路加福音
第 2 章
1
當那些日子,凱撒奧古斯都有旨意下來,叫 普世 人民都 要上稅。Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.And it came to pass in those days, that there went out a decree from Caesar Augustus, that all the world should be taxed.
2
(這是居里扭作敘利亞巡撫的時候,第一次行 徵稅的事。)Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.([And] this taxing was first made when Cyrenius was governor of Syria.)
3
眾人各歸各城,都上稅去。Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.And all went to be taxed, every one into his own city.
4
約瑟也從加利利的拿撒勒城上猶太去,到了大衛的城,名叫伯利恆;(因他本是大衛 家系的人。)Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ,And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, unto the city of David, which is called Bethlehem; (because he was of the house and lineage of David:)
5
要和他所聘之妻馬利亞一同 上稅,那時馬利亞的身孕已經重了。ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.To be taxed with Mary his espoused wife, being great with child.
6
他們在那裏的時候,馬利亞的產期到了。Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.And so it was, that, while they were there, the days were accomplished that she should be delivered.
7
她 就生了頭胎的兒子,把他 用布包起來,放在馬槽裏;因為客店裏 容不下他們。Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.And she brought forth her firstborn son, and wrapped him in swaddling clothes, and laid him in a manger; because there was no room for them in the inn.
8
在伯.利恆之野地裏有牧羊的人,夜間按著更次看守羊群。Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.And there were in the same country shepherds abiding in the field, keeping watch over their flock by night.
9
不料,有 主的 天使 臨到他們,主的榮光四面照著他們;牧羊的人就甚懼怕。Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.And, lo, the angel of the Lord came upon them, and the glory of the Lord shone round about them: and they were sore afraid.
10
那天使對他們說:「不要懼怕。因為看哪,我報給你們大喜的信息,是關乎眾民的。Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·And the angel said unto them, Fear not: for, behold, I bring you good tidings of great joy, which shall be to all people.
11
因今天在大衛的城裏,為你們生了 救主,就是 主─ 基督。ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.For unto you is born this day in the city of David a Saviour, which is Christ the Lord.
12
你們要看見一個嬰孩,包著布,臥在馬槽裏;所給你們作的記號,必是這樣。」Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ.And this [shall be] a sign unto you; Ye shall find the babe wrapped in swaddling clothes, lying in a manger.
13
忽然,有一大隊天兵同那天使讚美 神,說:Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,And suddenly there was with the angel a multitude of the heavenly host praising God, and saying,
14
「在至高之處榮耀歸與 神,在地上平安、喜悅歸與人。」Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία.Glory to God in the highest, and on earth peace, good will toward men.
15
眾天使離開他們,升天去了,牧羊的人彼此說:「 現在 我們往伯利恆去,看看所成的事,就是 主所指示我們的。」Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.And it came to pass, as the angels were gone away from them into heaven, the shepherds said one to another, Let us now go even unto Bethlehem, and see this thing which is come to pass, which the Lord hath made known unto us.
16
他們急忙去了,就尋見馬利亞和約瑟,又有那嬰孩臥在馬槽裏。Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.And they came with haste, and found Mary, and Joseph, and the babe lying in a manger.
17
他們 既看見 這事,就把天使 告訴他們、論這孩子的話傳開了。Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.And when they had seen [it], they made known abroad the saying which was told them concerning this child.
18
凡聽見 這話 的,就詫異牧羊之人 告訴他們 的 那些事。Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.And all they that heard [it] wondered at those things which were told them by the shepherds.
19
馬利亞卻把這一切的事存在心裏,反復思想。Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.But Mary kept all these things, and pondered [them] in her heart.
20
牧羊的人回去了,因所聽見所看見的一切事,正如天使 所告訴 他們的,就歸榮耀與 神,讚美他。Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.And the shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, as it was told unto them.
21
滿了八天,就給孩子行割禮,給他起名叫 「耶穌」,這就是沒有成胎以前,天使所起的名。Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.And when eight days were accomplished for the circumcising of the child, his name was called JESUS, which was so named of the angel before he was conceived in the womb.
22
按摩西律法滿了 她 潔淨的日子,他們帶著 孩子 往耶路撒冷去,要把他獻與 主;Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ —And when the days of her purification according to the law of Moses were accomplished, they brought him to Jerusalem, to present [him] to the Lord;
23
(正如 主的律法上所記:「凡頭生的男子必稱聖歸主;」)καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται —(As it is written in the law of the Lord, Every male that openeth the womb shall be called holy to the Lord;)
24
又要照 主的律法上所說:「 用一對 班鳩,或用兩隻雛鴿獻祭。」καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.And to offer a sacrifice according to that which is said in the law of the Lord, A pair of turtledoves, or two young pigeons.
25
恰巧 在耶路撒冷有一個人,名叫西面;這人又公義又虔誠,素常 等侯 以色列的安慰者來到。又有 聖靈在他身上。Καὶ ἰδού, ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἅγιον ἦν ἐπ᾿ αὐτόν.And, behold, there was a man in Jerusalem, whose name [was] Simeon; and the same man [was] just and devout, waiting for the consolation of Israel: and the Holy Ghost was upon him.
26
他得了 聖靈的啟示,知道自己 見 死 以先,必看見 主所立的 基督。Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.And it was revealed unto him by the Holy Ghost, that he should not see death, before he had seen the Lord's Christ.
