曲目: 以西結書 28
馬可福音 · 章節
馬可福音

第 9 章

1
耶穌又對他們說:「我實在告訴你們:『站在這裏的,有人 必不 嘗死味,直等他們 看見 神的國大有能力臨到。』」Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.And he said unto them, Verily I say unto you, That there be some of them that stand here, which shall not taste of death, till they have seen the kingdom of God come with power.
2
過了六天,耶穌帶著彼得、雅各、約翰,獨獨的 領他們 上了高山;就在他們面前變了形像。Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,And after six days Jesus taketh [with him] Peter, and James, and John, and leadeth them up into an high mountain apart by themselves: and he was transfigured before them.
3
他的 衣服放光,極其 雪 白;地上漂布的,彷彿 沒有一個能漂得那樣白。καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.And his raiment became shining, exceeding white as snow; so as no fuller on earth can white them.
4
忽然,有以利亞同摩西向他們顯現;並且 他們 和耶穌說話。Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.And there appeared unto them Elias with Moses: and they were talking with Jesus.
5
彼得 回答 耶穌說:「 夫子,我們在這裏真好。可以搭三座棚:一座為你,一座為摩西,一座為以利亞。」Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.And Peter answered and said to Jesus, Master, it is good for us to be here: and let us make three tabernacles; one for thee, and one for Moses, and one for Elias.
6
彼得 原 不知道說甚麼才好;因為他們甚是懼怕。Οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.For he wist not what to say; for they were sore afraid.
7
有一朵雲彩來遮蓋他們;也有聲音從雲彩裏出來,說:「這是我的愛 子;你們要聽他。」Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.And there was a cloud that overshadowed them: and a voice came out of the cloud, saying, This is my beloved Son: hear him.
8
忽然,門徒 周圍一看,不再見一人,只見耶穌同他們在那裏。Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν.And suddenly, when they had looked round about, they saw no man any more, save Jesus only with themselves.
9
他們正下山,耶穌囑咐他們說,人子還沒有從死裏復活,他們 不要將所看見的告訴人。Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.And as they came down from the mountain, he charged them that they should tell no man what things they had seen, till the Son of man were risen from the dead.
10
門徒將 那 話存記在心,彼此議論從死裏復活是甚麼意思。Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.And they kept that saying with themselves, questioning one with another what the rising from the dead should mean.
11
他們就問耶穌說:「文士為甚麼說以利亞必須先來?」Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;And they asked him, saying, Why say the scribes that Elias must first come?
12
耶穌 回答告訴他們 說:「以利亞 實在 先來,復興 一切的事;經上 也 指著 人子說,他 必要 受許多的苦,被人輕慢。Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.And he answered and told them, Elias verily cometh first, and restoreth all things; and how it is written of the Son of man, that he must suffer many things, and be set at nought.
13
我告訴你們:『以利亞 實在 已經來了,他們 卻 任意待他,正如經上所指著他的話。』」Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν.But I say unto you, That Elias is indeed come, and they have done unto him whatsoever they listed, as it is written of him.
14
耶穌到了 他的 門徒那裏,看見有許多人圍著他們,又有文士和他們辯論。Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.And when he came to [his] disciples, he saw a great multitude about them, and the scribes questioning with them.
15
百姓 一見耶穌,都甚希奇,就跑上去問他的安。Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.And straightway all the people, when they beheld him, were greatly amazed, and running to [him] saluted him.
16
耶穌問 文士 說:「你們和他們辯論的是甚麼?」Καὶ ἐπηρώτησε τοὺς γραμματεῖς, Τί συζητεῖτε πρὸς αὐτούς;And he asked the scribes, What question ye with them?
