加拉太書
第 3 章
1
無知的加拉太人哪,耶穌 基督 在你們中間 釘十字架,已經活畫在你們眼前,誰又 蠱惑 了你們,使你們不順從真理呢?Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;O foolish Galatians, who hath bewitched you, that ye should not obey the truth, before whose eyes Jesus Christ hath been evidently set forth, crucified among you?
2
我只要問你們這一件:你們受了 靈,是因行律法呢?是因聽信福音呢?Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;This only would I learn of you, Received ye the Spirit by the works of the law, or by the hearing of faith?
3
你們既靠 靈 入門,如今還靠肉身成全嗎?你們是這樣的無知嗎?Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;Are ye so foolish? having begun in the Spirit, are ye now made perfect by the flesh?
4
你們受苦如此之多,都是徒然的嗎?難道果真是徒然的嗎?Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ.Have ye suffered so many things in vain? if [it be] yet in vain.
5
那賜 靈給你們,又在你們中間行異能的,是因你們行律法呢?是因你們聽信福音呢?Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;He therefore that ministereth to you the Spirit, and worketh miracles among you, [doeth he it] by the works of the law, or by the hearing of faith?
6
正如「亞伯拉罕信 神,這就算為他的義。」Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.Even as Abraham believed God, and it was accounted to him for righteousness.
7
所以,你們要知道:那以信為本的人,就是亞伯拉罕的子孫。Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.Know ye therefore that they which are of faith, the same are the children of Abraham.
8
並且聖經既然預先看明,神要叫 異教的民 因信稱義,就早已傳福音給亞伯拉罕,說:「列國都必因你得福。」Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.And the scripture, foreseeing that God would justify the heathen through faith, preached before the gospel unto Abraham, [saying], In thee shall all nations be blessed.
9
可見那以信為本的人和有信心的亞伯拉罕一同得福。Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.So then they which be of faith are blessed with faithful Abraham.
10
凡以行律法為本的,都是被咒詛的;因為經上記著:「凡不常照律法書上所記一切之事去行的,就被咒詛。」Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.For as many as are of the works of the law are under the curse: for it is written, Cursed [is] every one that continueth not in all things which are written in the book of the law to do them.
11
沒有一個人靠著律法在 神 眼 前稱義,這是明顯的;因為經上說:「義人必因信得生。」Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται·But that no man is justified by the law in the sight of God, [it is] evident: for, The just shall live by faith.
12
律法原不本乎信,只說:「行這些事的 人,就必因此活著。」ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.And the law is not of faith: but, The man that doeth them shall live in them.
13
基督既 為我們受了咒詛,就贖出我們脫離律法的咒詛;因為經上記著:「凡掛在木頭上都是被咒詛的。」Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·Christ hath redeemed us from the curse of the law, being made a curse for us: for it is written, Cursed [is] every one that hangeth on a tree:
14
這便叫亞伯拉罕的福,因 耶穌 基督 可以臨到外邦人,使我們因信得著所應許的 靈。ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.That the blessing of Abraham might come on the Gentiles through Jesus Christ; that we might receive the promise of the Spirit through faith.
15
弟兄們,我且照著人的常話說:「雖然 只是 人的文約,若已經立定了,就沒有能廢棄或加增的。Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.Brethren, I speak after the manner of men; Though [it be] but a man's covenant, yet [if it be] confirmed, no man disannulleth, or addeth thereto.
16
所應許的原是向亞伯拉罕和他子孫說的。神並不是說「眾子孫」,指著許多人,乃是說「你那一個子孫」,指著一個人,就是 基督。Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.Now to Abraham and his seed were the promises made. He saith not, And to seeds, as of many; but as of one, And to thy seed, which is Christ.
17
我是這麼說,神在 基督裏 預先所立的約,不能被那四百三十年以後的律法廢掉,叫應許歸於虛空。Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.And this I say, [that] the covenant, that was confirmed before of God in Christ, the law, which was four hundred and thirty years after, cannot disannul, that it should make the promise of none effect.
18
因為承受產業,若本乎律法,就不本乎應許;但 神是憑著應許把產業賜給亞伯拉罕。Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ Θεός.For if the inheritance [be] of the law, [it is] no more of promise: but God gave [it] to Abraham by promise.
19
這樣說來,律法是為甚麼有的呢?原是為過犯添上的,等候那蒙應許的子孫來到,並且是藉天使經中保之手設立的。Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου.Wherefore then [serveth] the law? It was added because of transgressions, till the seed should come to whom the promise was made; [and it was] ordained by angels in the hand of a mediator.
20
但中保本不是為一面作的;神卻是一位。Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστίν.Now a mediator is not [a mediator] of one, but God is one.
21
這樣,律法是與 神的應許反對嗎?神 斷乎不是。若曾傳一個能 賜人生命 的律法,義就誠然本乎律法了。Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη.[Is] the law then against the promises of God? God forbid: for if there had been a law given which could have given life, verily righteousness should have been by the law.
22
但聖經把眾人都圈在罪裏,使所應許的福因信耶穌 基督,歸給那信的人。Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.But the scripture hath concluded all under sin, that the promise by faith of Jesus Christ might be given to them that believe.
23
但這 信 還未來以先,我們被看守在律法之下,直圈到那將來的 信 顯明出來。Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.But before faith came, we were kept under the law, shut up unto the faith which should afterwards be revealed.
24
這樣,律法是我們訓蒙的師傅,引我們到 基督那裏,使我們因信稱義。Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.Wherefore the law was our schoolmaster [to bring us] unto Christ, that we might be justified by faith.
25
但這因信得救的理既然來到,我們從此就不在師傅的手下了。Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.But after that faith is come, we are no longer under a schoolmaster.
26
所以,你們因信 基督耶穌都是 神的 兒女。Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.For ye are all the children of God by faith in Christ Jesus.
27
你們受浸歸入 基督的都是披戴 基督了。Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.For as many of you as have been baptized into Christ have put on Christ.
28
並不分猶太人、希臘人,自主的、為奴的,或男或女,因為你們在 基督耶穌裏都成為一了。Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ.There is neither Jew nor Greek, there is neither bond nor free, there is neither male nor female: for ye are all one in Christ Jesus.
29
你們既屬乎 基督,就是亞伯拉罕的後裔,是照著應許承受產業的了。Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.And if ye [be] Christ's, then are ye Abraham's seed, and heirs according to the promise.