以弗所書
第 6 章
1
你們作兒女的,要在 主裏聽從父母,這是理所當然的。Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.Children, obey your parents in the Lord: for this is right.
2
要孝敬父母。(這是第一條帶應許的誡命。)Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,Honour thy father and mother; (which is the first commandment with promise;)
3
使你得福,在世長壽。ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.That it may be well with thee, and thou mayest live long on the earth.
4
你們作父親的,不要惹兒女的氣,只要照著 主的教訓和警戒養育他們。Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.And, ye fathers, provoke not your children to wrath: but bring them up in the nurture and admonition of the Lord.
5
你們作僕人的,要懼怕戰兢,用誠實的心聽從你們肉身的主人,好像聽從 基督一般。Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·Servants, be obedient to them that are [your] masters according to the flesh, with fear and trembling, in singleness of your heart, as unto Christ;
6
不要只在眼前事奉,像是討人喜歡的,要像 基督的僕人,從心裏遵行 神的旨意。μὴ κατ᾿ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,Not with eyeservice, as menpleasers; but as the servants of Christ, doing the will of God from the heart;
7
甘心事奉,好像服事 主,不像服事人。μετ᾿ εὐνοίας δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·With good will doing service, as to the Lord, and not to men:
8
因為曉得各人所行的善事,不論是為奴的,是自主的,都必按所行的得 主的賞賜。εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.Knowing that whatsoever good thing any man doeth, the same shall he receive of the Lord, whether [he be] bond or free.
9
你們作主人的,待僕人也是一理,不要威嚇他們。因為知道,你們也有一位 主 在天上;他並不偏待人。Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ᾿ αὐτῷ.And, ye masters, do the same things unto them, forbearing threatening: knowing that your Master also is in heaven; neither is there respect of persons with him.
10
我還有末了的話,我的弟兄們,你們要靠著 主,倚賴他的大能大力作剛強的人。Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.Finally, my brethren, be strong in the Lord, and in the power of his might.
11
要穿戴 神所賜的全副 盔甲,就能抵擋魔鬼的詭計。Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.Put on the whole armour of God, that ye may be able to stand against the wiles of the devil.
12
因我們並不是與 屬血肉的 摔跤,乃是與那些執政的、掌權的、管轄這幽暗世界的,以及 在高處、屬靈氣的 邪惡 摔跤。Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.For we wrestle not against flesh and blood, but against principalities, against powers, against the rulers of the darkness of this world, against spiritual wickedness in high [places].
13
所以,你們 要拿起 神所賜的全副 盔甲,好在磨難的日子抵擋仇敵,並且成就了一切,還能站立得住。Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.Wherefore take unto you the whole armour of God, that ye may be able to withstand in the evil day, and having done all, to stand.
14
所以要站穩了,用真理 作你們 帶子束腰,用公義當作 護胸甲 遮胸;Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,Stand therefore, having your loins girt about with truth, and having on the breastplate of righteousness;
15
又 預備好 平安的福音當作 鞋穿在 腳上。καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης·And your feet shod with the preparation of the gospel of peace;
16
最要緊的是,拿著 信心 當作盾牌,可以滅盡那惡者一切的火箭;ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.Above all, taking the shield of faith, wherewith ye shall be able to quench all the fiery darts of the wicked.
17
並戴上救恩的頭盔,拿著 靈 的寶劍,就是 神的道;Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ·And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God:
18
依靠著 靈,常常 多方禱告祈求;並要在此警醒不倦,為眾聖徒祈求,διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,Praying always with all prayer and supplication in the Spirit, and watching thereunto with all perseverance and supplication for all saints;
19
也為我祈求,使我得著口才,能以放膽開口講明福音的奧秘,καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθείη λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,And for me, that utterance may be given unto me, that I may open my mouth boldly, to make known the mystery of the gospel,
20
我為這福音的奧秘作了 受捆鎖 的 使臣,並使我照著當盡的本分放膽講論。ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.For which I am an ambassador in bonds: that therein I may speak boldly, as I ought to speak.
21
今有所親愛、忠心事奉 主的兄弟推基古,他要把我的事情,並我的景況如何全告訴你們,叫你們知道。Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ·But that ye also may know my affairs, [and] how I do, Tychicus, a beloved brother and faithful minister in the Lord, shall make known to you all things:
22
我特意打發他到你們那裏去,好叫你們知道我們的光景,又叫他安慰你們的心。ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.Whom I have sent unto you for the same purpose, that ye might know our affairs, and [that] he might comfort your hearts.
23
願平安、仁愛、信心從 父神和 主耶穌 基督歸與弟兄們。Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.Peace [be] to the brethren, and love with faith, from God the Father and the Lord Jesus Christ.
24
並願所有誠心愛我們 主耶穌 基督的人,都蒙 恩典。阿們。Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ.Grace [be] with all them that love our Lord Jesus Christ in sincerity. Amen.