馬可福音
第 5 章
1
他們來到海那邊 加大拉 人的地方。Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν.And they came over unto the other side of the sea, into the country of the Gadarenes.
2
耶穌一下船,隨即 有一個被污 靈 附著的人從墳塋裏出來迎著他,Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,And when he was come out of the ship, immediately there met him out of the tombs a man with an unclean spirit,
3
那人常住在墳塋 間;沒有人能捆住他,就是 多用鐵鏈 也不能。ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνημείοις· καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι,Who had [his] dwelling among the tombs; and no man could bind him, no, not with chains:
4
因為人屢次用腳鐐和鐵鏈捆鎖他,鐵鏈竟被他掙斷了,腳鐐也被他弄碎了。總沒有人能制伏他。διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι·Because that he had been often bound with fetters and chains, and the chains had been plucked asunder by him, and the fetters broken in pieces: neither could any [man] tame him.
5
他晝夜常在 山中 和 墳塋裏 喊叫,又用石頭砍自己。καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.And always, night and day, he was in the mountains, and in the tombs, crying, and cutting himself with stones.
6
只是 他遠遠的看見耶穌,就跑過去 敬拜 他,Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν αὐτῷ,But when he saw Jesus afar off, he ran and worshipped him,
7
大聲呼叫說:「 你這 至高 神的 兒子耶穌,我與你有甚麼相干?我指著 神懇求你,不要叫我受苦。」καὶ κράξας φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.And cried with a loud voice, and said, What have I to do with thee, Jesus, [thou] Son of the most high God? I adjure thee by God, that thou torment me not.
8
是因耶穌 對 他說:「 你這 污 靈,從這人身上出來吧。」Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.For he said unto him, Come out of the man, [thou] unclean spirit.
9
耶穌問他說:「你名叫甚麼?」 他 回答說:「我名叫『群』;因為我們多的緣故。」Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; Καὶ ἀπεκρίθη, λέγων, Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.And he asked him, What [is] thy name? And he answered, saying, My name [is] Legion: for we are many.
10
他 就再三的求耶穌,不要 打發 他們離開那地方。Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.And he besought him much that he would not send them away out of the country.
11
在那裏 離山不遠,有一大群豬 餵食。Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη·Now there was there nigh unto the mountains a great herd of swine feeding.
12
鬼魔 就 都 央求耶穌說:「求你打發我們往豬群裏,附著豬去。」καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.And all the devils besought him, saying, Send us into the swine, that we may enter into them.
13
耶穌准了他們 離開。污 靈 就出來,進入豬裏去。於是那群豬闖下 山坡,投在海裏,;)淹死了。Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.And forthwith Jesus gave them leave. And the unclean spirits went out, and entered into the swine: and the herd ran violently down a steep place into the sea, (they were about two thousand;) and were choked in the sea.
14
放豬的就逃跑了,去告訴城裏和鄉下的人。眾人就來,要看 所作的 是甚麼事。Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός·And they that fed the swine fled, and told [it] in the city, and in the country. And they went out to see what it was that was done.
15
他們來到耶穌那裏,看見那被 那鬼魔 附著的人,又是 從前被 群魔 所附的,坐著,穿上衣服,心裏明白過來;他們就害怕。καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν.And they come to Jesus, and see him that was possessed with the devil, and had the legion, sitting, and clothed, and in his right mind: and they were afraid.
16
看見這事的,便將 那鬼魔 所附之人所遇見的和那群豬的事都告訴了眾人。Καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.And they that saw [it] told them how it befell to him that was possessed with the devil, and [also] concerning the swine.
17
眾人就央求耶穌離開他們的境界。Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.And they began to pray him to depart out of their coasts.
18
耶穌 上了船 的時候,那從前被 那鬼魔 附著的人懇求和耶穌同在。Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ᾖ μετ᾿ αὐτοῦ.And when he was come into the ship, he that had been possessed with the devil prayed him that he might be with him.
19
耶穌不許,卻對他說:「你回家去,到你的 親友 那裏,將 主為你所作的是何等大的事,是怎樣 憐恤 你,都告訴他們。」Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος ἐποίησε, καὶ ἠλέησέ σε.Howbeit Jesus suffered him not, but saith unto him, Go home to thy friends, and tell them how great things the Lord hath done for thee, and hath had compassion on thee.
20
那人就 離開,在低加坡里傳揚耶穌為他作了何等大的事;眾人就都希奇。Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.And he departed, and began to publish in Decapolis how great things Jesus had done for him: and all [men] did marvel.
21
耶穌坐船又渡到那邊去,就有許多人到他那裏聚集;他正在海邊上。Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.And when Jesus was passed over again by ship unto the other side, much people gathered unto him: and he was nigh unto the sea.
