馬太福音
第 21 章
1
耶穌和門徒將近耶路撒冷,到了伯法其,在橄欖山那裏,耶穌就打發兩個門徒,Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς,And when they drew nigh unto Jerusalem, and were come to Bethphage, unto the mount of Olives, then sent Jesus two disciples,
2
對他們說:「你們 一 往對面村子裏去,必看見一匹驢縛在那裏,還有驢駒同在一處;你們將 牠們 解開,牽到我這裏來。λέγων αὐτοῖς, Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.Saying unto them, Go into the village over against you, and straightway ye shall find an ass tied, and a colt with her: loose [them], and bring [them] unto me.
3
若有人對你們說甚麼,你們就說:『 主要用 牠們 』;那人必立時讓你們牽 牠們 來。Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς.And if any [man] say ought unto you, ye shall say, The Lord hath need of them; and straightway he will send them.
4
這事成就是要應驗先知的話,說:Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,All this was done, that it might be fulfilled which was spoken by the prophet, saying,
5
你們 要對 女子錫安 說:「看哪,你的 王來到你這裏,是溫柔的,又騎著驢,也 騎著驢駒子。」Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.Tell ye the daughter of Sion, Behold, thy King cometh unto thee, meek, and sitting upon an ass, and a colt the foal of an ass.
6
門徒就照耶穌所吩咐的去行,Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,And the disciples went, and did as Jesus commanded them,
7
牽了驢和驢駒來,把自己的衣服搭在 牠們 上面,他們就扶著耶穌騎上。ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον· καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισαν ἐπάνω αὐτῶν.And brought the ass, and the colt, and put on them their clothes, and they set [him] thereon.
8
有極多的人 把衣服鋪在路上;還有人砍下樹枝來,鋪在路上。Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.And a very great multitude spread their garments in the way; others cut down branches from the trees, and strawed [them] in the way.
9
前行後隨的眾人喊著說:和散那歸於大衛的 子孫。奉 主名來的是應當稱頌的;和散那至高在上。Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.And the multitudes that went before, and that followed, cried, saying, Hosanna to the Son of David: Blessed [is] he that cometh in the name of the Lord; Hosanna in the highest.
10
耶穌既進了耶路撒冷,合城都 震動 了,說:「這是誰?」Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος;And when he was come into Jerusalem, all the city was moved, saying, Who is this?
11
眾人說:「這是加利利拿撒勒的先知耶穌。」Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.And the multitude said, This is Jesus the prophet of Nazareth of Galilee.
12
耶穌進了 神的殿,趕出殿裏一切作買賣的人,推倒兌 錢 之人的桌子,和賣鴿子之人的 椅子;Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.And Jesus went into the temple of God, and cast out all them that sold and bought in the temple, and overthrew the tables of the moneychangers, and the seats of them that sold doves,
13
對他們說:「經上記著說:『我的殿必稱為禱告的殿』;你們倒 已使 它成為賊窩了。」Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.And said unto them, It is written, My house shall be called the house of prayer; but ye have made it a den of thieves.
14
在殿裏有瞎子、瘸子到耶穌跟前;他就治好了他們。Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς.And the blind and the lame came to him in the temple; and he healed them.
15
祭司長和文士看見耶穌所行的奇事,又見 孩子 在殿裏喊著說:「和散那歸於大衛的 子孫;」就甚 不歡喜,Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἠγανάκτησαν,And when the chief priests and scribes saw the wonderful things that he did, and the children crying in the temple, and saying, Hosanna to the Son of David; they were sore displeased,
16
對他說:「這些人所說的,你聽見了嗎?」耶穌 對他們 說:「是的;經上說『你從嬰孩和吃奶的口中完全了讚美』的話,你們沒有念過嗎?」καὶ εἶπον αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;And said unto him, Hearest thou what these say? And Jesus saith unto them, Yea; have ye never read, Out of the mouth of babes and sucklings thou hast perfected praise?
17
於是 他 離開他們,出城到伯大尼去;他便 在那裏住宿。Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.And he left them, and went out of the city into Bethany; and he lodged there.
18
早晨回城的時候,他餓了。Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε.Now in the morning as he returned into the city, he hungered.
19
那時,他 看見路旁有一棵無花果樹,就走到跟前,在樹上找不著甚麼,不過有葉子,就對樹說:「從今以後,你永不結果子。」那無花果樹就 當下 枯乾了。Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.And when he saw a fig tree in the way, he came to it, and found nothing thereon, but leaves only, and said unto it, Let no fruit grow on thee henceforward for ever. And presently the fig tree withered away.
20
門徒看見了,便希奇說:「 無花果樹枯乾了,何其快呢。」Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;And when the disciples saw [it], they marvelled, saying, How soon is the fig tree withered away!
21
耶穌回答 他們 說:「我實在告訴你們:『你們若有信心,不疑惑,不但能行無花果樹上所行的事,就是對這座山說:你挪開此地,投在海裏;也必成就。』Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.Jesus answered and said unto them, Verily I say unto you, If ye have faith, and doubt not, ye shall not only do this [which is done] to the fig tree, but also if ye shall say unto this mountain, Be thou removed, and be thou cast into the sea; it shall be done.
22
你們禱告,無論求甚麼,只要信,就必得著。」Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.And all things, whatsoever ye shall ask in prayer, believing, ye shall receive.
23
耶穌進了殿,正教訓人的時候,祭司長和民間的長老 來對 他說:「你仗著甚麼權柄作這些事?給你這權柄的是誰呢?」Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;And when he was come into the temple, the chief priests and the elders of the people came unto him as he was teaching, and said, By what authority doest thou these things? and who gave thee this authority?