27
他受了 靈 的感動,進入聖殿;正遇見耶穌的父母抱著孩子進來,要 給他 照律法的規矩辦理,Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,And he came by the Spirit into the temple: and when the parents brought in the child Jesus, to do for him after the custom of the law,
28
西面就 抱起他在臂中,稱頌 神說:καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,Then took he him up in his arms, and blessed God, and said,
29
主啊,如今可以照你的話,釋放 你 僕人安然去世;Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·Lord, now lettest thou thy servant depart in peace, according to thy word:
30
因為我的眼睛已經看見你的救恩─ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,For mine eyes have seen thy salvation,
31
就是你在眾民面前所預備的:ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·Which thou hast prepared before the face of all people;
32
是照亮外邦人的光,又是你民以色列的榮耀。φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.A light to lighten the Gentiles, and the glory of thy people Israel.
33
約瑟和他母親 因 論到 耶穌的 那些事,就希奇。Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.And Joseph and his mother marvelled at those things which were spoken of him.
34
西面給他們祝福,又對孩子的母親馬利亞說:「 看哪,這孩子被立,是要叫以色列中許多人跌倒,許多人興起;又要作毀謗的話柄;Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·And Simeon blessed them, and said unto Mary his mother, Behold, this [child] is set for the fall and rising again of many in Israel; and for a sign which shall be spoken against;
35
(妳自己的心也要被刀刺透,)叫許多人心裏的意念顯露出來。」καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.(Yea, a sword shall pierce through thy own soul also,) that the thoughts of many hearts may be revealed.
36
又有女先知,名叫亞拿,是亞設支派法內力的女兒。她 年紀已經老邁,從作 處女 出嫁的時候,同丈夫住了七年就寡居了;Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ — αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,And there was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Aser: she was of a great age, and had lived with an husband seven years from her virginity;
37
她寡居約有八十四年,並不離開聖殿,倒 禁食 禱告,晝夜事奉 神。καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων — ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.And she [was] a widow of about fourscore and four years, which departed not from the temple, but served [God] with fastings and prayers night and day.
38
正當那時,她 照常 進前來稱謝 主,將孩子的事對一切 在耶路撒冷盼望得救贖的人 講說。Καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.And she coming in that instant gave thanks likewise unto the Lord, and spake of him to all them that looked for redemption in Jerusalem.
39
約瑟和馬利亞照 主的律法辦完了一切的事,就回加利利,到自己的城拿撒勒去了。Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέθ.And when they had performed all things according to the law of the Lord, they returned into Galilee, to their own city Nazareth.
40
孩子漸漸長大,靈性強健,充滿智慧;又有 神的恩在他身上。Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.And the child grew, and waxed strong in spirit, filled with wisdom: and the grace of God was upon him.
41
每年到逾越節,他父母就上耶路撒冷去。Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.Now his parents went to Jerusalem every year at the feast of the passover.
42
當他十二歲的時候,他們按著節期的規矩上 耶路撒冷 去。Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς,And when he was twelve years old, they went up to Jerusalem after the custom of the feast.
43
守滿了節期,他們 回去了,孩童耶穌仍舊在耶路撒冷;約瑟和他的母親 並不知道。καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ·And when they had fulfilled the days, as they returned, the child Jesus tarried behind in Jerusalem; and Joseph and his mother knew not [of it].
44
他們卻 以為他 曾 在同行的人中間,走了一天的路程;就在 他們 親族和熟識的人中找他。νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·But they, supposing him to have been in the company, went a day's journey; and they sought him among [their] kinsfolk and acquaintance.
45
他們 既找不著,又轉向 耶路撒冷去找他。καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, ζητοῦντες αὐτόν.And when they found him not, they turned back again to Jerusalem, seeking him.
46
過了三天,他們 就遇見他在殿裏,坐在教師中間,一面聽 他們,一面問 他們。Καὶ ἐγένετο, μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.And it came to pass, that after three days they found him in the temple, sitting in the midst of the doctors, both hearing them, and asking them questions.
47
凡聽見他的,都希奇他的聰明和他的應對。Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.And all that heard him were astonished at his understanding and answers.
48
他們 看見就很希奇。他母親對他說:「我 兒,為甚麼向我們這樣行呢?看哪,你父親和我傷心來找你。」Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.And when they saw him, they were amazed: and his mother said unto him, Son, why hast thou thus dealt with us? behold, thy father and I have sought thee sorrowing.
49
耶穌 對他們 說:「 你們 怎麼 找我呢?你們 豈不知我 必須以我 父的事為念嗎?」Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;And he said unto them, How is it that ye sought me? wist ye not that I must be about my Father's business?
50
他 對他們所說的話,他們不明白。Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.And they understood not the saying which he spake unto them.
51
他就同他們下去,回到拿撒勒,並且順從他們;他母親 卻 把這一切 話 都存在心裏。Καὶ κατέβη μετ᾿ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέθ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.And he went down with them, and came to Nazareth, and was subject unto them: but his mother kept all these sayings in her heart.
52
耶穌的智慧和 身量,並 神和人喜愛他的心,都一齊增長。Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.And Jesus increased in wisdom and stature, and in favour with God and man.