路加福音
第 4 章
1
耶穌被 聖靈充滿,從約旦河回來,靈將他引到曠野,Ἰησοῦς δὲ πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὴν ἔρημον,And Jesus being full of the Holy Ghost returned from Jordan, and was led by the Spirit into the wilderness,
2
四十天受魔鬼的試探。在 那些日子,耶穌 沒有吃甚麼;日子 已畢,後來 他就餓了。ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, ὕστερον ἐπείνασε.Being forty days tempted of the devil. And in those days he did eat nothing: and when they were ended, he afterward hungered.
3
魔鬼對他說:「你若是 神的 兒子,可以吩咐這塊石頭變成食物。」Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.And the devil said unto him, If thou be the Son of God, command this stone that it be made bread.
4
耶穌回答 他 說:「經上記著說:『人活著不是單靠食物,乃是靠 神的一切話。』」Καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτόν, λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι Θεοῦ.And Jesus answered him, saying, It is written, That man shall not live by bread alone, but by every word of God.
5
魔鬼又領他上了高山,霎時間把 世上 的列國都指給他看。Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.And the devil, taking him up into an high mountain, shewed unto him all the kingdoms of the world in a moment of time.
6
魔鬼 對他說:「這一切權柄、榮華,我都要給你。因為 那 原是交付我的;我願意給誰就給誰。Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.And the devil said unto him, All this power will I give thee, and the glory of them: for that is delivered unto me; and to whomsoever I will I give it.
7
你若 敬拜我,必都歸與你。」Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πάντα.If thou therefore wilt worship me, all shall be thine.
8
耶穌回答對他說,撒但,退我後邊去罷;因為 經上記著說:「當 敬拜 主─你的 神,單要事奉他。」Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ, Προσκυνήσεις Κύριον τὸν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις.And Jesus answered and said unto him, Get thee behind me, Satan: for it is written, Thou shalt worship the Lord thy God, and him only shalt thou serve.
9
魔鬼又領他到耶路撒冷去,使 他站在殿 頂 上,對他說:「你若是 神的 兒子,可以從這裏跳下去;Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ ὁ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·And he brought him to Jerusalem, and set him on a pinnacle of the temple, and said unto him, If thou be the Son of God, cast thyself down from hence:
10
因為經上記著說:『 他 要為你 囑咐 他的 天使 保護你;γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε·For it is written, He shall give his angels charge over thee, to keep thee:
11
他們 就必用手扶著你,免得你的腳 甚麼時候 碰著石頭。』」καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.And in [their] hands they shall bear thee up, lest at any time thou dash thy foot against a stone.
12
耶穌 回答 對他說:「經上說:『 你不可 試探 主─你的 神。』」Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.And Jesus answering said unto him, It is said, Thou shalt not tempt the Lord thy God.
13
魔鬼用 盡 了各樣的試探,就暫時離開耶穌。Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ.And when the devil had ended all the temptation, he departed from him for a season.
14
耶穌滿有 靈 的能力,回到加利利;他的名聲就傳遍了四方。Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.And Jesus returned in the power of the Spirit into Galilee: and there went out a fame of him through all the region round about.
15
他在 他們 會堂裏教訓人,眾人都稱讚他。Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.And he taught in their synagogues, being glorified of all.
16
耶穌來到拿撒勒,就是他長大的地方;在安息日,照他平常的規矩進了會堂,站起來要念聖經。Καὶ ἦλθεν εἰς τὴν Ναζαρέθ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.And he came to Nazareth, where he had been brought up: and, as his custom was, he went into the synagogue on the sabbath day, and stood up for to read.
17
有人把先知以賽亞的書交給他。他就 把書 打開,找到一處寫著說:Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου. Καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον,And there was delivered unto him the book of the prophet Esaias. And when he had opened the book, he found the place where it was written,
18
「 主的 靈 在我身上,因為他用膏膏我,叫我傳福音給貧窮的人;他差遣我醫好傷心的人,傳揚 被擄的得 拯救、瞎眼的得看見、叫那受壓制的得自由,Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίζεσθαι πτωχοῖς· ἀπέσταλκέ με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,The Spirit of the Lord [is] upon me, because he hath anointed me to preach the gospel to the poor; he hath sent me to heal the brokenhearted, to preach deliverance to the captives, and recovering of sight to the blind, to set at liberty them that are bruised,
19
傳揚 主 悅納人的禧年。」κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.To preach the acceptable year of the Lord.
20
耶穌 於是把書捲起來,又交給 執事,就坐下。會堂裏的人都定睛看他。Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.And he closed the book, and he gave [it] again to the minister, and sat down. And the eyes of all them that were in the synagogue were fastened on him.
21
耶穌 就 對他們說:「今天這 聖經 應驗在你們耳中了。」Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.And he began to say unto them, This day is this scripture fulfilled in your ears.
22
眾人都 給他作見證,並希奇他口中所出的恩言。他們 說:「這不是約瑟的兒子嗎?」Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;And all bare him witness, and wondered at the gracious words which proceeded out of his mouth. And they said, Is not this Joseph's son?
