路加福音
第 7 章
1
耶穌 講完了他一切的話給百姓聽,就進了迦百農。Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.Now when he had ended all his sayings in the audience of the people, he entered into Capernaum.
2
有一個百夫長所寶貴的僕人害病,快要死了。Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος.And a certain centurion's servant, who was dear unto him, was sick, and ready to die.
3
百夫長 風聞耶穌,就託猶太人的幾個長老去求耶穌來 醫治 他的僕人。Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.And when he heard of Jesus, he sent unto him the elders of the Jews, beseeching him that he would come and heal his servant.
4
他們到了耶穌那裏,就切切的求他說:「 他為那人 行這事,是他所配得的;Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο·And when they came to Jesus, they besought him instantly, saying, That he was worthy for whom he should do this:
5
因為他愛我們的 國,給我們建造會堂。」ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.For he loveth our nation, and he hath built us a synagogue.
6
耶穌就和他們同去。離那家不遠,百夫長託幾個朋友去見耶穌,對他說:「 主啊,不要勞動。因你 進 我舍下,我不敢當;Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·Then Jesus went with them. And when he was now not far from the house, the centurion sent friends to him, saying unto him, Lord, trouble not thyself: for I am not worthy that thou shouldest enter under my roof:
7
我也自以為不配去見你;只要你說一句話,我的僕人就必好了。διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.Wherefore neither thought I myself worthy to come unto thee: but say in a word, and my servant shall be healed.
8
因為我 也 在人的權下,也有兵在我以下,我 對這個說:『去』,他就去;對那個說:『來』,他就來;對我的僕人說:『你作這事』,他就去作。」Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.For I also am a man set under authority, having under me soldiers, and I say unto one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth [it].
9
耶穌聽見 這些 話,就希奇他,轉身對跟隨 他 的 百姓 說:「我告訴你們:『這麼大的信心,就是在以色列中,我也沒有遇見過。』」Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε, Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.When Jesus heard these things, he marvelled at him, and turned him about, and said unto the people that followed him, I say unto you, I have not found so great faith, no, not in Israel.
10
那託來的人回到百夫長家裏,看見 那害病的 僕人已經好了。Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.And they that were sent, returning to the house, found the servant whole that had been sick.
11
次日,耶穌往一座城去,這城名叫拿因;他 許多 門徒和 許多百姓 與他同行。Καὶ ἐγένετο ἐν τῇ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοί, καὶ ὄχλος πολύς.And it came to pass the day after, that he went into a city called Nain; and many of his disciples went with him, and much people.
12
將近城門,見 有一個死人被抬出來,這人是他母親獨生的兒子,他母親又是寡婦;有城裏的許多人同著寡婦送殯。Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.Now when he came nigh to the gate of the city, behold, there was a dead man carried out, the only son of his mother, and she was a widow: and much people of the city was with her.
13
主看見那寡婦,就憐憫她,對她說:「不要哭。」Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε.And when the Lord saw her, he had compassion on her, and said unto her, Weep not.
14
耶穌便 進前按著槓;抬 他 的人就站住了。耶穌說:「少年人,我 對你說:『起來。』」Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.And he came and touched the bier: and they that bare [him] stood still. And he said, Young man, I say unto thee, Arise.
15
那死人就坐起,開口 說話。耶穌便把他交給他母親。Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.And he that was dead sat up, and began to speak. And he delivered him to his mother.
16
有恐懼臨到眾人;他們 歸榮耀與 神,說:「有大先知在我們中間興起來了」;又說:「 神眷顧了他的百姓。」Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.And there came a fear on all: and they glorified God, saying, That a great prophet is risen up among us; and, That God hath visited his people.
17
他這事的風聲就傳遍了猶太和周圍地方。Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ.And this rumour of him went forth throughout all Judaea, and throughout all the region round about.
18
約翰的門徒把這些事都告訴約翰。Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.And the disciples of John shewed him of all these things.