17
眾人中間有一個人回答說:「 夫子,我帶了我的兒子到你這裏來,他被啞吧的 靈 附著;Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.And one of the multitude answered and said, Master, I have brought unto thee my son, which hath a dumb spirit;
18
無論在哪裏,牠抓住 他,使他抽瘋。他就口中流沫,咬牙切齒,身體枯乾。我請過你的門徒把 牠 趕出去;他們卻是不能。」Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.And wheresoever he taketh him, he teareth him: and he foameth, and gnasheth with his teeth, and pineth away: and I spake to thy disciples that they should cast him out; and they could not.
19
耶穌 回答他說:「不信的世代啊,我在你們這裏要到幾時呢?我忍耐你們要到幾時呢?把他帶到我這裏來吧。」Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.He answereth him, and saith, O faithless generation, how long shall I be with you? how long shall I suffer you? bring him unto me.
20
他們就帶了他來。他一見耶穌,那靈 便 叫他抽了一陣瘋;他就 倒在地上,翻來覆去,口中流沫。Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.And they brought him unto him: and when he saw him, straightway the spirit tare him; and he fell on the ground, and wallowed foaming.
21
耶穌問他父親說:「他得這病有多少日子呢?」 他就 說:「從小的時候。Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε, Παιδιόθεν.And he asked his father, How long is it ago since this came unto him? And he said, Of a child.
22
牠 屢次把他扔在火裏、水裏,要滅他;倘若你 能作甚麼,求你憐憫我們,幫助我們。」Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.And ofttimes it hath cast him into the fire, and into the waters, to destroy him: but if thou canst do any thing, have compassion on us, and help us.
23
耶穌對他說:「你若能信,在信的人,凡事都能。」Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.Jesus said unto him, If thou canst believe, all things [are] possible to him that believeth.
24
孩子的父親立時 流淚地 喊著說:「 主啊,我信;但我信不足,求 你 幫助。」Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγε, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.And straightway the father of the child cried out, and said with tears, Lord, I believe; help thou mine unbelief.
25
耶穌看見 百姓 都跑上來,就斥責那 污靈,對他 說:「你這聾啞的 靈,我 囑咐 你從他裏頭出來,再不要進去。」Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.When Jesus saw that the people came running together, he rebuked the foul spirit, saying unto him, [Thou] dumb and deaf spirit, I charge thee, come out of him, and enter no more into him.
26
那 靈 喊叫,使孩子大大的抽了一陣瘋,就 從他裏頭 出來了。孩子好像死了一般;以致 許多人 說:「他是死了。」Καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.And [the spirit] cried, and rent him sore, and came out of him: and he was as one dead; insomuch that many said, He is dead.
27
但耶穌拉著他的手,扶他起來;他就站起來了。Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη.But Jesus took him by the hand, and lifted him up; and he arose.
28
耶穌進了屋子,他 門徒就暗暗的問他說:「我們為甚麼不能趕出他去呢?」Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;And when he was come into the house, his disciples asked him privately, Why could not we cast him out?
29
耶穌 對他們 說:「非用禱告、禁食,這一類 總不能出來。」Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.And he said unto them, This kind can come forth by nothing, but by prayer and fasting.
30
他們離開那地方,經過加利利;耶穌不願意人知道。Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ.And they departed thence, and passed through Galilee; and he would not that any man should know [it].
31
因他 教訓 他的 門徒,對他們 說:「 人子將要被交在人手裏,他們要殺害他;被殺以後,第三天 他要復活。」Ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.For he taught his disciples, and said unto them, The Son of man is delivered into the hands of men, and they shall kill him; and after that he is killed, he shall rise the third day.
32
門徒卻不明白 那 話,又不敢問他。Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.But they understood not that saying, and were afraid to ask him.
33
耶穌 來到迦百農;他 在屋裏問門徒說:「你們在路上 彼此爭論 的是甚麼?」Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;And he came to Capernaum: and being in the house he asked them, What was it that ye disputed among yourselves by the way?
34
門徒 卻 不作聲;因為他們在路上彼此爭論誰為 最大。Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων.But they held their peace: for by the way they had disputed among themselves, who [should be] the greatest.