23
耶穌對他們說:「你們必引這俗語向我說:『醫生,你醫治自己吧。我們聽見你在迦百農所行的事,也當行在 你 家鄉裏。』」Καὶ εἶπε πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.And he said unto them, Ye will surely say unto me this proverb, Physician, heal thyself: whatsoever we have heard done in Capernaum, do also here in thy country.
24
耶穌 說:「我實在告訴你們:『沒有先知在自己家鄉被人悅納的。』Εἶπε δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.And he said, Verily I say unto you, No prophet is accepted in his own country.
25
只是 我對你們說實話,當以利亞的時候,天閉塞了三年零六個月,遍地有大饑荒,那時,以色列中有許多寡婦;Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·But I tell you of a truth, many widows were in Israel in the days of Elias, when the heaven was shut up three years and six months, when great famine was throughout all the land;
26
以利亞 卻 沒有奉差往她們一個人那裏去,只奉差往西頓的撒勒法 城 一個寡婦那裏去。καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν.But unto none of them was Elias sent, save unto Sarepta, [a city] of Sidon, unto a woman [that was] a widow.
27
先知以利沙的時候,以色列中有許多長大痲瘋的;但內中除了敘利亞國的乃縵,沒有一個得潔淨的。」Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Νεεμὰν ὁ Σύρος.And many lepers were in Israel in the time of Eliseus the prophet; and none of them was cleansed, saving Naaman the Syrian.
28
會堂裏的人聽見 這些 話,都怒氣滿胸,Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα,And all they in the synagogue, when they heard these things, were filled with wrath,
29
就起來趕他出城,帶他到山崖,就是他們的城所造之處,要把他推下去。καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν.And rose up, and thrust him out of the city, and led him unto the brow of the hill whereon their city was built, that they might cast him down headlong.
30
他卻從他們中間直行過去,Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.But he passing through the midst of them went his way,
31
就 下到迦百農,就是加利利的一座城,在安息日教訓眾人。Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι.And came down to Capernaum, a city of Galilee, and taught them on the sabbath days.
32
他們很希奇他的 道理;因為他的話裏有權柄。Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.And they were astonished at his doctrine: for his word was with power.
33
在會堂裏有一個人,被 污穢鬼魔的靈 附著,大聲喊叫,Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ,And in the synagogue there was a man, which had a spirit of an unclean devil, and cried out with a loud voice,
34
說:「 由著我們吧;你這 拿撒勒的耶穌,我們與你有甚麼相干?你來滅我們嗎?我知道你是誰;乃是 神的 聖者。」λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.Saying, Let [us] alone; what have we to do with thee, [thou] Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art; the Holy One of God.
35
耶穌責備他說:「 你 不要作聲,從這人身上出來吧。」 那鬼魔 把那人摔倒在眾人中間,就 從他出來,並 沒有害他。Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.And Jesus rebuked him, saying, Hold thy peace, and come out of him. And when the devil had thrown him in the midst, he came out of him, and hurt him not.
36
眾人都驚訝,彼此對問說:「 這是怎樣的道理。因為他用權柄能力吩咐 污靈,污靈 就出來。」Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;And they were all amazed, and spake among themselves, saying, What a word [is] this! for with authority and power he commandeth the unclean spirits, and they come out.
37
於是耶穌的名聲傳遍了周圍 各 地方。Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.And the fame of him went out into every place of the country round about.
38
耶穌出了會堂,進了西門的家。西門的岳母害熱病甚重;他們 為她求耶穌。Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· ἡ πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.And he arose out of the synagogue, and entered into Simon's house. And Simon's wife's mother was taken with a great fever; and they besought him for her.
39
耶穌站在她旁邊,斥責那熱病;熱就 退離她了。她立刻起來服事他們。Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.And he stood over her, and rebuked the fever; and it left her: and immediately she arose and ministered unto them.
40
日落的時候,凡有病人的,不論害甚麼病,都帶到耶穌那裏;耶穌按手在他們各人身上,醫好他們。Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευσεν αὐτούς.Now when the sun was setting, all they that had any sick with divers diseases brought them unto him; and he laid his hands on every one of them, and healed them.
41
又有 鬼魔 從 許多 人身上出來,喊著說:「你是 基督,神的 兒子。」耶穌斥責他們,不許他們說話;因為他們知道他是 基督。Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.And devils also came out of many, crying out, and saying, Thou art Christ the Son of God. And he rebuking [them] suffered them not to speak: for they knew that he was Christ.
42
天亮的時候,耶穌 離開,走到曠野地方;百姓 去找他,到了他那裏,把他留住,不要他離開他們。Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾿ αὐτῶν.And when it was day, he departed and went into a desert place: and the people sought him, and came unto him, and stayed him, that he should not depart from them.
43
耶穌對他們說:「我也必須在別城傳 神的國;因我奉差原是為此。」Ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι εἰς τοῦτο ἀπέσταλμαι.And he said unto them, I must preach the kingdom of God to other cities also: for therefore am I sent.
44
於是耶穌在加利利的各會堂傳道。Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.And he preached in the synagogues of Galilee.