路加福音
第 16 章
1
耶穌又對 他的 門徒說:「有一個財主,他有一個管家;別人向他主人告他浪費主人的財物。Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.And he said also unto his disciples, There was a certain rich man, which had a steward; and the same was accused unto him that he had wasted his goods.
2
主人叫他來,對他說:『我聽見你這事怎麼樣呢?把你所經管的交代明白;因你不能再作我的管家。』Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν.And he called him, and said unto him, How is it that I hear this of thee? give an account of thy stewardship; for thou mayest be no longer steward.
3
那管家 就 心裏說:『 我 主人辭我,不用我再作管家。我將來作甚麼?鋤地呢?我不能;討乞 呢?我 怕羞。Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.Then the steward said within himself, What shall I do? for my lord taketh away from me the stewardship: I cannot dig; to beg I am ashamed.
4
我知道怎麼行,好叫人在我不作管家之後,接我到他們家裏去。』Ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.I am resolved what to do, that, when I am put out of the stewardship, they may receive me into their houses.
5
他 於是把欠他主人債的,一個一個的叫了來,問第一個說:『你欠我主人多少?』Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγε τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου;So he called every one of his lord's debtors [unto him], and said unto the first, How much owest thou unto my lord?
6
他說:『一百簍油。』管家 對他 說:『拿你的帳,快坐下,寫五十。』Ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. Καὶ εἶπεν αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα.And he said, An hundred measures of oil. And he said unto him, Take thy bill, and sit down quickly, and write fifty.
7
他於是再對一個 說:『你欠多少?』他說:『一百石麥子。』管家 對他 說:『拿你的帳,寫八十。』Ἔπειτα ἑτέρῳ εἶπε, Σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. Καὶ λέγει αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα.Then said he to another, And how much owest thou? And he said, An hundred measures of wheat. And he said unto him, Take thy bill, and write fourscore.
8
主人就誇獎這不義的管家作事聰明;因為今世 的兒女,在他們世代,較比 光明的兒女 更加聰明。Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσί.And the lord commended the unjust steward, because he had done wisely: for the children of this world are in their generation wiser than the children of light.
9
我又告訴你們:『要藉著那不義的 瑪門,結交朋友;到了 你們衰敗 的時候,他們可以接你們到永存的 住處 裏去。』Κἀγὼ ὑμῖν λέγω, Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.And I say unto you, Make to yourselves friends of the mammon of unrighteousness; that, when ye fail, they may receive you into everlasting habitations.
10
人在 小事 上忠心,在大事上也忠心;在最小的事上不義,在大事上也不義。Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.He that is faithful in that which is least is faithful also in much: and he that is unjust in the least is unjust also in much.
11
倘若你們在不義的 瑪門 上不忠心,誰還把那真實的錢財託付你們呢?Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;If therefore ye have not been faithful in the unrighteous mammon, who will commit to your trust the true [riches]?
12
倘若你們在別人的東西上不忠心,誰還把你們自己的東西給你們呢?Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;And if ye have not been faithful in that which is another man's, who shall give you that which is your own?
13
一個僕人不能事奉兩個主。不是惡這個、愛那個;就是重這個、輕那個。你們不能又事奉 神,又事奉瑪門。」Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.No servant can serve two masters: for either he will hate the one, and love the other; or else he will hold to the one, and despise the other. Ye cannot serve God and mammon.
14
法利賽人是貪愛錢財的,也 聽見這一切話;他們 就嗤笑耶穌。Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.And the Pharisees also, who were covetous, heard all these things: and they derided him.
15
耶穌對他們說:「你們是 那 在人面前自稱為義的;你們的心,神卻知道。因為人所 看重 的,是 神看為可憎惡的。Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ ἐστιν.And he said unto them, Ye are they which justify yourselves before men; but God knoweth your hearts: for that which is highly esteemed among men is abomination in the sight of God.
16
自 律法和先知 直到約翰,神國的福音傳開了,人人努力要進去。Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.The law and the prophets [were] until John: since that time the kingdom of God is preached, and every man presseth into it.
17
天地廢去,較比律法的一點一畫落空還容易。Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.And it is easier for heaven and earth to pass, than one tittle of the law to fail.
18
凡休妻另娶的,就是犯姦淫;凡 娶 她丈夫所休的 也是犯姦淫。」Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.Whosoever putteth away his wife, and marrieth another, committeth adultery: and whosoever marrieth her that is put away from [her] husband committeth adultery.
19
「有一個財主,穿著紫色袍和細麻布衣服,天天奢華宴樂;Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς.There was a certain rich man, which was clothed in purple and fine linen, and fared sumptuously every day:
20
又有一個 乞討的,名叫拉撒路,被人放在財主門口,渾身生瘡,Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένοςAnd there was a certain beggar named Lazarus, which was laid at his gate, full of sores,
21
要得財主桌子上掉下來的零碎充飢;並且狗來舔他的瘡。καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.And desiring to be fed with the crumbs which fell from the rich man's table: moreover the dogs came and licked his sores.
22
後來那 乞討的 死了,被天使帶去放在亞伯拉罕的懷裏。財主也死了,並且埋葬了;Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη.And it came to pass, that the beggar died, and was carried by the angels into Abraham's bosom: the rich man also died, and was buried;
23
他在 地獄 受痛苦,舉目遠遠的望見亞伯拉罕,又望見拉撒路在他懷裏。Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.And in hell he lift up his eyes, being in torments, and seeth Abraham afar off, and Lazarus in his bosom.
24
他 就喊著說:『我祖亞伯拉罕哪,可憐我吧,打發拉撒路來,用指頭尖蘸點水,涼涼我的舌頭;因為我在這火燄裏,極其痛苦。』Καὶ αὐτὸς φωνήσας εἶπε, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.And he cried and said, Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water, and cool my tongue; for I am tormented in this flame.
25
亞伯拉罕 卻 說:『兒啊,你該回想你生前享過福,拉撒路也受過苦;但 如今他 得安慰,你倒受痛苦。Εἶπε δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.But Abraham said, Son, remember that thou in thy lifetime receivedst thy good things, and likewise Lazarus evil things: but now he is comforted, and thou art tormented.
26
不但這樣,並且在你 與我們 之間,有深淵限定。以致人要從這邊過到你們那邊是不能的;要從那邊過到我們這邊也是不能的。』Καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.And beside all this, between us and you there is a great gulf fixed: so that they which would pass from hence to you cannot; neither can they pass to us, that [would come] from thence.
27
財主 就 說:『我祖啊,既是這樣,求你打發拉撒路到我父家去。Εἶπε δέ, Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,Then he said, I pray thee therefore, father, that thou wouldest send him to my father's house:
28
因為我還有五個弟兄;他可以對他們作見證,免得他們也來到這痛苦的地方。』ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.For I have five brethren; that he may testify unto them, lest they also come into this place of torment.
29
亞伯拉罕 對他 說:『他們有摩西和先知的話可以聽從。』Λέγει αὐτῷ Ἀβραάμ, Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.Abraham saith unto him, They have Moses and the prophets; let them hear them.
30
他說:『我祖亞伯拉罕哪,不是的;倘若 有一個從死裏復活的,到他們那裏 去,他們必要悔改。』Ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.And he said, Nay, father Abraham: but if one went unto them from the dead, they will repent.
31
亞伯拉罕 對他 說:『 他們 若不聽從摩西和先知的話,就是有一個從死裏復活的,也是不聽勸。』」Εἶπε δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.And he said unto him, If they hear not Moses and the prophets, neither will they be persuaded, though one rose from the dead.