot not what is become of him.
41
在那些日子,他們造了一個牛犢,又 獻祭給那偶像,歡喜自己手中的工作。Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.And they made a calf in those days, and offered sacrifice unto the idol, and rejoiced in the works of their own hands.
42
神就轉臉不顧,任憑他們 敬拜 天上的日月星辰;正如先知書上所寫的說:『以色列家啊,你們四十年間在曠野,豈是將犧牲和 別的祭 獻給我嗎?Ἔστρεψε δὲ ὁ Θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;Then God turned, and gave them up to worship the host of heaven; as it is written in the book of the prophets, O ye house of Israel, have ye offered to me slain beasts and sacrifices [by the space of] forty years in the wilderness?
43
你們抬著摩洛的帳幕和理番神的星,就是你們所造為要敬拜的像。因此,我要把你們 擄 到巴比倫外去。Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.Yea, ye took up the tabernacle of Moloch, and the star of your god Remphan, figures which ye made to worship them: and I will carry you away beyond Babylon.
44
我們的祖宗在曠野,有 作證 的帳幕,是 神 曉諭 摩西叫他照所看見的樣式作的。Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει.Our fathers had the tabernacle of witness in the wilderness, as he had appointed, speaking unto Moses, that he should make it according to the fashion that he had seen.
45
這帳幕,又是 我們的祖宗相繼承受,當 神在他們面前趕出外邦人去的時候,他們同 耶穌 把帳幕搬進承受為業之地,直存到大衛的日子;Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαβίδ·Which also our fathers that came after brought in with Jesus into the possession of the Gentiles, whom God drave out before the face of our fathers, unto the days of David;
46
大衛在 神面前蒙恩,祈求為雅各的 神預備 帳幕。ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.Who found favour before God, and desired to find a tabernacle for the God of Jacob.
47
卻是所羅門為 神造成殿宇。Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.But Solomon built him an house.
48
其實,至高者並不住人手所造的 殿;就如先知所言:Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,Howbeit the most High dwelleth not in temples made with hands; as saith the prophet,
49
主說:『天是我的座位,地是我的腳凳;你們要為我造 甚麼 的殿宇?或 哪裏是我安息的地方呢?Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου;Heaven [is] my throne, and earth [is] my footstool: what house will ye build me? saith the Lord: or what [is] the place of my rest?
50
這一切不都是我手所造的嗎?』Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;Hath not my hand made all these things?
51
你們這硬著頸項、心與耳未受割禮的人,常時抗拒 聖靈。你們的祖宗怎樣 作了,你們也怎樣 作。Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.Ye stiffnecked and uncircumcised in heart and ears, ye do always resist the Holy Ghost: as your fathers [did], so [do] ye.
52
那一個先知不是你們祖宗逼迫呢?他們也把預先傳說那 義者要來的人殺了;如今你們又把 他 賣了,殺了。Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·Which of the prophets have not your fathers persecuted? and they have slain them which shewed before of the coming of the Just One; of whom ye have been now the betrayers and murderers:
53
你們受了天使所傳的律法,竟不遵守。」οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.Who have received the law by the disposition of angels, and have not kept [it].
54
眾人聽見 這些 話,就 心如刀剖,向司提反咬牙切齒。Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.When they heard these things, they were cut to the heart, and they gnashed on him with [their] teeth.
55
但司提反被 聖靈充滿,定睛望天,看見 神的榮耀,又看見耶穌站在 神的右邊,Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,But he, being full of the Holy Ghost, looked up stedfastly into heaven, and saw the glory of God, and Jesus standing on the right hand of God,
56
就說:「我看見 諸天 開了,人子站在 神的右邊。」καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ.And said, Behold, I see the heavens opened, and the Son of man standing on the right hand of God.
57
眾人 就 大聲喊叫,掩著耳朵,齊心 向他衝 上前去,Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν·Then they cried out with a loud voice, and stopped their ears, and ran upon him with one accord,
58
把他推到城外,用石頭打他;作見證的人把衣服放在一個少年人名叫掃羅的腳前。καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.And cast [him] out of the city, and stoned [him]: and the witnesses laid down their clothes at a young man's feet, whose name was Saul.
59
他們正用石頭打的時候,司提反 呼求 神 說:「求 主耶穌接收我的 靈。」Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.And they stoned Stephen, calling upon [God], and saying, Lord Jesus, receive my spirit.
60
他 又跪下大聲喊著說:「 主啊,不要將這罪歸於他們。」 他 說了這話,就 睡了。Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.And he kneeled down, and cried with a loud voice, Lord, lay not this sin to their charge. And when he had said this, he fell asleep.