路加福音
第 19 章
1
耶穌 進了耶利哥,在那地方經過。Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.And [Jesus] entered and passed through Jericho.
2
恰巧 有一個人名叫撒該,作稅吏長,是個財主。Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος.And, behold, [there was] a man named Zacchaeus, which was the chief among the publicans, and he was rich.
3
他要看看耶穌是怎樣的人;只因人多,他的身量又矮,所以不得看見。Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.And he sought to see Jesus who he was; and could not for the press, because he was little of stature.
4
他 就跑到前頭,爬上桑樹,要看耶穌;因為耶穌必從那裏經過。Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι δι᾿ ἐκείνης ἤμελλε διέρχεσθαι.And he ran before, and climbed up into a sycomore tree to see him: for he was to pass that [way].
5
耶穌到了那裏,抬頭 看見他,便對他說:「撒該,快下來;今天我必住在你家裏。」Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.And when Jesus came to the place, he looked up, and saw him, and said unto him, Zacchaeus, make haste, and come down; for to day I must abide at thy house.
6
他就急忙下來,歡歡喜喜的接待耶穌。Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.And he made haste, and came down, and received him joyfully.
7
眾人看見,都私下議論說:「他竟到罪人家裏去 作客。」Καὶ ἰδόντες ἅπαντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.And when they saw [it], they all murmured, saying, That he was gone to be guest with a man that is a sinner.
8
撒該站著對 主說:「 主啊,請看,我把所有的一半給窮人;我若 誣詐 了誰,就還他四倍。」Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.And Zacchaeus stood, and said unto the Lord; Behold, Lord, the half of my goods I give to the poor; and if I have taken any thing from any man by false accusation, I restore [him] fourfold.
9
耶穌 對他 說:「今天救恩到了這家,因為他也是亞伯拉罕的子孫。Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.And Jesus said unto him, This day is salvation come to this house, forsomuch as he also is a son of Abraham.
10
人子來,為要尋找、拯救失喪的人。」Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.For the Son of man is come to seek and to save that which was lost.
11
眾人正在聽見這些 事 的時候,耶穌因為將近耶路撒冷,又因他們以為 神的國快要顯出來,就另設一個比喻 去說。Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.And as they heard these things, he added and spake a parable, because he was nigh to Jerusalem, and because they thought that the kingdom of God should immediately appear.
12
他就說:「有一個貴族往遠方去,要得國回來。Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.He said therefore, A certain nobleman went into a far country to receive for himself a kingdom, and to return.
13
他 便叫了他的十個僕人來,交給他們十 鎊 銀子,對他們 說:『你們去作生意,直等我回來。』Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, Πραγματεύσασθε ἕως ἔρχομαι.And he called his ten servants, and delivered them ten pounds, and said unto them, Occupy till I come.
14
他本國的人卻恨他,打發使者 隨著他去,說:『我們不願意這個人作我們的王。』Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.But his citizens hated him, and sent a message after him, saying, We will not have this [man] to reign over us.
15
他既得國回來,就吩咐叫 那些 領 錢 的僕人來,要知道 各人 作生意賺了多少。Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο.And it came to pass, that when he was returned, having received the kingdom, then he commanded these servants to be called unto him, to whom he had given the money, that he might know how much every man had gained by trading.
16
第一個 就 上來,說:『 主啊,你的一 鎊 銀子已經賺了十 鎊。』Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.Then came the first, saying, Lord, thy pound hath gained ten pounds.
17
主人 對他 說:『好。你這 良善的僕人。你既在最小的事上有忠心,可以有權柄管十座城。』Καὶ εἶπεν αὐτῷ, Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.And he said unto him, Well, thou good servant: because thou hast been faithful in a very little, have thou authority over ten cities.
18
第二個來,說:『 主啊。你的一 鎊 銀子,已經賺了五 鎊。』Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς.And the second came, saying, Lord, thy pound hath gained five pounds.
19
主人 照樣對他 說:『你也可以管五座城。』Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.And he said likewise to him, Be thou also over five cities.
20
又有一個來說:『 主啊,看哪,你的一 鎊 銀子在這裏,我把它包在手巾裏存著;Καὶ ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·And another came, saying, Lord, behold, [here is] thy pound, which I have kept laid up in a napkin:
21
我原是怕你,因為你是嚴厲的人;你 沒有放下的,還要去拿;你 沒有種下的,還要去收。』ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.For I feared thee, because thou art an austere man: thou takest up that thou layedst not down, and reapest that thou didst not sow.
22
主人對他說:『你這惡僕,我要憑你的口定你的罪。你既知道我是嚴厲的人,沒有放下的,我還要拿,沒有種下的,我還要收;Λέγει δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα·And he saith unto him, Out of thine own mouth will I judge thee, [thou] wicked servant. Thou knewest that I was an austere man, taking up that I laid not down, and reaping that I did not sow:
23
這樣,你 為甚麼不把我的 錢 交給銀行,好叫 我來的時候,連本帶利都可以要回來呢?』καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;Wherefore then gavest not thou my money into the bank, that at my coming I might have required mine own with usury?
