啟示錄
第 7 章
1
這些事以後,我看見四個天使站在地的四角 上,執掌地上的 四風,叫風不吹在地上、海上,和樹上。Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.And after these things I saw four angels standing on the four corners of the earth, holding the four winds of the earth, that the wind should not blow on the earth, nor on the sea, nor on any tree.
2
我又看見另有一個天使,正從東方上來,拿著永生 神的印。他就向那得著權柄能傷害地和海的四個天使大聲喊著說:Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,And I saw another angel ascending from the east, having the seal of the living God: and he cried with a loud voice to the four angels, to whom it was given to hurt the earth and the sea,
3
「地與海並樹木,你們不可傷害,等我們 在我們 神眾僕人的額裏印了他們。」λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.Saying, Hurt not the earth, neither the sea, nor the trees, till we have sealed the servants of our God in their foreheads.
4
我聽見以色列人各支派中受印的數目有十四萬四千。Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ΄ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.And I heard the number of them which were sealed: [and there were] sealed an hundred [and] forty [and] four thousand of all the tribes of the children of Israel.
5
猶大支派中受印的有一萬二千,呂便支派中 受印 有一萬二千,迦得支派中 受印 有一萬二千。Ἐκ φυλῆς Ἰούδα, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ῥουβήν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γάδ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·Of the tribe of Juda [were] sealed twelve thousand. Of the tribe of Reuben [were] sealed twelve thousand. Of the tribe of Gad [were] sealed twelve thousand.
6
亞設支派中 受印 有一萬二千,拿弗他利支派中 受印 有一萬二千,瑪拿西支派中 受印 有一萬二千。ἐκ φυλῆς Ἀσήρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλείμ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·Of the tribe of Aser [were] sealed twelve thousand. Of the tribe of Nepthalim [were] sealed twelve thousand. Of the tribe of Manasses [were] sealed twelve thousand.
7
西緬支派中 受印 有一萬二千,利未支派中 受印 有一萬二千,以薩迦支派中 受印 有一萬二千。ἐκ φυλῆς Συμεών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰσαχάρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·Of the tribe of Simeon [were] sealed twelve thousand. Of the tribe of Levi [were] sealed twelve thousand. Of the tribe of Issachar [were] sealed twelve thousand.
8
西布倫支派中 受印 有一萬二千,約瑟支派中 受印 有一萬二千,便雅憫支派中受印的有一萬二千。ἐκ φυλῆς Ζαβουλών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰωσήφ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Βενιαμίν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι.Of the tribe of Zabulon [were] sealed twelve thousand. Of the tribe of Joseph [were] sealed twelve thousand. Of the tribe of Benjamin [were] sealed twelve thousand.
9
此後,我觀看,見有 一大群人,沒有人能數過來,是從各國、各族、各民、各方來的,站在寶座面前,也在 羔羊面前,身穿白衣,手拿棕樹枝,Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·After this I beheld, and, lo, a great multitude, which no man could number, of all nations, and kindreds, and people, and tongues, stood before the throne, and before the Lamb, clothed with white robes, and palms in their hands;
10
大聲喊著說:「願救恩歸與坐在寶座上我們的 神,也歸與 羔羊。」καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.And cried with a loud voice, saying, Salvation to our God which sitteth upon the throne, and unto the Lamb.
11
眾天使都站在寶座和眾長老並 四個獸 的周圍,在寶座前,面伏於地,敬拜 神,Καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,And all the angels stood round about the throne, and [about] the elders and the four beasts, and fell before the throne on their faces, and worshipped God,
12
說:「阿們。頌讚、榮耀、智慧、感謝、尊貴、權柄、大力都歸與我們的 神,直到永永遠遠。阿們。」λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Saying, Amen: Blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might, [be] unto our God for ever and ever. Amen.
13
長老中有一個問我說:「這些穿白衣的是 甚麼人?是從哪裏來的?」Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;And one of the elders answered, saying unto me, What are these which are arrayed in white robes? and whence came they?
14
我對他說:「 先生,你知道。」他向我說:「這些人是 已經從大災難中出來 的,曾用 羔羊的血把衣服洗白淨了。Καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου.And I said unto him, Sir, thou knowest. And he said to me, These are they which came out of great tribulation, and have washed their robes, and made them white in the blood of the Lamb.
15
所以,他們在 神寶座前,晝夜在他殿中事奉他。坐寶座的要 與他們同住。Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς.Therefore are they before the throne of God, and serve him day and night in his temple: and he that sitteth on the throne shall dwell among them.
16
他們不再飢,不再渴;日頭必不 照他們,炎熱也不害他們。Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·They shall hunger no more, neither thirst any more; neither shall the sun light on them, nor any heat.
17
因為寶座中的 羔羊必 餵養 他們,領他們到 眾水的活泉源;神也必擦去他們一切的眼淚。」ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.For the Lamb which is in the midst of the throne shall feed them, and shall lead them unto living fountains of waters: and God shall wipe away all tears from their eyes.