19
約翰 便叫了 他 兩個門徒來,打發他們到 耶穌 那裏去,說:「那將要來的是你麼?還是我們等候別人呢?」Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;And John calling [unto him] two of his disciples sent [them] to Jesus, saying, Art thou he that should come? or look we for another?
20
那兩個人來到耶穌那裏,說:「施浸的約翰打發我們來問你:『那將要來的是你嗎?還是我們等候別人呢?』」Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;When the men were come unto him, they said, John Baptist hath sent us unto thee, saying, Art thou he that should come? or look we for another?
21
正當那時候,耶穌治好了許多有疾病的,受災患的,被惡 靈 附著的;他又 叫 許多 瞎子能看見。Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.And in that same hour he cured many of [their] infirmities and plagues, and of evil spirits; and unto many [that were] blind he gave sight.
22
那時,耶穌回答 他們 說:「你們去,把所看見所聽見的事告訴約翰:就是瞎子 怎麼 看見,瘸子 怎麼 行走,長大痲瘋的 怎麼 潔淨,聾子 怎麼 聽見,死人復活,窮人 怎麼 有福音傳給他們。Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·Then Jesus answering said unto them, Go your way, and tell John what things ye have seen and heard; how that the blind see, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, to the poor the gospel is preached.
23
凡不 以我為怪 的,就有福了。」καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.And blessed is [he], whosoever shall not be offended in me.
24
約翰所差來的人既走了,耶穌就對 百姓 講論約翰說:「你們從前出去到曠野,為 要看甚麼呢?要看風吹動的蘆葦嗎?Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου, Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;And when the messengers of John were departed, he began to speak unto the people concerning John, What went ye out into the wilderness for to see? A reed shaken with the wind?
25
但 你們出去,到底 為 要看甚麼?要看穿細軟衣服的人嗎?那穿華麗衣服、宴樂度日的人 正 在王宮裏。Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.But what went ye out for to see? A man clothed in soft raiment? Behold, they which are gorgeously apparelled, and live delicately, are in kings' courts.
26
只是 你們出去,究竟 為 要看甚麼?要看先知嗎?我告訴你們,是的,他比先知大多了。Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.But what went ye out for to see? A prophet? Yea, I say unto you, and much more than a prophet.
27
經上記著說:『 看哪,我要 在你面前 差遣我的使者,在你前面 為你 預備道路。』所說的就是這個人。Οὗτός ἐστι περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.This is [he], of whom it is written, Behold, I send my messenger before thy face, which shall prepare thy way before thee.
28
因為 我告訴你們:『凡婦人所生的,沒有一個 先知 大過 施浸 約翰的;然而 神的國裏最小的比他還大。』」Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.For I say unto you, Among those that are born of women there is not a greater prophet than John the Baptist: but he that is least in the kingdom of God is greater than he.
29
眾百姓和稅吏既受過約翰的浸,聽見 他的 話,就以 神為義。Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·And all the people that heard [him], and the publicans, justified God, being baptized with the baptism of John.
30
但法利賽人和律法師 沒有受約翰的浸,竟厭棄 神的美意,自害招損。οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.But the Pharisees and lawyers rejected the counsel of God against themselves, being not baptized of him.
31
主又說:「這樣,我可用甚麼比這世代的人呢?他們好像甚麼呢?Εἶπε δὲ ὁ Κύριος, Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;And the Lord said, Whereunto then shall I liken the men of this generation? and to what are they like?
32
他們 好像孩童坐在街市上,彼此呼叫說:『我們向你們吹笛,你們不跳舞;我們向你們 哀痛,你們不啼哭。』Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, καὶ λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.They are like unto children sitting in the marketplace, and calling one to another, and saying, We have piped unto you, and ye have not danced; we have mourned to you, and ye have not wept.
33
因為 施浸的約翰來,不吃餅,不喝酒;你們 便 說:『他是被 鬼魔 附著的。』Ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε, Δαιμόνιον ἔχει·For John the Baptist came neither eating bread nor drinking wine; and ye say, He hath a devil.