22
忽然 有一個管會堂的人,名叫葉魯;他一見 耶穌,就俯伏在他腳前,Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,And, behold, there cometh one of the rulers of the synagogue, Jairus by name; and when he saw him, he fell at his feet,
23
切切的 求他,說:「我的小女兒快要死了。我 求你去按手在她身上,使她痊癒;她就必 活了。」καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται.And besought him greatly, saying, My little daughter lieth at the point of death: [I pray thee], come and lay thy hands on her, that she may be healed; and she shall live.
24
耶穌就和他同去;有許多人跟隨擁擠他。Καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.And [Jesus] went with him; and much people followed him, and thronged him.
25
有一個女人,患了十二年的血漏,Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,And a certain woman, which had an issue of blood twelve years,
26
在 許多 醫生手裏受了許多的苦,又花盡了她所有的,一點也不見好,病勢反倒更重了,καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,And had suffered many things of many physicians, and had spent all that she had, and was nothing bettered, but rather grew worse,
27
她 聽見耶穌,就從後頭來,雜在眾人中間,摸耶穌的衣服。ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·When she had heard of Jesus, came in the press behind, and touched his garment.
28
因她 說:「我 若 只 摸著 他的衣服,也必痊癒。」ἔλεγε γὰρ ὅτι Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.For she said, If I may touch but his clothes, I shall be whole.
29
於是她血漏的源頭立刻乾了;她便覺得身上的 那 災病好了。Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.And straightway the fountain of her blood was dried up; and she felt in [her] body that she was healed of that plague.
30
耶穌頓時心裏覺得有能力從自己身上出去,就在眾人中間轉過來,說:「誰摸我的衣服?」Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων;And Jesus, immediately knowing in himself that virtue had gone out of him, turned him about in the press, and said, Who touched my clothes?
31
他的 門徒對他說:「你看眾人擁擠你,還說『誰摸我』嗎?」Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο;And his disciples said unto him, Thou seest the multitude thronging thee, and sayest thou, Who touched me?
32
耶穌周圍觀看,要見作這事的女人。Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.And he looked round about to see her that had done this thing.
33
然而,那女人知道在自己身上所成的事,就恐懼戰兢,來俯伏在耶穌跟前,將實情全告訴他。Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.But the woman fearing and trembling, knowing what was done in her, came and fell down before him, and told him all the truth.
34
耶穌對她說:「女兒,妳的信 使你痊癒了;平平安安的回去吧,妳的災病痊癒了。」Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.And he said unto her, Daughter, thy faith hath made thee whole; go in peace, and be whole of thy plague.
35
他 還說話的時候,有人從管會堂的家裏來,說:「你的女兒死了;何必還勞動 夫子 呢?」Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;While he yet spake, there came from the ruler of the synagogue's [house certain] which said, Thy daughter is dead: why troublest thou the Master any further?
36
耶穌 一 聽見所說的話,就對管會堂的說:「不要怕,只要信。」Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε.As soon as Jesus heard the word that was spoken, he saith unto the ruler of the synagogue, Be not afraid, only believe.
37
於是帶著彼得、雅各、和雅各的兄弟約翰同去,不許別人跟隨他。Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.And he suffered no man to follow him, save Peter, and James, and John the brother of James.
38
他 來到管會堂的家裏,看見 那裏亂嚷,並有人大大的哭泣哀號。Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά.And he cometh to the house of the ruler of the synagogue, and seeth the tumult, and them that wept and wailed greatly.
39
他 進到裏面,就對他們說:「為甚麼亂嚷哭泣呢?女子 不是死了,是睡著了。」Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.And when he was come in, he saith unto them, Why make ye this ado, and weep? the damsel is not dead, but sleepeth.
40
他們就嗤笑耶穌。耶穌把他們都趕出去,就帶著 女子 的父母,和跟隨的人進了 女子 所 臥 的地方。Καὶ κατεγέλων αὐτοῦ. Ὁ δέ, ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον.And they laughed him to scorn. But when he had put them all out, he taketh the father and the mother of the damsel, and them that were with him, and entereth in where the damsel was lying.
41
他 就拉著 女子 的手,對她說:「大利大,古米」;翻出來就是說:「 女子,我 對妳說,起來。」Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.And he took the damsel by the hand, and said unto her, Talitha cumi; which is, being interpreted, Damsel, I say unto thee, arise.
42
那 女子 立時起來,並且行走;原來女子已經十二歲了。他們就大大的驚奇。Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ.And straightway the damsel arose, and walked; for she was [of the age] of twelve years. And they were astonished with a great astonishment.
43
耶穌 嚴嚴 的囑咐他們,不要叫人知道這事;又吩咐給她東西吃。Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.And he charged them straitly that no man should know it; and commanded that something should be given her to eat.