羅馬書
第 6 章
1
這樣,怎麼說呢?我們可以仍在罪中、叫恩典顯多嗎?Τί οὖν ἐροῦμεν; Ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;What shall we say then? Shall we continue in sin, that grace may abound?
2
神斷乎不許。我們在罪上死了的人豈可仍在罪中活著呢?Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;God forbid. How shall we, that are dead to sin, live any longer therein?
3
豈不知我們 如此多人 受浸歸入 耶穌 基督 是受浸歸入他的死嗎?Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;Know ye not, that so many of us as were baptized into Jesus Christ were baptized into his death?
4
所以,我們藉著浸禮歸入死,和他一同埋葬,原是叫我們一舉一動有新生的樣式,像 基督藉著 父的榮耀從死裏復活一樣。Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.Therefore we are buried with him by baptism into death: that like as Christ was raised up from the dead by the glory of the Father, even so we also should walk in newness of life.
5
我們若在他死的形狀上與他 同栽,也要在他復活的形狀上與他 同栽;Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·For if we have been planted together in the likeness of his death, we shall be also [in the likeness] of [his] resurrection:
6
因為知道我們的舊人和他同釘十字架,使罪身滅絕,叫我們不再作罪的奴僕;τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·Knowing this, that our old man is crucified with [him], that the body of sin might be destroyed, that henceforth we should not serve sin.
7
因為已死的人是脫離了罪。ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.For he that is dead is freed from sin.
8
我們若是與 基督同 死去,就信必與他同 活著。Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·Now if we be dead with Christ, we believe that we shall also live with him:
9
因為知道 基督既從死裏復活,就不再死,死也不再作他的主了。εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει.Knowing that Christ being raised from the dead dieth no more; death hath no more dominion over him.
10
他死是向罪死了,只有一次;他活是向 神活著。Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.For in that he died, he died unto sin once: but in that he liveth, he liveth unto God.
11
這樣,你們向罪也當看自己 實在 是死的。向 神 因我們 主耶穌 基督 卻當看自己是活的。Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.Likewise reckon ye also yourselves to be dead indeed unto sin, but alive unto God through Jesus Christ our Lord.
12
所以,不要容罪在你們必死的身上作王,使你們順從身體的私慾。Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ·Let not sin therefore reign in your mortal body, that ye should obey it in the lusts thereof.
13
也不要將你們的肢體獻給罪作不義的器具;倒要像從死裏復活的人,將自己獻給 神,並將肢體作義的器具獻給 神。μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.Neither yield ye your members [as] instruments of unrighteousness unto sin: but yield yourselves unto God, as those that are alive from the dead, and your members [as] instruments of righteousness unto God.
14
罪必不能作你們的主,因你們不在律法之下,乃在恩典之下。Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν.For sin shall not have dominion over you: for ye are not under the law, but under grace.
15
這卻怎麼樣呢?我們在恩典之下,不在律法之下,就可以犯罪嗎?神斷乎不許。Τί οὖν; Ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν; Μὴ γένοιτο.What then? shall we sin, because we are not under the law, but under grace? God forbid.
16
豈不曉得你們獻上自己作 僕人,順從誰,就作誰的 僕人 嗎?或作罪的 僕人,以至於死;或作順命的 僕人,以至成義。Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;Know ye not, that to whom ye yield yourselves servants to obey, his servants ye are to whom ye obey; whether of sin unto death, or of obedience unto righteousness?
17
感謝 神。因為你們從前雖然作罪的 僕人,現今卻從心裏順服了所傳給你們道理的模範。Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·But God be thanked, that ye were the servants of sin, but ye have obeyed from the heart that form of doctrine which was delivered you.
18
你們既從罪裏得了釋放,就作了義的 僕人。ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.Being then made free from sin, ye became the servants of righteousness.
19
我因你們肉體的軟弱,就照人的常話對你們說。你們從前怎樣將肢體獻給不潔不法作 僕人,以至於不法;現今也要照樣將肢體獻給義作 僕人,以至於成聖。Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.I speak after the manner of men because of the infirmity of your flesh: for as ye have yielded your members servants to uncleanness and to iniquity unto iniquity; even so now yield your members servants to righteousness unto holiness.
20
因為你們作罪之 僕人 的時候,就不被義約束了。Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.For when ye were the servants of sin, ye were free from righteousness.
21
你們現今所看為羞恥的事,當日有甚麼果子呢?那些事的結局就是死。Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος.What fruit had ye then in those things whereof ye are now ashamed? for the end of those things [is] death.
22
但現今,你們既從罪裏得了釋放,作了 神的 僕人,就有成聖的果子,那結局就是永生。Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.But now being made free from sin, and become servants to God, ye have your fruit unto holiness, and the end everlasting life.
23
因為罪的工價乃是死;唯有 神的恩賜,藉著 我們的 主 耶穌 基督,乃是永生。Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.For the wages of sin [is] death; but the gift of God [is] eternal life through Jesus Christ our Lord.