馬太福音
第 10 章
1
耶穌叫了十二個門徒來,就 給他們權柄,能趕逐 污靈,並醫治各樣的病症。Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.And when he had called unto [him] his twelve disciples, he gave them power [against] unclean spirits, to cast them out, and to heal all manner of sickness and all manner of disease.
2
這十二使徒的名:第一個叫西門、又稱彼得,還有他兄弟安得烈;西庇太的兒子雅各和雅各的兄弟約翰;Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ·Now the names of the twelve apostles are these; The first, Simon, who is called Peter, and Andrew his brother; James [the son] of Zebedee, and John his brother;
3
腓力和巴多羅買;多馬和稅吏馬太;亞勒腓的兒子雅各和 那稱呼達太的勒拜;Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος·Philip, and Bartholomew; Thomas, and Matthew the publican; James [the son] of Alphaeus, and Lebbaeus, whose surname was Thaddaeus;
4
迦南人 西門,還有加略人猶大,也就是賣耶穌的。Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.Simon the Canaanite, and Judas Iscariot, who also betrayed him.
5
耶穌差這十二個人去,吩咐他們說:「外邦人的路,你們不要走,撒瑪利亞人的城,你們不要進;Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·These twelve Jesus sent forth, and commanded them, saying, Go not into the way of the Gentiles, and into [any] city of the Samaritans enter ye not:
6
寧可往以色列家 失喪的 羊那裏去。πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.But go rather to the lost sheep of the house of Israel.
7
你們隨走,當隨傳 說:『天國近了。』Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.And as ye go, preach, saying, The kingdom of heaven is at hand.
8
醫治病人,叫長大痲瘋的潔淨,叫死人復活,把 鬼魔 趕出去;你們白白的得來,也要白白的捨去。Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.Heal the sick, cleanse the lepers, raise the dead, cast out devils: freely ye have received, freely give.
9
錢囊裏不要帶金銀銅錢,Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,Provide neither gold, nor silver, nor brass in your purses,
10
行路不要帶口袋;不要帶兩件褂子,不要多帶鞋,也不要多帶柺杖;因為工人得飲食是應當的。μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.Nor scrip for [your] journey, neither two coats, neither shoes, nor yet staves: for the workman is worthy of his meat.
11
你們無論進哪一城,哪一村,要打聽 裏面 誰是 配得的;就住在 那裏,直住到 你們 走的時候。Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε.And into whatsoever city or town ye shall enter, enquire who in it is worthy; and there abide till ye go thence.
12
你們 進 一 家裏去,要請 那家 的安。Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.And when ye come into an house, salute it.
13
那家若配得平安,你們所求的平安就必臨到那家;若不配得,你們所求的平安仍歸你們。Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.And if the house be worthy, let your peace come upon it: but if it be not worthy, let your peace return to you.
14
凡不接待你們、不聽你們話的人,你們離開那家,或是那城的時候,就把 你們 腳上的塵土 抖下 去。Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.And whosoever shall not receive you, nor hear your words, when ye depart out of that house or city, shake off the dust of your feet.
15
我實在告訴你們:『當審判的日子,所多瑪和蛾摩拉所受的,比那城還容易受呢。』Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.Verily I say unto you, It shall be more tolerable for the land of Sodom and Gomorrha in the day of judgment, than for that city.
16
「 看哪,我差你們去,如同羊進入狼群;所以你們要靈巧像蛇,馴良像鴿子。Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.Behold, I send you forth as sheep in the midst of wolves: be ye therefore wise as serpents, and harmless as doves.
17
但 要防備人─因為他們要把你們交給公會,也要在 他們 會堂裏鞭打你們;Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·But beware of men: for they will deliver you up to the councils, and they will scourge you in their synagogues;
18
並且你們要為我的緣故被送到諸侯君王面前,見證他們和外邦人的不是。καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.And ye shall be brought before governors and kings for my sake, for a testimony against them and the Gentiles.
19
然而,你們被交的時候,不要思慮怎樣說話,或說甚麼話;因為 正當 那時候,必賜給你們當說的話。Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε·But when they deliver you up, take no thought how or what ye shall speak: for it shall be given you in that same hour what ye shall speak.
20
因為不是你們自己說的,乃是你們 父的 靈 在你們裏頭說的。οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.For it is not ye that speak, but the Spirit of your Father which speaketh in you.
