馬可福音
第 12 章
1
耶穌就用比喻對他們說:「有人栽了一個葡萄園,周圍圈上籬笆,挖了一個壓酒 處,蓋了一座樓,租給園戶,就往 遠方 去了。Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.And he began to speak unto them by parables. A [certain] man planted a vineyard, and set an hedge about [it], and digged [a place for] the winefat, and built a tower, and let it out to husbandmen, and went into a far country.
2
到了時候,他 打發一個僕人到園戶那裏,要從園戶收葡萄園的果子。Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.And at the season he sent to the husbandmen a servant, that he might receive from the husbandmen of the fruit of the vineyard.
3
園戶拿住他,打了他,叫他空手回去。Οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν.And they caught [him], and beat him, and sent [him] away empty.
4
他 再打發一個僕人到他們那裏;他們用石頭打他,打傷他的頭,並且凌辱他,叫他回去。Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον.And again he sent unto them another servant; and at him they cast stones, and wounded [him] in the head, and sent [him] away shamefully handled.
5
他 又打發一個僕人去;他們就殺了他,後又打發 許多 僕人去;有被他們打的,有被他們殺的。Καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτείνοντες.And again he sent another; and him they killed, and many others; beating some, and killing some.
6
這樣,還有一個 兒子,乃園主所疼愛的,末後又打發他 到他們 去,意思說:『他們必尊敬我的兒子。』Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.Having yet therefore one son, his wellbeloved, he sent him also last unto them, saying, They will reverence my son.
7
不料,那些園戶彼此說:『這是承受產業的;來吧,我們殺他,產業就歸我們了。』Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.But those husbandmen said among themselves, This is the heir; come, let us kill him, and the inheritance shall be our's.
8
他們便 拿住他,殺了他,把他丟在園外。Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος.And they took him, and killed [him], and cast [him] out of the vineyard.
9
這樣,葡萄園的主人要怎麼辦呢?他要來除滅那些園戶,將葡萄園轉給別人。Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.What shall therefore the lord of the vineyard do? he will come and destroy the husbandmen, and will give the vineyard unto others.
10
你們豈沒有念過這聖經說:『匠人所棄的石頭,成為 房角的頭塊石頭;Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·And have ye not read this scripture; The stone which the builders rejected is become the head of the corner:
11
這是 主所作的,在我們眼中看為希奇』嗎?」παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;This was the Lord's doing, and it is marvellous in our eyes?
12
他們就想要捉拿他,只是懼怕百姓;因他們知道這比喻是指著他們說的;他們 於是離開他走了。Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.And they sought to lay hold on him, but feared the people: for they knew that he had spoken the parable against them: and they left him, and went their way.
13
他們便 打發幾個法利賽人和幾個希律黨的人到耶穌那裏,要就著他的話陷害他。Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.And they send unto him certain of the Pharisees and of the Herodians, to catch him in [his] words.
14
他們來了,就對他說:「 夫子,我們知道你是誠實的,一人 你都不徇情面;因為你不看人的外貌,乃是誠誠實實傳 神的道:納稅給凱撒可以不可以?Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Ἔξεστι κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ;And when they were come, they say unto him, Master, we know that thou art true, and carest for no man: for thou regardest not the person of men, but teachest the way of God in truth: Is it lawful to give tribute to Caesar, or not?
15
我們該納不該納?」 但 耶穌知道他們的假意,就對他們說:「你們為甚麼試探我?拿一個 錢 來給我看。」Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.Shall we give, or shall we not give? But he, knowing their hypocrisy, said unto them, Why tempt ye me? bring me a penny, that I may see [it].
16
他們就拿了來。耶穌 對他們 說:「這像和這號是誰的?」他們 對他 說:「是凱撒的。」Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος.And they brought [it]. And he saith unto them, Whose [is] this image and superscription? And they said unto him, Caesar's.
17
耶穌 回答 他們 說:「凱撒的物當歸給凱撒,神的物當歸給 神。」他們就 希奇 他。Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.And Jesus answering said unto them, Render to Caesar the things that are Caesar's, and to God the things that are God's. And they marvelled at him.
18
就有撒都該人到耶穌那裏,撒都該人常說沒有復活的事;他們問 耶穌說:Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες,Then come unto him the Sadducees, which say there is no resurrection; and they asked him, saying,
19
「 夫子,摩西為我們寫著說:『人若 有兄弟 死了,撇下 他的 妻子,沒有 兒女,他兄弟當娶他的妻,為哥哥生子立後。』Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Master, Moses wrote unto us, If a man's brother die, and leave [his] wife [behind him], and leave no children, that his brother should take his wife, and raise up seed unto his brother.
20
如今 有弟兄七人;第一個娶了妻,死了,沒有留下孩子。Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα·Now there were seven brethren: and the first took a wife, and dying left no seed.
21
第二個娶了她,也死了,沒有留下孩子;第三個也是這樣。καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως.And the second took her, and died, neither left he any seed: and the third likewise.
22
那七個人都 娶過她,總 沒有留下孩子;末了,那婦人也死了。Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.And the seven had her, and left no seed: last of all the woman died also.
23
故此,當復活、他們要起來 的時候,她 將 是那一個的妻子呢?因為他們七個人都娶過她。」Ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.In the resurrection therefore, when they shall rise, whose wife shall she be of them? for the seven had her to wife.