35
耶穌坐下,叫十二個門徒來,對他們 說:「若有人 起意 作首先的,他必作眾人末後的,作眾人的 僕人。」Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος.And he sat down, and called the twelve, and saith unto them, If any man desire to be first, [the same] shall be last of all, and servant of all.
36
耶穌 於是領過一個 孩子 來,叫他站在門徒中間;他既抱著 他,就 對他們說:Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς·And he took a child, and set him in the midst of them: and when he had taken him in his arms, he said unto them,
37
「凡為我名接待一個像這 孩子 的,就是接待我;凡接待我的,不是接待我,乃是接待那差我來的。」Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.Whosoever shall receive one of such children in my name, receiveth me: and whosoever shall receive me, receiveth not me, but him that sent me.
38
約翰 回答 耶穌說:「 夫子,我們看見一個人奉你的名趕出 鬼魔,他卻不跟從我們;我們就禁止他,因為他不跟從我們。」Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.And John answered him, saying, Master, we saw one casting out devils in thy name, and he followeth not us: and we forbad him, because he followeth not us.
39
耶穌 卻 說:「不要禁止他;因為沒有人奉我名行 神蹟,可以 輕易毀謗我。Ὁ δὲ Ἰησοῦς εἶπε, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.But Jesus said, Forbid him not: for there is no man which shall do a miracle in my name, that can lightly speak evil of me.
40
不敵擋我們的,就是 我們一邊的。Ὃς γὰρ οὐκ ἔστι καθ᾿ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.For he that is not against us is on our part.
41
凡因你們是屬 基督,奉我的名 給你們一杯水喝的,我實在告訴你們,他 必不失去 賞賜。」Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.For whosoever shall give you a cup of water to drink in my name, because ye belong to Christ, verily I say unto you, he shall not lose his reward.
42
「凡使這信我的一個小子 犯罪 的,倒不如把 磨石 縛在這人的頸項上,扔在海裏。Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.And whosoever shall offend one of [these] little ones that believe in me, it is better for him that a millstone were hanged about his neck, and he were cast into the sea.
43
倘若你一隻手叫你 犯罪,就把它砍下來;你缺了肢體進入永生,勝過 有兩隻手落到地獄,入那 永遠 不滅的火裏去;Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοι ἐστὶ κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,And if thy hand offend thee, cut it off: it is better for thee to enter into life maimed, than having two hands to go into hell, into the fire that never shall be quenched:
44
在那裏他們的蟲是不死的,火是不滅的。ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Where their worm dieth not, and the fire is not quenched.
45
倘若你一隻腳叫你 犯罪,就把它砍下來;你瘸腿進入永生,勝過 有兩隻腳被丟在地獄裏,入那 永遠 不滅的火裏去;Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,And if thy foot offend thee, cut it off: it is better for thee to enter halt into life, than having two feet to be cast into hell, into the fire that never shall be quenched:
46
在那裏他們的蟲是不死的,火是不滅的。ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Where their worm dieth not, and the fire is not quenched.
47
倘若你一隻眼叫你 犯罪,就去掉它;你只有一隻眼進入 神的國,勝過 有兩隻眼被丟在地獄的 火 裏;Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοι ἐστὶ μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός,And if thine eye offend thee, pluck it out: it is better for thee to enter into the kingdom of God with one eye, than having two eyes to be cast into hell fire:
48
在那裏 他們的 蟲是不死的,火是不滅的。ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Where their worm dieth not, and the fire is not quenched.
49
因為必用火當鹽醃各人,凡祭物必用鹽醃。Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.For every one shall be salted with fire, and every sacrifice shall be salted with salt.
50
鹽本是好的;若失了 鹽味,可用甚麼叫它再鹹呢?你們裏頭應當有鹽,彼此和睦。」Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.Salt [is] good: but if the salt have lost his saltness, wherewith will ye season it? Have salt in yourselves, and have peace one with another.