約翰福音
第 5 章
1
這事以後,到了猶太人的一個節期;耶穌就上耶路撒冷去。Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.After this there was a feast of the Jews; and Jesus went up to Jerusalem.
2
在耶路撒冷,靠近羊 市 有一個池子,希伯來話叫作畢士大,旁邊有五個廊子。Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα.Now there is at Jerusalem by the sheep [market] a pool, which is called in the Hebrew tongue Bethesda, having five porches.
3
裏面躺著瞎眼的、瘸腿的、血氣枯乾的,許多病人,等候水動。Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.In these lay a great multitude of impotent folk, of blind, halt, withered, waiting for the moving of the water.
4
因為有天使按時下池子攪動那水;水動之後,誰先下去,無論害甚麼病,就痊癒了。Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι.For an angel went down at a certain season into the pool, and troubled the water: whosoever then first after the troubling of the water stepped in was made whole of whatsoever disease he had.
5
在那裏有一個人,病了三十八年。Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ.And a certain man was there, which had an infirmity thirty and eight years.
6
耶穌看見他躺著,知道他病了許久,就 對 他說:「你要痊癒嗎?」Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι;When Jesus saw him lie, and knew that he had been now a long time [in that case], he saith unto him, Wilt thou be made whole?
7
病人回答說:「先生,水動的時候,沒有人把我放在池子裏;我正去的時候,就有別人比我先下去。」Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.The impotent man answered him, Sir, I have no man, when the water is troubled, to put me into the pool: but while I am coming, another steppeth down before me.
8
耶穌對他說:「起來,拿你的褥子走吧。」Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει.Jesus saith unto him, Rise, take up thy bed, and walk.
9
那人立刻痊癒,就拿起褥子來走了;當日是安息日。Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.And immediately the man was made whole, and took up his bed, and walked: and on the same day was the sabbath.
10
所以猶太人 對那醫好的人說:「今天是安息日,你拿褥子是不可的。」Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον.The Jews therefore said unto him that was cured, It is the sabbath day: it is not lawful for thee to carry [thy] bed.
11
他卻回答 他們 說:「那使我痊癒的,對我說:『拿你的褥子走吧。』」Ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.He answered them, He that made me whole, the same said unto me, Take up thy bed, and walk.
12
他們 就 問他說:「對你說拿褥子走的是甚麼人?」Ἠρώτησαν οὖν αὐτόν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει;Then asked they him, What man is that which said unto thee, Take up thy bed, and walk?
13
那醫好的人不知道是誰;因為那裏的人多,耶穌已經躲開了。Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.And he that was healed wist not who it was: for Jesus had conveyed himself away, a multitude being in [that] place.
14
後來耶穌在殿裏 找到 他,對他說:「 看哪,你已經痊癒了,不要再犯罪,恐怕你遭遇的更加利害。」Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.Afterward Jesus findeth him in the temple, and said unto him, Behold, thou art made whole: sin no more, lest a worse thing come unto thee.
15
那人就去告訴猶太人,使他痊癒的是耶穌。Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.The man departed, and told the Jews that it was Jesus, which had made him whole.
16
所以猶太人逼迫耶穌,想要殺他,因為他在安息日作了 這些事。Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.And therefore did the Jews persecute Jesus, and sought to slay him, because he had done these things on the sabbath day.
17
耶穌 卻 回答 他們說:「我 父作事直到如今,我也作事。」Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.But Jesus answered them, My Father worketh hitherto, and I work.
18
所以猶太人越發想要殺他;因他不但犯了安息日,並且 說 神為他的 父,將自己和 神當作平等。Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.Therefore the Jews sought the more to kill him, because he not only had broken the sabbath, but said also that God was his Father, making himself equal with God.
19
耶穌對他們說:「我實實在在的告訴你們,子憑著自己不能作甚麼,唯有看見 父所作的,子才能作;父所作的事,子也照樣作。Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.Then answered Jesus and said unto them, Verily, verily, I say unto you, The Son can do nothing of himself, but what he seeth the Father do: for what things soever he doeth, these also doeth the Son likewise.
20
父愛 子,將自己所作的一切事指給他看,還要將比 這些 更大的事指給他看,叫你們希奇。Ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.For the Father loveth the Son, and sheweth him all things that himself doeth: and he will shew him greater works than these, that ye may marvel.
21
父怎樣叫死人起來,使他們活著,子也照樣隨自己的意思使人活著。Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.For as the Father raiseth up the dead, and quickeneth [them]; even so the Son quickeneth whom he will.