24
耶穌 回答 他們 說:「你們所以錯了,豈不是因為 你們 不明白聖經,不曉得 神的大能嗎?Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;And Jesus answering said unto them, Do ye not therefore err, because ye know not the scriptures, neither the power of God?
25
人從死裏復活,也不娶也不嫁;乃像天上的 天使 一樣。Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.For when they shall rise from the dead, they neither marry, nor are given in marriage; but are as the angels which are in heaven.
26
論到死人復活,你們沒有念過摩西的書上所載、神 怎樣在荊棘中 對摩西說:『我是亞伯拉罕的 神,以撒的 神,雅各的 神』嗎?Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τῆς βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ;And as touching the dead, that they rise: have ye not read in the book of Moses, how in the bush God spake unto him, saying, I [am] the God of Abraham, and the God of Isaac, and the God of Jacob?
27
神不是死人的 神,乃是活人的 神;所以 你們是大錯了。」Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.He is not the God of the dead, but the God of the living: ye therefore do greatly err.
28
有一個文士來,聽見他們辯論,見 耶穌回答的好,就問他說:「 一切 誡命中,那是第一要緊的呢?」Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ πρώτη πασῶν ἐντολή;And one of the scribes came, and having heard them reasoning together, and perceiving that he had answered them well, asked him, Which is the first commandment of all?
29
耶穌回答 他 說:「 一切誡命中,第一要緊的就是說:『以色列啊,你要聽;主─我們 神是獨一的 主。Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πασῶν τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστί·And Jesus answered him, The first of all the commandments [is], Hear, O Israel; The Lord our God is one Lord:
30
你要盡心、盡性、盡意、盡力愛 主─你的 神。』 這是第一要緊的誡命。καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή.And thou shalt love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy mind, and with all thy strength: this [is] the first commandment.
31
其次 也相仿,就是說:『 你 要愛 鄰 如己。』再沒有比這兩條誡命更大的了。」Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.And the second [is] like, [namely] this, Thou shalt love thy neighbour as thyself. There is none other commandment greater than these.
32
那文士對耶穌說:「 你說得好,夫子,你說得不錯。因為只有一位 神;除了他以外,再沒有別的神。Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·And the scribe said unto him, Well, Master, thou hast said the truth: for there is one God; and there is none other but he:
33
並且盡心、盡智、盡性、盡力愛他,人 又愛 鄰 如己,就比一切 全牲的 燔祭和各樣祭祀 為好。」καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν.And to love him with all the heart, and with all the understanding, and with all the soul, and with all the strength, and to love [his] neighbour as himself, is more than all whole burnt offerings and sacrifices.
34
耶穌見他回答的有智慧,就對他說:「你離 神的國不遠了。」從此以後,沒有人敢再問他甚麼。Καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.And when Jesus saw that he answered discreetly, he said unto him, Thou art not far from the kingdom of God. And no man after that durst ask him [any question].
35
耶穌在殿裏教訓人,回答 說:「文士怎麼說 基督是大衛的 子孫呢?Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστι Δαβίδ;And Jesus answered and said, while he taught in the temple, How say the scribes that Christ is the Son of David?
36
大衛 自己 被 聖靈感動,說:『 耶和華 對我 主說:『你坐在我的右邊,等我使你仇敵作你的腳凳。』Αὐτὸς γὰρ Δαβὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.For David himself said by the Holy Ghost, The LORD said to my Lord, Sit thou on my right hand, till I make thine enemies thy footstool.
37
所以大衛自己 稱他為 主;這樣,他怎麼又是大衛的子孫呢?」 平民 都喜歡聽他。Αὐτὸς οὖν Δαβὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.David therefore himself calleth him Lord; and whence is he [then] his son? And the common people heard him gladly.
38
耶穌在 道理 之間,對他們 說:「你們要防備文士,他們 愛 穿長衣 出往,喜愛人在街市上問他們的安,Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,And he said unto them in his doctrine, Beware of the scribes, which love to go in long clothing, and [love] salutations in the marketplaces,
39
又喜愛會堂裏的高位,筵席上的首座;καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·And the chief seats in the synagogues, and the uppermost rooms at feasts:
40
他們侵吞寡婦的家產,假意作很長的禱告;這些人要受更重的 咒詛。」οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.Which devour widows' houses, and for a pretence make long prayers: these shall receive greater damnation.
41
耶穌對銀庫坐著,看 百姓 怎樣投錢入庫;多有 財主往裏投了 許多 的錢。Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.And Jesus sat over against the treasury, and beheld how the people cast money into the treasury: and many that were rich cast in much.
42
有一個窮寡婦來,往裏投了兩個小錢,就是一個大錢。Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.And there came a certain poor widow, and she threw in two mites, which make a farthing.
43
耶穌叫 他的 門徒來,對他們 說:「我實在告訴你們:『這窮寡婦 所 投入庫裏的,比眾人所投的更多。Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον·And he called [unto him] his disciples, and saith unto them, Verily I say unto you, That this poor widow hath cast more in, than all they which have cast into the treasury:
44
因為,他們都是自己 多有餘剩,拿出來投在裏頭;但這寡婦是自己不足,把她一切養生的都投上了。」πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.For all [they] did cast in of their abundance; but she of her want did cast in all that she had, [even] all her living.