21
兄弟 要把 兄弟,父親要把 兒女,送到死地;兒女要 起來 與父母為敵,害死他們。Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.And the brother shall deliver up the brother to death, and the father the child: and the children shall rise up against [their] parents, and cause them to be put to death.
22
並且你們要為我的名被眾人恨惡;唯有忍耐到底的必然得救。Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.And ye shall be hated of all [men] for my name's sake: but he that endureth to the end shall be saved.
23
有人在這城裏逼迫你們,就逃到 別 城裏去;我實在告訴你們:『以色列的城邑,你們還沒有走遍,人子就到了。』Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.But when they persecute you in this city, flee ye into another: for verily I say unto you, Ye shall not have gone over the cities of Israel, till the Son of man be come.
24
學生 並不 高過先生,僕人 也 不 高過 他的 主人。Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.The disciple is not above [his] master, nor the servant above his lord.
25
學生 像他 先生一樣,僕人 像他 主人一樣,也就 夠了。人既罵家主是別西卜,何況他的家人,人要怎樣罵他們 呢?Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;It is enough for the disciple that he be as his master, and the servant as his lord. If they have called the master of the house Beelzebub, how much more [shall they call] them of his household?
26
「所以,不要怕他們。因為掩蓋的事沒有不露出來的;隱藏的事沒有不被人知道的。Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.Fear them not therefore: for there is nothing covered, that shall not be revealed; and hid, that shall not be known.
27
我在暗中告訴你們的,你們要在明處說出來;你們耳中所聽的,要在房上 傳揚 出來。Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.What I tell you in darkness, [that] speak ye in light: and what ye hear in the ear, [that] preach ye upon the housetops.
28
那殺身體,不能殺 元魂 的,不要怕他們;唯有能把身體和 元魂 都滅在地獄裏的,正要怕他。Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.And fear not them which kill the body, but are not able to kill the soul: but rather fear him which is able to destroy both soul and body in hell.
29
兩個麻雀不是賣一分銀子嗎?若是你們的 父不許,一個也不能掉在地上。Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν·Are not two sparrows sold for a farthing? and one of them shall not fall on the ground without your Father.
30
就是你們的頭髮也都被數過了。ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.But the very hairs of your head are all numbered.
31
所以,你們 不要懼怕,你們比許多麻雀還貴重。Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.Fear ye not therefore, ye are of more value than many sparrows.
32
「凡在人面前認我的,我在我天上的 父面前也必認他。Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.Whosoever therefore shall confess me before men, him will I confess also before my Father which is in heaven.
33
然而,凡在人面前不認我的,我在我天上的 父面前也必不認他。Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.But whosoever shall deny me before men, him will I also deny before my Father which is in heaven.
34
「 不要想 我來是叫地上太平;我來並不是叫地上太平,乃是叫地上動刀兵。Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.Think not that I am come to send peace on earth: I came not to send peace, but a sword.
35
因為我來是叫人與 他 父親 不合,女兒與 她 母親 不合,媳婦與 她 婆婆 不合。Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·For I am come to set a man at variance against his father, and the daughter against her mother, and the daughter in law against her mother in law.
36
人的仇敵就是 他 自己家裏的人。καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.And a man's foes [shall be] they of his own household.
37
「愛父母過於愛我的,不配作我的門徒;愛兒女過於愛我的,不配作我的門徒。Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος·He that loveth father or mother more than me is not worthy of me: and he that loveth son or daughter more than me is not worthy of me.
38
不背著他的十字架跟從我的,也不配作我的門徒。καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.And he that taketh not his cross, and followeth after me, is not worthy of me.
39
得著生命的,將要失喪生命;為我失喪生命的,將要得著生命。Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.He that findeth his life shall lose it: and he that loseth his life for my sake shall find it.
40
「人接待你們就是接待我,接待我就是接待那差我來的。Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.He that receiveth you receiveth me, and he that receiveth me receiveth him that sent me.
41
人因為先知的名接待先知,必得先知所得的賞賜;人因為義人的名接待義人,必得義人所得的賞賜。Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.He that receiveth a prophet in the name of a prophet shall receive a prophet's reward; and he that receiveth a righteous man in the name of a righteous man shall receive a righteous man's reward.
42
無論何人,因為門徒的名,只把一杯涼水給這小子裏的一個喝,我實在告訴你們,這人 總不失去 賞賜。」Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.And whosoever shall give to drink unto one of these little ones a cup of cold [water] only in the name of a disciple, verily I say unto you, he shall in no wise lose his reward.