24
耶穌回答 他們 說:「我也要問你們一句話,你們若告訴我,我就告訴你們我仗著甚麼權柄作這些事。Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.And Jesus answered and said unto them, I also will ask you one thing, which if ye tell me, I in like wise will tell you by what authority I do these things.
25
約翰的浸禮是從哪裏來的?是從天上來的?是從人間來的呢?」他們彼此商議說:「我們若說『從天上來』;他必對我們說:『這樣,你們為甚麼不信他呢?』Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;The baptism of John, whence was it? from heaven, or of men? And they reasoned with themselves, saying, If we shall say, From heaven; he will say unto us, Why did ye not then believe him?
26
但 我們 若說『從人間來』;我們又怕百姓;因為 眾人 都以約翰為先知。」Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.But if we shall say, Of men; we fear the people; for all hold John as a prophet.
27
他們 於是回答耶穌說:「我們 道不出來。」耶穌 對他們 說:「我也不告訴你們我仗著甚麼權柄作這些事。」Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.And they answered Jesus, and said, We cannot tell. And he said unto them, Neither tell I you by what authority I do these things.
28
「 但你們的意見如何?一個人有兩個兒子;他來對大兒子說:『我兒,你今天到 我 葡萄園裏去作工。』Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.But what think ye? A [certain] man had two sons; and he came to the first, and said, Son, go work to day in my vineyard.
29
他回答說:『我不去』;以後 他 卻 懊悔,就去了。Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε.He answered and said, I will not: but afterward he repented, and went.
30
又來對小兒子也是這樣說。他回答說:『父啊,我去』;他卻不去。Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.And he came to the second, and said likewise. And he answered and said, I [go], sir: and went not.
31
這兩個兒子,那一個是遵行他父的命呢?」他們 對他 說:「大兒子。」耶穌 對他們 說:「我實在告訴你們:『稅吏和娼妓倒比你們先進 神的國。』Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.Whether of them twain did the will of [his] father? They say unto him, The first. Jesus saith unto them, Verily I say unto you, That the publicans and the harlots go into the kingdom of God before you.
32
因為約翰遵著義路到你們這裏來,你們卻不信他;稅吏和娼妓倒信他。你們看見了,後來還是不懊悔去信他。Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.For John came unto you in the way of righteousness, and ye believed him not: but the publicans and the harlots believed him: and ye, when ye had seen [it], repented not afterward, that ye might believe him.
33
「你們再聽一個比喻:有個家主栽了一個葡萄園,周圍圈上籬笆,裏面挖了一個壓酒池,蓋了一座樓,租給園戶,就往 遠方 去了;Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.Hear another parable: There was a certain householder, which planted a vineyard, and hedged it round about, and digged a winepress in it, and built a tower, and let it out to husbandmen, and went into a far country:
34
收果子的時候近了,他 就打發 他 僕人到園戶那裏去,他們好 收 園裏的 果子。Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ.And when the time of the fruit drew near, he sent his servants to the husbandmen, that they might receive the fruits of it.
35
園戶拿住僕人,打了一個,殺了一個,用石頭打死一個。Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.And the husbandmen took his servants, and beat one, and killed another, and stoned another.
36
主人又打發別的僕人去,比先前更多;園戶還是照樣待他們。Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.Again, he sent other servants more than the first: and they did unto them likewise.
37
末了園主 打發他的兒子到他們那裏去,說:『他們必尊敬我的兒子。』Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου.But last of all he sent unto them his son, saying, They will reverence my son.
38
不料,園戶看見他兒子,他們 就彼此說:『這是承受產業的;來吧,我們殺他,強佔 他的產業。』Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.But when the husbandmen saw the son, they said among themselves, This is the heir; come, let us kill him, and let us seize on his inheritance.
39
他們就拿住他,把他 推出葡萄園外,殺了。Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.And they caught him, and cast [him] out of the vineyard, and slew [him].
40
既是這樣,園主來的時候要怎樣處治 那些 園戶呢?」Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;When the lord therefore of the vineyard cometh, what will he do unto those husbandmen?
41
他們 對他 說:「 園主 要下毒手除滅那些惡人,將 他的 葡萄園另租給那按著時候交果子的園戶。」Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.They say unto him, He will miserably destroy those wicked men, and will let out [his] vineyard unto other husbandmen, which shall render him the fruits in their seasons.
42
耶穌 對他們 說:「 聖經 上寫著:『匠人所棄的石頭,成為 房角的頭塊石頭;這是 主所作的,在我們眼中看為希奇。』這經你們沒有念過嗎?Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;Jesus saith unto them, Did ye never read in the scriptures, The stone which the builders rejected, the same is become the head of the corner: this is the Lord's doing, and it is marvellous in our eyes?
43
所以我告訴你們:『 神的國必從你們奪去,賜給那能結果子的 國。』Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.Therefore say I unto you, The kingdom of God shall be taken from you, and given to a nation bringing forth the fruits thereof.
44
誰掉在這石頭上,必要跌碎;這石頭掉在誰的身上,就要把誰砸得稀爛。」Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.And whosoever shall fall on this stone shall be broken: but on whomsoever it shall fall, it will grind him to powder.
45
祭司長和法利賽人聽見他的比喻,就看出他是指著他們說的。Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.And when the chief priests and Pharisees had heard his parables, they perceived that he spake of them.
46
他們 卻 想要捉拿他,只是怕眾人,因為眾人以他為先知。Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.But when they sought to lay hands on him, they feared the multitude, because they took him for a prophet.