34
人子來,也吃也喝,你們說:『 看哪,他是貪食好酒的人,是稅吏和罪人的朋友。』ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.The Son of man is come eating and drinking; and ye say, Behold a gluttonous man, and a winebibber, a friend of publicans and sinners!
35
但智慧 的兒女,都以智慧為是。」Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.But wisdom is justified of all her children.
36
有一個法利賽人請耶穌和他 用餐。耶穌就到法利賽人家裏去坐席。Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.And one of the Pharisees desired him that he would eat with him. And he went into the Pharisee's house, and sat down to meat.
37
恰巧 那城裏有一個女人,是個罪人,知道耶穌在法利賽人家裏坐席,就拿著盛香膏的玉 盒,Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,And, behold, a woman in the city, which was a sinner, when she knew that [Jesus] sat at meat in the Pharisee's house, brought an alabaster box of ointment,
38
站在耶穌背後,挨著他的腳哭,眼淚 便洗 耶穌的腳,就用自己的頭髮擦乾,又用嘴連連親他的腳,把香膏抹上。καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ.And stood at his feet behind [him] weeping, and began to wash his feet with tears, and did wipe [them] with the hairs of her head, and kissed his feet, and anointed [them] with the ointment.
39
請耶穌的法利賽人看見這事,他 心裏說:「這人若是先知,必知道摸他的是誰,是個怎樣的女人;因她 是個罪人。」Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.Now when the Pharisee which had bidden him saw [it], he spake within himself, saying, This man, if he were a prophet, would have known who and what manner of woman [this is] that toucheth him: for she is a sinner.
40
耶穌 回答 對他說:「西門,我有句話要對你說。」西門說:「夫子,請說。」Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι, Διδάσκαλε, εἰπέ.And Jesus answering said unto him, Simon, I have somewhat to say unto thee. And he saith, Master, say on.
41
耶穌說:「一個債主有兩個人欠他的債;一個欠五十兩銀子,一個欠五兩銀子。Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.There was a certain creditor which had two debtors: the one owed five hundred pence, and the other fifty.
42
因為他們 無可 償還,債主就 寬然 免了他們兩個人的債。現在你告訴我,這兩個人那一個更愛他呢?」Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;And when they had nothing to pay, he frankly forgave them both. Tell me therefore, which of them will love him most?
43
西門回答說:「我 看 是那多得 饒恕 的人。」耶穌 對他 說:「你斷的 沒錯。」Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.Simon answered and said, I suppose that [he], to whom he forgave most. And he said unto him, Thou hast rightly judged.
44
於是 耶穌 轉過來,向著那女人,便對西門說:「你看見這女人嗎?我進了你的家,你沒有給我水洗腳;但這女人用眼淚 洗 了我的腳,用 她的 頭髮擦乾。Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.And he turned to the woman, and said unto Simon, Seest thou this woman? I entered into thine house, thou gavest me no water for my feet: but she hath washed my feet with tears, and wiped [them] with the hairs of her head.
45
你沒有與我親嘴;但這女人從我進來的時候就不住的用嘴親我的腳。Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾿ ἧς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.Thou gavest me no kiss: but this woman since the time I came in hath not ceased to kiss my feet.
46
你沒有用油抹我的頭;但這女人用香膏抹我的腳。Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.My head with oil thou didst not anoint: but this woman hath anointed my feet with ointment.
47
所以我告訴你:『她許多的罪都 饒恕 了;因為她的愛多。但那 饒恕 少的,他的愛就少。』」Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.Wherefore I say unto thee, Her sins, which are many, are forgiven; for she loved much: but to whom little is forgiven, [the same] loveth little.
48
他就 對那女人說:「你的罪 饒恕 了。」Εἶπε δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.And he said unto her, Thy sins are forgiven.
49
與他 同席的人 就 心裏說:「這是甚麼人,也 饒恕 人的罪呢?」Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;And they that sat at meat with him began to say within themselves, Who is this that forgiveth sins also?
50
耶穌對那女人說:「妳的信救了你;平平安安的回去吧。」Εἶπε δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.And he said to the woman, Thy faith hath saved thee; go in peace.