馬太福音
第 8 章
1
耶穌下了山,有 極多的人 跟著他。Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί·When he was come down from the mountain, great multitudes followed him.
2
忽然 有一個長大痲瘋的來 敬拜 他,說:「 主啊,你 若肯,必能叫我潔淨了。」καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.And, behold, there came a leper and worshipped him, saying, Lord, if thou wilt, thou canst make me clean.
3
耶穌伸手摸他,說:「我肯;你潔淨了吧。」他的大痲瘋立刻就潔淨了。Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.And Jesus put forth [his] hand, and touched him, saying, I will; be thou clean. And immediately his leprosy was cleansed.
4
耶穌對他說:「你切不可告訴人;只要 你 去,把身體給祭司察看,獻上摩西所吩咐的禮物,對眾人作證據。」Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.And Jesus saith unto him, See thou tell no man; but go thy way, shew thyself to the priest, and offer the gift that Moses commanded, for a testimony unto them.
5
耶穌進了迦百農,有一個百夫長進前來,求他,Εἰσελθόντι δὲ τῷ Ἰησοῦ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν,And when Jesus was entered into Capernaum, there came unto him a centurion, beseeching him,
6
說:「 主啊,我的僕人害癱瘓病,躺在家裏,甚是疼苦。」καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.And saying, Lord, my servant lieth at home sick of the palsy, grievously tormented.
7
耶穌 對他 說:「我去醫治他。」Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.And Jesus saith unto him, I will come and heal him.
8
百夫長回答說:「 主啊,你到我舍下,我不敢當;只要你說一句話,我的僕人就必好了。Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου.The centurion answered and said, Lord, I am not worthy that thou shouldest come under my roof: but speak the word only, and my servant shall be healed.
9
因為我在人的權下,也有兵在我以下─ 我 對這 人 說:『去。』他就去;對那個說:『來。』他就來;對我的僕人說:『 去作這事。』他就去作。」Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.For I am a man under authority, having soldiers under me: and I say to this [man], Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth [it].
10
耶穌聽見就希奇,對跟從的人說:「我實在告訴你們,這麼大的信心,就是在以色列中,我也沒有遇見過。Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.When Jesus heard [it], he marvelled, and said to them that followed, Verily I say unto you, I have not found so great faith, no, not in Israel.
11
我又告訴你們:『從東從西,將有許多人來,在天國裏與亞伯拉罕、以撒、雅各一同坐席。Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·And I say unto you, That many shall come from the east and west, and shall sit down with Abraham, and Isaac, and Jacob, in the kingdom of heaven.
12
唯有本國的子民竟被趕到外邊黑暗裏去;在那裏必要哀哭切齒了。』οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.But the children of the kingdom shall be cast out into outer darkness: there shall be weeping and gnashing of teeth.
13
耶穌對百夫長說:「你回去吧;照你的信心,給你成全了。」 正當 那時,他的僕人就好了。Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.And Jesus said unto the centurion, Go thy way; and as thou hast believed, [so] be it done unto thee. And his servant was healed in the selfsame hour.
14
耶穌到了彼得家裏,見彼得的岳母害熱病躺著。Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,And when Jesus was come into Peter's house, he saw his wife's mother laid, and sick of a fever.
15
耶穌把她的手一摸,熱就 退離她了;她就起來,服事 他們。καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς.And he touched her hand, and the fever left her: and she arose, and ministered unto them.
16
到了晚上,有人帶著許多被 鬼魔 所附的來到耶穌跟前;他用他的話 把 靈 都趕出去,並且治好了一切有病的人;Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·When the even was come, they brought unto him many that were possessed with devils: and he cast out the spirits with [his] word, and healed all that were sick:
17
這是要應驗先知以賽亞的話,說:他代替我們的軟弱,擔當我們的疾病。ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.That it might be fulfilled which was spoken by Esaias the prophet, saying, Himself took our infirmities, and bare [our] sicknesses.
18
耶穌見 極多的人 圍著他,就吩咐渡到那邊去。Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.Now when Jesus saw great multitudes about him, he gave commandment to depart unto the other side.
19
有一個文士來,對他說:「夫子,你無論往哪裏去,我要跟從你。」Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.And a certain scribe came, and said unto him, Master, I will follow thee whithersoever thou goest.
20
耶穌 對他 說:「狐狸有洞,空中 的飛鳥有窩;人子卻沒有枕頭的地方。」Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.And Jesus saith unto him, The foxes have holes, and the birds of the air [have] nests; but the Son of man hath not where to lay [his] head.
21
又有一個門徒對耶穌說:「 主啊,容我先回去埋葬我的父親。」Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.And another of his disciples said unto him, Lord, suffer me first to go and bury my father.
22
但 耶穌 對他 說:「 來跟從我;任憑死人埋葬他們的死人吧。」Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.But Jesus said unto him, Follow me; and let the dead bury their dead.
23
耶穌上了船,他的 門徒跟著他。Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.And when he was entered into a ship, his disciples followed him.
24
海裏忽然起了暴風,甚至船被波浪掩蓋;耶穌卻睡著了。Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.And, behold, there arose a great tempest in the sea, insomuch that the ship was covered with the waves: but he was asleep.
25
他 門徒來叫醒了他,說:「 主啊,救我們。我們喪命啦。」Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.And his disciples came to [him], and awoke him, saying, Lord, save us: we perish.
26
耶穌 對他們 說:「你們這小信的人哪,為甚麼膽怯呢?」於是 他 起來,斥責風和海;風和海就大大的平靜了。Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.And he saith unto them, Why are ye fearful, O ye of little faith? Then he arose, and rebuked the winds and the sea; and there was a great calm.
27
眾人 卻 希奇,說:「這是怎樣的人,連風和海也聽從他了。」Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;But the men marvelled, saying, What manner of man is this, that even the winds and the sea obey him!
28
耶穌既渡到那邊去,來到 革革沙人 的地方,就有兩個被 鬼魔 所附的人從墳塋裏出來迎著他,極其兇猛,以致 沒有人能從那條路上經過。Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης·And when he was come to the other side into the country of the Gergesenes, there met him two possessed with devils, coming out of the tombs, exceeding fierce, so that no man might pass by that way.
29
他們 忽然 喊著說:「 神的 兒子 耶穌,我們與你有甚麼相干?時候還沒有到,你就上這裏來叫我們受苦麼?」καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;And, behold, they cried out, saying, What have we to do with thee, Jesus, thou Son of God? art thou come hither to torment us before the time?
30
離他們很遠,有一大群豬 餵食。Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.And there was a good way off from them an herd of many swine feeding.
31
鬼魔 就央求耶穌說:「 你 若把我們趕出去,就 容我們離開 進入豬群罷。」Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.So the devils besought him, saying, If thou cast us out, suffer us to go away into the herd of swine.
32
耶穌 對牠們 說:「去吧。」 牠們 就出來,進入豬群;全群忽然闖下 山坡,投在海裏淹死了。Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.And he said unto them, Go. And when they were come out, they went into the herd of swine: and, behold, the whole herd of swine ran violently down a steep place into the sea, and perished in the waters.
33
放豬的就逃跑進城,將這一切事和被 鬼魔所 附的人所遭遇的都告訴人。Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων.And they that kept them fled, and went their ways into the city, and told every thing, and what was befallen to the possessed of the devils.
34
不料,合城的人都出來迎見耶穌;既見了就央求他離開他們的境界。Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.And, behold, the whole city came out to meet Jesus: and when they saw him, they besought [him] that he would depart out of their coasts.