約翰福音
第 3 章
1
有一個法利賽人,名叫尼哥德慕,是猶太人的官;Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·There was a man of the Pharisees, named Nicodemus, a ruler of the Jews:
2
這人夜裏來見耶穌,對他 說:「拉比,我們知道你是由 神那裏來作 教師 的;因為你所行的 這些 神蹟,若沒有 神同在,無人能行。」οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.The same came to Jesus by night, and said unto him, Rabbi, we know that thou art a teacher come from God: for no man can do these miracles that thou doest, except God be with him.
3
耶穌回答 他 說:「我實實在在的告訴你:『人若不重生,就不能見 神的國。』」Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.Jesus answered and said unto him, Verily, verily, I say unto thee, Except a man be born again, he cannot see the kingdom of God.
4
尼哥德慕 對他 說:「人已經老了,如何能重生呢?豈能再進母腹生出來嗎?」Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;Nicodemus saith unto him, How can a man be born when he is old? can he enter the second time into his mother's womb, and be born?
5
耶穌 回答 說:「我實實在在的告訴你:『人若不是從水和 靈 生的,就不能進 神的國。』Ἀπεκρίθη ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.Jesus answered, Verily, verily, I say unto thee, Except a man be born of water and [of] the Spirit, he cannot enter into the kingdom of God.
6
從肉身生的就是肉身;從 靈 生的就是靈。Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι.That which is born of the flesh is flesh; and that which is born of the Spirit is spirit.
7
我 對你 說:『你們必須重生。』你不要以為希奇。Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.Marvel not that I said unto thee, Ye must be born again.
8
風隨著意思吹,你聽見風的響聲,卻 道不出 從那裏來,往那裏去;凡從 靈 生的,也是如此。」Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.The wind bloweth where it listeth, and thou hearest the sound thereof, but canst not tell whence it cometh, and whither it goeth: so is every one that is born of the Spirit.
9
尼哥德慕 回答 他說:「怎能有 這些事 呢?」Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι;Nicodemus answered and said unto him, How can these things be?
10
耶穌回答 他 說:「你是 以色列 的 夫子,還不 曉得 這些事 嗎?Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;Jesus answered and said unto him, Art thou a master of Israel, and knowest not these things?
11
我實實在在的告訴你:『我們所說的是我們知道的,我們所見證的是我們見過的;你們卻不領受我們的見證。』Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.Verily, verily, I say unto thee, We speak that we do know, and testify that we have seen; and ye receive not our witness.
12
我對你們說地上的事,你們尚且不信,若說天上的事,如何能信呢?Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε;If I have told you earthly things, and ye believe not, how shall ye believe, if I tell you [of] heavenly things?
13
除了從天降下仍舊 在天 的 人子,沒有人升過天。Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.And no man hath ascended up to heaven, but he that came down from heaven, [even] the Son of man which is in heaven.
14
摩西在曠野怎樣舉蛇,人子也必照樣被舉起來;Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου·And as Moses lifted up the serpent in the wilderness, even so must the Son of man be lifted up:
15
叫一切信他的,不至滅亡,反得永生。」ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.That whosoever believeth in him should not perish, but have eternal life.
16
「 神愛世人,甚至將他的 獨生 子賜給他們,叫一切信他的,不至滅亡,反得永生。Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.For God so loved the world, that he gave his only begotten Son, that whosoever believeth in him should not perish, but have everlasting life.
17
因為 神差他的 兒子降世,不是要 定世人的罪;乃是要叫世人因他得救。Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.For God sent not his Son into the world to condemn the world; but that the world through him might be saved.
18
信他的人,不被定罪;不信的人,罪 卻 已經定了,因為他不信 神 獨生 子的名。Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.He that believeth on him is not condemned: but he that believeth not is condemned already, because he hath not believed in the name of the only begotten Son of God.
19
光來到世間,世人因自己的行為是惡的,不愛光,倒愛黑暗,定他們的罪就是在此。Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.And this is the condemnation, that light is come into the world, and men loved darkness rather than light, because their deeds were evil.
20
凡作惡的便恨光,也 不來就光,恐怕他的行為受責備。Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.For every one that doeth evil hateth the light, neither cometh to the light, lest his deeds should be reproved.
21
但行真理的必來就光,要顯明他所行的是靠 神而行。」Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.But he that doeth truth cometh to the light, that his deeds may be made manifest, that they are wrought in God.
22
這些 事以後,耶穌和 他 門徒到了猶太地;他 在那裏 與他們同 住,施浸。Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν.After these things came Jesus and his disciples into the land of Judaea; and there he tarried with them, and baptized.
23
約翰在靠近撒冷的哀嫩也施浸,因為那裏水多;眾人都去受浸。Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο.And John also was baptizing in Aenon near to Salim, because there was much water there: and they came, and were baptized.
24
這是因 約翰還沒有下在監裏。Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.For John was not yet cast into prison.
25
那時,約翰有 好些 門徒和 猶太人 辯論潔淨的禮。Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ.Then there arose a question between [some] of John's disciples and the Jews about purifying.
26
他們 就來見約翰,對他 說:「拉比,從前同你在約旦河外、你所見證的那位,現在施浸,眾人都往他那裏去了。」Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.And they came unto John, and said unto him, Rabbi, he that was with thee beyond Jordan, to whom thou barest witness, behold, the same baptizeth, and all [men] come to him.
27
約翰 回答 說:「若不是從天上賜的,人就不能得甚麼。Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.John answered and said, A man can receive nothing, except it be given him from heaven.
28
我曾說:『我不是 基督,乃 是奉差遣在他前面的。』你們自己可以給我作見證。Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.Ye yourselves bear me witness, that I said, I am not the Christ, but that I am sent before him.
29
娶新婦的就是新郎;新郎的朋友 倒 站著,聽見新郎的聲音就甚喜樂;故此,我這喜樂滿足了。Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.He that hath the bride is the bridegroom: but the friend of the bridegroom, which standeth and heareth him, rejoiceth greatly because of the bridegroom's voice: this my joy therefore is fulfilled.
30
他必興旺,然而 我必衰微。」Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.He must increase, but I [must] decrease.
31
「從天上來的是在 一切 之上;從地上來的是屬乎地,他所說的也是屬乎地;從天上來的是在 一切 之上。Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί.He that cometh from above is above all: he that is of the earth is earthly, and speaketh of the earth: he that cometh from heaven is above all.
32
他將所見所聞的見證出來;只是沒有人領受他的見證。Καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.And what he hath seen and heard, that he testifieth; and no man receiveth his testimony.
33
那領受他見證的,就 印證 神是真的。Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.He that hath received his testimony hath set to his seal that God is true.
34
神所差來的就說 神的話;因為 神賜 靈 給他是沒有限量的。Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα.For he whom God hath sent speaketh the words of God: for God giveth not the Spirit by measure [unto him].
35
父愛 子,已將 凡事 交在他手裏。Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.The Father loveth the Son, and hath given all things into his hand.
36
信 子的人有永生。不信 子的人 不得見 永生;神的震怒常在他身上。」Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν.He that believeth on the Son hath everlasting life: and he that believeth not the Son shall not see life; but the wrath of God abideth on him.