歌羅西書
第 3 章
1
所以,你們若真與 基督一同復活,就當求在上面的事;那裏有 基督坐在 神的右邊。Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.If ye then be risen with Christ, seek those things which are above, where Christ sitteth on the right hand of God.
2
你們要 愛慕 上面的事,不要 戀慕 地上的事。Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.Set your affection on things above, not on things on the earth.
3
因為你們已經死了,你們的生命與 基督一同藏在 神裏面。Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.For ye are dead, and your life is hid with Christ in God.
4
基督是我們的生命,他顯現的時候,你們也要與他一同顯現在榮耀裏。Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.When Christ, [who is] our life, shall appear, then shall ye also appear with him in glory.
5
所以,要治死你們在地上的肢體,就如淫亂、污穢、縱 情、邪惡的色欲,和貪婪。貪婪就與拜偶像一樣。Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία,Mortify therefore your members which are upon the earth; fornication, uncleanness, inordinate affection, evil concupiscence, and covetousness, which is idolatry:
6
因這些事,神的忿怒必臨到 那叛逆之子。δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·For which things' sake the wrath of God cometh on the children of disobedience:
7
當你們在這些事中活著的時候,也曾這樣行過。ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.In the which ye also walked some time, when ye lived in them.
8
但現在你們要棄絕這一切的事,以及惱恨、忿怒、惡毒、褻瀆,並口中污穢的言語。Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·But now ye also put off all these; anger, wrath, malice, blasphemy, filthy communication out of your mouth.
9
不要彼此說謊;因你們已經脫去舊人和舊人的行為,μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,Lie not one to another, seeing that ye have put off the old man with his deeds;
10
穿上了新人。這新人在知識上漸漸更新,正如 創造 他主的形像。καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν·And have put on the new [man], which is renewed in knowledge after the image of him that created him:
11
在此並不分希臘人、猶太人,受割禮的、未受割禮的,化外人,西古提人,為奴的、自主的,唯有 基督是包括一切,又住在各人之內。ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.Where there is neither Greek nor Jew, circumcision nor uncircumcision, Barbarian, Scythian, bond [nor] free: but Christ [is] all, and in all.
12
所以,你們既是 神的選民,聖潔蒙愛的人,就要 加上 憐憫、恩慈、謙虛、溫柔、忍耐的心。Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν·Put on therefore, as the elect of God, holy and beloved, bowels of mercies, kindness, humbleness of mind, meekness, longsuffering;
13
倘若這人與那人有嫌隙,總要彼此包容,彼此饒恕;基督 怎樣饒恕了你們,你們也要怎樣饒恕人。ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·Forbearing one another, and forgiving one another, if any man have a quarrel against any: even as Christ forgave you, so also [do] ye.
14
在這一切之外,要 加上 愛心,愛心就是聯絡全德的。ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.And above all these things [put on] charity, which is the bond of perfectness.
15
又要叫 神 的平安在你們心裏作主;你們也為此蒙召,歸為一體;且要存感謝的心。Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.And let the peace of God rule in your hearts, to the which also ye are called in one body; and be ye thankful.
16
當用各樣的智慧,把 基督的教導豐豐富富的存在你們心裏,用詩章、頌詞、靈歌,彼此教導,互相勸戒,心被恩感,歌頌 主。Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.Let the word of Christ dwell in you richly in all wisdom; teaching and admonishing one another in psalms and hymns and spiritual songs, singing with grace in your hearts to the Lord.
17
無論作甚麼,或說話或行事,都要奉 主耶穌的名,靠 著他感謝 父神。Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι᾿ αὐτοῦ.And whatsoever ye do in word or deed, [do] all in the name of the Lord Jesus, giving thanks to God and the Father by him.
18
你們作妻子的,當順服自己的丈夫,這在 主裏面是相宜的。Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.Wives, submit yourselves unto your own husbands, as it is fit in the Lord.
19
你們作丈夫的,要愛你們的妻子,不可苦待她們。Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.Husbands, love [your] wives, and be not bitter against them.
20
你們作兒女的,要凡事聽從父母,因為這是 主所喜悅的。Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ.Children, obey [your] parents in all things: for this is well pleasing unto the Lord.
21
你們作父親的,不要惹兒女的氣,恐怕他們失了志氣。Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.Fathers, provoke not your children [to anger], lest they be discouraged.
22
你們作僕人的,要凡事聽從你們肉身的主人,不要只在眼前事奉,像是討人喜歡的,總要存心誠實敬畏 神。Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν·Servants, obey in all things [your] masters according to the flesh; not with eyeservice, as menpleasers; but in singleness of heart, fearing God:
23
無論作甚麼,都要從心裏作,像是給 主作的,不是給人作的,καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·And whatsoever ye do, do [it] heartily, as to the Lord, and not unto men;
24
因你們知道從主那裏必得著基業為賞賜;你們所事奉的乃是 主基督。εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε.Knowing that of the Lord ye shall receive the reward of the inheritance: for ye serve the Lord Christ.
25
那行不義的必受不義的報應;主並不偏待人。Ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστι προσωποληψία.But he that doeth wrong shall receive for the wrong which he hath done: and there is no respect of persons.