24
他 就對旁邊站著的人說:『奪過他這一 鎊 來,給那有十 鎊 的。』Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.And he said unto them that stood by, Take from him the pound, and give [it] to him that hath ten pounds.
25
說:『 主啊,他已經有十 鎊 了。』)Καὶ εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.(And they said unto him, Lord, he hath ten pounds.)
26
主人說:『我告訴你們:凡有的,還要加給他;沒有的,連他所有的也要奪過來。Λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.For I say unto you, That unto every one which hath shall be given; and from him that hath not, even that he hath shall be taken away from him.
27
至於我那些仇敵,不要我作他們王的,把他們拉來,在我面前殺了吧。』」Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.But those mine enemies, which would not that I should reign over them, bring hither, and slay [them] before me.
28
耶穌說完了這話,就在前面走,上耶路撒冷去。Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.And when he had thus spoken, he went before, ascending up to Jerusalem.
29
將近伯法其和伯大尼,他 在一座山名叫橄欖山那裏,就打發 他 兩個門徒,Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ,And it came to pass, when he was come nigh to Bethphage and Bethany, at the mount called [the mount] of Olives, he sent two of his disciples,
30
說:「你們往對面村子裏去;進去的時候,你們 必看見一匹驢駒縛在那裏,是從來沒有人騎過的。可以解開,把牠 牽來。εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.Saying, Go ye into the village over against [you]; in the which at your entering ye shall find a colt tied, whereon yet never man sat: loose him, and bring [him hither].
31
若有人問 你們:『 你們 為甚麼解牠?』你們就 對他 如此 說:『 這是因 主要用牠。』」Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.And if any man ask you, Why do ye loose [him]? thus shall ye say unto him, Because the Lord hath need of him.
32
打發的人去了,所遇見的正如耶穌 向他們 所說的。Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.And they that were sent went their way, and found even as he had said unto them.
33
他們解驢駒的時候,主人 對 他們說:「 你們 解驢駒作甚麼?」Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;And as they were loosing the colt, the owners thereof said unto them, Why loose ye the colt?
34
他們說:「 主要用牠。」Οἱ δὲ εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.And they said, The Lord hath need of him.
35
他們牽 驢 到耶穌那裏;就 把自己的衣服搭在上面,扶著耶穌騎上。Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.And they brought him to Jesus: and they cast their garments upon the colt, and they set Jesus thereon.
36
耶穌 走的時候,眾人把衣服鋪在路上。Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.And as he went, they spread their clothes in the way.
37
耶穌 將近耶路撒冷,正下橄欖山的時候,眾門徒因所見過的一切異能,就 都歡樂起來,大聲讚美 神;Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,And when he was come nigh, even now at the descent of the mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen;
38
說:「奉 主名來的 王是應當稱頌的;在天上有和平,在至高之處有榮光。」λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις.Saying, Blessed [be] the King that cometh in the name of the Lord: peace in heaven, and glory in the highest.
39
眾人中有幾個法利賽人對耶穌說:「 夫子,責備你的門徒吧。」Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.And some of the Pharisees from among the multitude said unto him, Master, rebuke thy disciples.
40
耶穌 回答 他們 說:「我告訴你們,若是他們閉口不說,這些石頭必要 立時 呼叫起來。」Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.And he answered and said unto them, I tell you that, if these should hold their peace, the stones would immediately cry out.
41
耶穌快到耶路撒冷,看見城,就為它哀哭,Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾿ αὐτῇ,And when he was come near, he beheld the city, and wept over it,
42
說:「巴不得你在你這日子,好歹 知道關係你平安的事。無奈這事現在是隱藏的,叫你的眼看不出來。λέγων ὅτι Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.Saying, If thou hadst known, even thou, at least in this thy day, the things [which belong] unto thy peace! but now they are hid from thine eyes.
43
因為日子將到,你的仇敵必築起土壘,周圍環繞你,四面困住你,Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν,For the days shall come upon thee, that thine enemies shall cast a trench about thee, and compass thee round, and keep thee in on every side,
44
並要 把你 和你裏頭的兒女 掃滅在地;連一塊石頭 他們 也不留在石頭上;因你不知道眷顧你的時候。」καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.And shall lay thee even with the ground, and thy children within thee; and they shall not leave in thee one stone upon another; because thou knewest not the time of thy visitation.
45
耶穌進了殿,動手 趕出裏頭作買賣的人;Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας,And he went into the temple, and began to cast out them that sold therein, and them that bought;
46
對他們說:「經上說:『我的殿 乃是 禱告的殿』;你們倒使它成為賊窩了。」λέγων αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστίν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.Saying unto them, It is written, My house is the house of prayer: but ye have made it a den of thieves.
47
耶穌天天在殿裏教訓人。祭司長和文士與百姓的 首領 卻 想要殺他,Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ·And he taught daily in the temple. But the chief priests and the scribes and the chief of the people sought to destroy him,
48
但 他們 尋不出法子來;因為百姓都側耳聽他。καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.And could not find what they might do: for all the people were very attentive to hear him.