曲目: 以西結書 28
約翰福音 · 章節
約翰福音

第 19 章

1
於是 彼拉多 就拿住耶穌,將 他 鞭打了。Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.Then Pilate therefore took Jesus, and scourged [him].
2
兵丁用荊棘編作冠冕戴在他頭上,給他穿上紫袍,Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,And the soldiers platted a crown of thorns, and put [it] on his head, and they put on him a purple robe,
3
又說:「恭喜,猶太人的 王啊。」他們就用手掌打他。καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.And said, Hail, King of the Jews! and they smote him with their hands.
4
於是 彼拉多又出來,對眾人說:「 看哪,我帶他出來見你們,叫你們知道我查不出他有甚麼 錯 來。」Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.Pilate therefore went forth again, and saith unto them, Behold, I bring him forth to you, that ye may know that I find no fault in him.
5
耶穌出來,戴著荊棘冠冕,穿著紫袍。彼拉多對他們說:「你們看這個人。」Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, Ἴδε, ὁ ἄνθρωπος.Then came Jesus forth, wearing the crown of thorns, and the purple robe. And [Pilate] saith unto them, Behold the man!
6
祭司長和差役看見他,就喊著說:「釘他十字架,釘他十字架。」彼拉多 對他們 說:「你們自己把他釘十字架吧。我查不出他有甚麼 錯 來。」Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον. Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.When the chief priests therefore and officers saw him, they cried out, saying, Crucify [him], crucify [him]. Pilate saith unto them, Take ye him, and crucify [him]: for I find no fault in him.
7
猶太人回答說:「我們有律法,按 我們的 律法,他是該死的,因他以自己為 神的 兒子。」Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν υἱὸν τοῦ Θεοῦ ἐποίησεν.The Jews answered him, We have a law, and by our law he ought to die, because he made himself the Son of God.
8
彼拉多聽見 那 話,他 就 越發害怕;Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,When Pilate therefore heard that saying, he was the more afraid;
9
又進 審判廳,對耶穌說:「你是哪裏來的?」耶穌卻不回答。καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.And went again into the judgment hall, and saith unto Jesus, Whence art thou? But Jesus gave him no answer.
10
彼拉多說:「你不對我說話嗎?你豈不知我有權柄 把你釘十字架,也有權柄 釋放你 嗎?」Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;Then saith Pilate unto him, Speakest thou not unto me? knowest thou not that I have power to crucify thee, and have power to release thee?
11
耶穌回答說:「若不是從上頭賜給你的,你就毫無權柄辦我。所以,把我交給你的那人罪更重了。」Ἀπεκρίθη ὁ Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.Jesus answered, Thou couldest have no power [at all] against me, except it were given thee from above: therefore he that delivered me unto thee hath the greater sin.
12
從此,彼拉多想要釋放耶穌,無奈猶太人喊著說:「你若釋放這個人,就不是凱撒的 朋友。凡以自己為王的,就是背叛凱撒了。」Ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα αὐτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.And from thenceforth Pilate sought to release him: but the Jews cried out, saying, If thou let this man go, thou art not Caesar's friend: whosoever maketh himself a king speaketh against Caesar.
13
彼拉多聽見這話,就帶耶穌出來,到了一個地方,名叫「鋪華石處」,希伯來話叫厄巴大,就在那裏坐堂。Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·When Pilate therefore heard that saying, he brought Jesus forth, and sat down in the judgment seat in a place that is called the Pavement, but in the Hebrew, Gabbatha.
14
那日是預備逾越節的日子,約到了第六小時,彼拉多對猶太人說:「看哪,這是你們的 王。」ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.And it was the preparation of the passover, and about the sixth hour: and he saith unto the Jews, Behold your King!
15
他們喊著說:「除掉他。除掉他。釘他在十字架上。」彼拉多 問他們 說:「我可以把你們的 王釘十字架嗎?」祭司長回答說:「除了凱撒,我們沒有王。」Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.But they cried out, Away with [him], away with [him], crucify him. Pilate saith unto them, Shall I crucify your King? The chief priests answered, We have no king but Caesar.
16
於是彼拉多將耶穌交給他們去釘十字架。他們便拿住耶穌,把他領去。Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον·Then delivered he him therefore unto them to be crucified. And they took Jesus, and led [him] away.
17
耶穌背著自己的十字架出來,到了一個地方,名叫「髑髏地」,希伯來話叫各各他。καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·And he bearing his cross went forth into a place called [the place] of a skull, which is called in the Hebrew Golgotha:
18
他們就在那裏釘他在十字架上,還有兩個人和他一同釘著,一邊一個,耶穌在中間。ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.Where they crucified him, and two other with him, on either side one, and Jesus in the midst.
19
彼拉多又用牌子寫了一個名號,安在十字架上。寫的是:「猶太人的王─ 拿撒勒的 耶穌。」Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.And Pilate wrote a title, and put [it] on the cross. And the writing was, JESUS OF NAZARETH THE KING OF THE JEWS.
20
有許多猶太人念這名號;因為耶穌被釘十字架的地方與城相近,並且是用希伯來、希臘、拉丁 三樣文字寫的。Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.This title then read many of the Jews: for the place where Jesus was crucified was nigh to the city: and it was written in Hebrew, [and] Greek, [and] Latin.
