希伯來書
第 11 章
1
信就是所望之事的實底,是未見之事的確據。Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.Now faith is the substance of things hoped for, the evidence of things not seen.
2
古人也是因著信,得了美名。Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.For by it the elders obtained a good report.
3
我們 藉著 信,就知道諸世界是藉 神的話造成的;這樣,所看見之物,並不是從顯然之物造出來的。Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.Through faith we understand that the worlds were framed by the word of God, so that things which are seen were not made of things which do appear.
4
亞伯因著信,獻祭與 神,比該隱所獻的更美,因此便得了稱義的見證,就是 神指他禮物作的見證。他雖然死了,卻因這信,仍舊說話。Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.By faith Abel offered unto God a more excellent sacrifice than Cain, by which he obtained witness that he was righteous, God testifying of his gifts: and by it he being dead yet speaketh.
5
以諾因著信,被接去,不至於見死,人也找不著他,因為 神已經把他接去了;只是他被接去以先,已經 有了 他討得 神喜悅 的明證。Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ·By faith Enoch was translated that he should not see death; and was not found, because God had translated him: for before his translation he had this testimony, that he pleased God.
6
人非有信,就不能 討 神的喜悅;因為到 神面前來的人必須信有 神,且信他賞賜那 懇切 尋求他的人。χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.But without faith [it is] impossible to please [him]: for he that cometh to God must believe that he is, and [that] he is a rewarder of them that diligently seek him.
7
挪亞因著信,既蒙 神 警戒 他未見的事,動了敬畏的心,預備了一隻方舟,使他全家得救。因此就定了那世代的罪,自己也承受了那從信而來的義。Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.By faith Noah, being warned of God of things not seen as yet, moved with fear, prepared an ark to the saving of his house; by the which he condemned the world, and became heir of the righteousness which is by faith.
8
亞伯拉罕因著信,蒙召 要 往將來要得為業的地方 的時候 就遵命出去;出去的時候,還不知往那裏去。Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.By faith Abraham, when he was called to go out into a place which he should after receive for an inheritance, obeyed; and he went out, not knowing whither he went.
9
他因著信,就在所應許之地 寄居,好像在異地居住帳棚,與那同蒙一個應許的以撒、雅各一樣;Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·By faith he sojourned in the land of promise, as [in] a strange country, dwelling in tabernacles with Isaac and Jacob, the heirs with him of the same promise:
10
因為他等候那座有根基的城,就是 神所經營所建造的。ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.For he looked for a city which hath foundations, whose builder and maker [is] God.
11
撒拉自己也藉著信,雖然過了生育的歲數,還能懷孕,且生了一個孩子。因她以為那應許她的是可信的。Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.Through faith also Sara herself received strength to conceive seed, and was delivered of a child when she was past age, because she judged him faithful who had promised.
12
所以從一個彷彿已死的人就生出子孫,如同天上的星那樣眾多,海邊的沙那樣無數。Διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.Therefore sprang there even of one, and him as good as dead, [so many] as the stars of the sky in multitude, and as the sand which is by the sea shore innumerable.
13
這些人都是存著信心死的,並沒有得著所應許的;卻從遠處望見,相信所應許的,且歡喜 抱著,又承認自己在世上是客旅,是寄居的。Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.These all died in faith, not having received the promises, but having seen them afar off, and were persuaded of [them], and embraced [them], and confessed that they were strangers and pilgrims on the earth.
14
說這樣話的人是 明說 自己要找一個家鄉。Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.For they that say such things declare plainly that they seek a country.
15
誠然 他們若想念所離開的家鄉,還有 得以回去 的機會。Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.And truly, if they had been mindful of that [country] from whence they came out, they might have had opportunity to have returned.
16
現在 他們卻 切慕 一個更美的家鄉,就是在天上的;所以 神被稱為他們的 神,並不以為恥;因為他已經給他們預備了一座城。Νυνὶ δὲ κρείττονος ὀρέγονται, τοῦτ᾿ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.But now they desire a better [country], that is, an heavenly: wherefore God is not ashamed to be called their God: for he hath prepared for them a city.
17
亞伯拉罕因著信,被試驗的時候,就把以撒獻上;這便是那 領受 應許的,將自己獨生的兒子獻上,Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,By faith Abraham, when he was tried, offered up Isaac: and he that had received the promises offered up his only begotten [son],
18
論到這兒子,曾有話說:「從以撒生的才要稱為你的後裔。」πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·Of whom it was said, That in Isaac shall thy seed be called:
19
他 認為 神還能叫人從死裏復活;他也彷彿從死中得回他的兒子來。λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.Accounting that God [was] able to raise [him] up, even from the dead; from whence also he received him in a figure.