22
父不審判甚麼人,乃將審判的事全交與 子,Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ·For the Father judgeth no man, but hath committed all judgment unto the Son:
23
叫人都尊敬 子如同尊敬 父一樣。不尊敬 子的,就是不尊敬差 子來的 父。ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. Ὁ μὴ τιμῶν τὸν υἱόν, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.That all [men] should honour the Son, even as they honour the Father. He that honoureth not the Son honoureth not the Father which hath sent him.
24
我實實在在的告訴你們,那聽我話、又信差我來者的,就有永生;不至於定罪,是已經出死入生了。Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.Verily, verily, I say unto you, He that heareth my word, and believeth on him that sent me, hath everlasting life, and shall not come into condemnation; but is passed from death unto life.
25
我實實在在的告訴你們,時候將到,現在就是了,死人要聽見 神 兒子的聲音,聽見的人就要活了。Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.Verily, verily, I say unto you, The hour is coming, and now is, when the dead shall hear the voice of the Son of God: and they that hear shall live.
26
因為 父怎樣在自己有生命,就 照樣賜給他 兒子 在自己有生命,Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ·For as the Father hath life in himself; so hath he given to the Son to have life in himself;
27
並且因為他是 人子,就 也 賜給他行審判的權柄。καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί.And hath given him authority to execute judgment also, because he is the Son of man.
28
你們不要把這事看作希奇。時候要到,凡在墳墓裏的,都要聽見他的聲音,Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ,Marvel not at this: for the hour is coming, in the which all that are in the graves shall hear his voice,
29
就出來,行善的復活得生,作惡的復活受 咒詛。」καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.And shall come forth; they that have done good, unto the resurrection of life; and they that have done evil, unto the resurrection of damnation.
30
「我憑著自己不能做甚麼。我怎麼聽見就怎麼審判。我的審判也是公平的;因為我不求自己的意思,只求那差我來 之 父 的意思。」Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.I can of mine own self do nothing: as I hear, I judge: and my judgment is just; because I seek not mine own will, but the will of the Father which hath sent me.
31
「我若為自己作見證,我的見證就不真。Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.If I bear witness of myself, my witness is not true.
32
另有一個給我作見證,我也知道他給我作的見證是真的。Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.There is another that beareth witness of me; and I know that the witness which he witnesseth of me is true.
33
你們曾差人到約翰那裏,他為真理作過見證。Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.Ye sent unto John, and he bare witness unto the truth.
34
其實,我 不受從人來的見證;然而,我說這些話,為要叫你們得救。Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.But I receive not testimony from man: but these things I say, that ye might be saved.
35
約翰是 燃 著的明燈,你們情願暫時喜歡他的光。Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.He was a burning and a shining light: and ye were willing for a season to rejoice in his light.
36
但我有比約翰更大的見證;因為 父交給我要我 作成 的事,就是我所作的事,這便見證我是 父所差來的。Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε.But I have greater witness than [that] of John: for the works which the Father hath given me to finish, the same works that I do, bear witness of me, that the Father hath sent me.
37
差我來的 父 自己 也為我作過見證。你們從來沒有聽見他的聲音,也沒有看見他的形像。Καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε.And the Father himself, which hath sent me, hath borne witness of me. Ye have neither heard his voice at any time, nor seen his shape.
38
你們並沒有他的道存在心裏;因為他所差來的,你們不信。Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.And ye have not his word abiding in you: for whom he hath sent, him ye believe not.
39
應當查考聖經,因你們以為內中有永生;給我作見證的就是這經。Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·Search the scriptures; for in them ye think ye have eternal life: and they are they which testify of me.
40
然而,你們不肯到我這裏來得生命。」καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.And ye will not come to me, that ye might have life.
41
「我不受從人來的榮耀。Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·I receive not honour from men.
42
但我知道,你們當中 沒有 神的愛。ἀλλ᾿ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.But I know you, that ye have not the love of God in you.
43
我奉我 父的名來,你們並不接待我;若有別人奉自己的名來,你們倒要接待他。Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.I am come in my Father's name, and ye receive me not: if another shall come in his own name, him ye will receive.
44
你們互相受榮耀,獨不求從 神來的榮耀,怎能信我呢?Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;How can ye believe, which receive honour one of another, and seek not the honour that [cometh] from God only?
45
不要想我在 父面前要告你們;有一個告你們的,就是你們所 信靠 的摩西。Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.Do not think that I will accuse you to the Father: there is [one] that accuseth you, [even] Moses, in whom ye trust.
46
你們既信了 摩西,必當 信我,因為他書上有指著我寫的話。Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.For had ye believed Moses, ye would have believed me: for he wrote of me.
47
你們若不信他的書,怎能信我的話呢?」Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;But if ye believe not his writings, how shall ye believe my words?