21
猶太人的祭司長就對彼拉多說:「不要寫『猶太人的 王』,要寫『他自己說:『我是猶太人的 王。』」Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾿ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς εἰμι τῶν Ἰουδαίων.Then said the chief priests of the Jews to Pilate, Write not, The King of the Jews; but that he said, I am King of the Jews.
22
彼拉多說:「我所寫的,我已經寫上了。」Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.Pilate answered, What I have written I have written.
23
兵丁既然將耶穌釘在十字架上,就拿他的衣服分為四分,每兵一分;又拿他的裏衣,這件裏衣原來沒有縫兒,是上下一片織成的。Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου.Then the soldiers, when they had crucified Jesus, took his garments, and made four parts, to every soldier a part; and also [his] coat: now the coat was without seam, woven from the top throughout.
24
他們就彼此說:「我們不要撕開,只要 擲籤,看誰得著。」這要應驗 聖經 上的話說:「他們分了我的外衣,為我的裏衣 擲籤。」兵丁果然作了 這些事。Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.They said therefore among themselves, Let us not rend it, but cast lots for it, whose it shall be: that the scripture might be fulfilled, which saith, They parted my raiment among them, and for my vesture they did cast lots. These things therefore the soldiers did.
25
站在耶穌十字架旁邊的,有他母親與他母親的姊妹,並革羅罷的妻子馬利亞,和抹大拉的馬利亞。Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.Now there stood by the cross of Jesus his mother, and his mother's sister, Mary the [wife] of Cleophas, and Mary Magdalene.
26
耶穌見母親和他所愛的那門徒站在旁邊,就對他母親說:「 婦人,看,你的兒子。」Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου.When Jesus therefore saw his mother, and the disciple standing by, whom he loved, he saith unto his mother, Woman, behold thy son!
27
又對那門徒說:「看,你的母親。」從此,那門徒就接她到自己家裏去了。Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.Then saith he to the disciple, Behold thy mother! And from that hour that disciple took her unto his own [home].
28
這事以後,耶穌知道各樣的事已經成了,為要使 聖經 上的話應驗,就說:「我渴了。」Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.After this, Jesus knowing that all things were now accomplished, that the scripture might be fulfilled, saith, I thirst.
29
有一個器皿盛滿了醋,放在那裏;他們就拿海絨蘸滿了醋,綁在牛膝草上,送到他口。Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.Now there was set a vessel full of vinegar: and they filled a spunge with vinegar, and put [it] upon hyssop, and put [it] to his mouth.
30
耶穌 既受了 那醋,他 就說:「成了。」便 低頭,氣就斷了。Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.When Jesus therefore had received the vinegar, he said, It is finished: and he bowed his head, and gave up the ghost.
31
猶太人因這日是預備日,屍首當安息日不得留在十字架上,(因那安息日是個大日,)就求彼拉多叫人打斷他們的腿,好把他們拿去 )。Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν — ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου — ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.The Jews therefore, because it was the preparation, that the bodies should not remain upon the cross on the sabbath day, (for that sabbath day was an high day,) besought Pilate that their legs might be broken, and [that] they might be taken away.
32
於是兵丁來,把第一個人的腿,並與耶穌同釘第二個人的腿,都打斷了。Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·Then came the soldiers, and brake the legs of the first, and of the other which was crucified with him.
33
只是來到耶穌那裏,見他已經死了,就不打斷他的腿。ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·But when they came to Jesus, and saw that he was dead already, they brake not his legs:
34
唯有一個兵拿槍 刺 他的肋旁,隨即有血和水流出來。ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.But one of the soldiers with a spear pierced his side, and forthwith came there out blood and water.
35
看見這事的那人就作見證─他的見證也是真的,並且他知道自己所說的是真的─叫你們也可以信。Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ὑμεῖς πιστεύσητε.And he that saw [it] bare record, and his record is true: and he knoweth that he saith true, that ye might believe.
36
這些事成了,為要應驗 聖經 上的話說:「他的骨頭一根也不可折斷。」Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.For these things were done, that the scripture should be fulfilled, A bone of him shall not be broken.
37
聖經 上又有一句說:「他們要仰望自己 所刺 的人。」Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.And again another scripture saith, They shall look on him whom they pierced.
38
這些事以後,有亞利馬太人約瑟,是耶穌的門徒,只因怕猶太人,就暗暗的作門徒,求彼拉多容他 把耶穌的身體領去;彼拉多 就 允准 他。他就 來,把耶穌的身體領去了。Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλάτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.And after this Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, besought Pilate that he might take away the body of Jesus: and Pilate gave [him] leave. He came therefore, and took the body of Jesus.
39
又有尼哥德慕,就是先前夜裏去見耶穌的,帶著沒藥和 蘆薈 約有一百 鎊 前來。Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν.And there came also Nicodemus, which at the first came to Jesus by night, and brought a mixture of myrrh and aloes, about an hundred pound [weight].
40
他們就照猶太人殯葬的規矩,把耶穌的身體用細麻布加上香料裹好了。Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.Then took they the body of Jesus, and wound it in linen clothes with the spices, as the manner of the Jews is to bury.
41
在耶穌釘十字架的地方有一個園子,園子裏有一座新墳墓,是從來沒有葬過人的。Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.Now in the place where he was crucified there was a garden; and in the garden a new sepulchre, wherein was never man yet laid.
42
只因是猶太人的預備日,又因那墳墓近,他們就把耶穌安放在那裏。Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.There laid they Jesus therefore because of the Jews' preparation [day]; for the sepulchre was nigh at hand.