20
以撒因著信,就指著將來的事給雅各、以掃祝福。Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.By faith Isaac blessed Jacob and Esau concerning things to come.
21
雅各因著信,臨死的時候,給約瑟的兩個兒子各自祝福,扶著杖頭敬拜 神。Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.By faith Jacob, when he was a dying, blessed both the sons of Joseph; and worshipped, [leaning] upon the top of his staff.
22
約瑟因著信,臨終的時候,提到以色列族將來要出埃及,並為自己的骸骨留下遺命。Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.By faith Joseph, when he died, made mention of the departing of the children of Israel; and gave commandment concerning his bones.
23
摩西生下來,他的父母見他是個俊美的孩子,就因著信,把他藏了三個月,並不怕王命。Πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.By faith Moses, when he was born, was hid three months of his parents, because they saw [he was] a proper child; and they were not afraid of the king's commandment.
24
摩西因著信,到長大的時候 就不肯稱為法老女兒之子。Πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,By faith Moses, when he was come to years, refused to be called the son of Pharaoh's daughter;
25
他寧可和 神的百姓 一同受苦,也不願暫時享受罪中之樂。μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·Choosing rather to suffer affliction with the people of God, than to enjoy the pleasures of sin for a season;
26
他看為 基督受的凌辱比埃及的財物更寶貴,因他 看中那 所要得的賞賜。μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.Esteeming the reproach of Christ greater riches than the treasures in Egypt: for he had respect unto the recompence of the reward.
27
他因著信,就離開埃及,不怕王怒;因為他恆心忍耐,如同看見那不能看見的主。Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.By faith he forsook Egypt, not fearing the wrath of the king: for he endured, as seeing him who is invisible.
28
他 藉 著信,就 守 逾越節,行灑血的禮,免得那滅長子的臨近以色列人。Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.Through faith he kept the passover, and the sprinkling of blood, lest he that destroyed the firstborn should touch them.
29
他們因著信,過紅海如行乾地;埃及人試著要過去,就被 淹死 了。Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.By faith they passed through the Red sea as by dry [land]: which the Egyptians assaying to do were drowned.
30
以色列人因著信,圍繞耶利哥城七日,城牆就倒塌了。Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.By faith the walls of Jericho fell down, after they were compassed about seven days.
31
妓女喇合因著信,曾和和平平的接待探子,就不與那些 不信 的人一同滅亡。Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης.By faith the harlot Rahab perished not with them that believed not, when she had received the spies with peace.
32
我又何必再說呢?若要一一細說,基甸、巴拉、參孫、耶弗他、大衛、撒母耳,和眾先知的事,時候就不夠了。Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν·And what shall I more say? for the time would fail me to tell of Gedeon, and [of] Barak, and [of] Samson, and [of] Jephthae; [of] David also, and Samuel, and [of] the prophets:
33
他們 藉 著信,制伏了敵國,行了公義,得了應許,堵了獅子的口,οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,Who through faith subdued kingdoms, wrought righteousness, obtained promises, stopped the mouths of lions,
34
滅了烈火的猛勢,脫了刀劍的鋒刃;軟弱變為剛強,爭戰顯出勇敢,打退外邦的全軍。ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.Quenched the violence of fire, escaped the edge of the sword, out of weakness were made strong, waxed valiant in fight, turned to flight the armies of the aliens.
35
有婦人得自己的死人復活。又有人忍受嚴刑,不肯苟且得 釋放,為要得著更美的復活。Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·Women received their dead raised to life again: and others were tortured, not accepting deliverance; that they might obtain a better resurrection:
36
又有人忍受 凌辱、鞭打、捆鎖、監禁的 磨煉,ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·And others had trial of [cruel] mockings and scourgings, yea, moreover of bonds and imprisonment:
37
被石頭打死,被鋸鋸死,受試探,被刀殺,披著綿羊山羊的皮各處奔跑,受窮乏、患難、痛苦,ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι —They were stoned, they were sawn asunder, were tempted, were slain with the sword: they wandered about in sheepskins and goatskins; being destitute, afflicted, tormented;
38
在 荒漠、山嶺、山洞、地穴,飄流無定,(本是世界不配有的人。)ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος — ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.(Of whom the world was not worthy:) they wandered in deserts, and [in] mountains, and [in] dens and caves of the earth.
39
這些人都是因信得了美好的 名聲,卻仍未得著所應許的;Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,And these all, having obtained a good report through faith, received not the promise:
40
因為 神給我們預備了更美的事,叫他們若 沒有我們,就不能完全。τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.God having provided some better thing for us, that they without us should not be made perfect.