曲目: 以西結書 28
使徒行傳 · 章節
使徒行傳

第 10 章

1
在凱撒利亞有一個人,名叫哥尼流,是「意大利營」的百夫長。Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,There was a certain man in Caesarea called Cornelius, a centurion of the band called the Italian [band],
2
他是個虔誠人,他和全家都敬畏 神,多多賙濟百姓,常常禱告 神。εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.[A] devout [man], and one that feared God with all his house, which gave much alms to the people, and prayed to God alway.
3
有一天,約在申初,他在異象中明明看見 神的一個 天使 進去,到他那裏,說:「哥尼流。」Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.He saw in a vision evidently about the ninth hour of the day an angel of God coming in to him, and saying unto him, Cornelius.
4
哥尼流定睛看他,驚怕說:「 主啊,甚麼事呢?」天使說:「你的禱告和你的賙濟達到 神面前,已蒙記念了。Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.And when he looked on him, he was afraid, and said, What is it, Lord? And he said unto him, Thy prayers and thine alms are come up for a memorial before God.
5
現在你當打發人往約帕去,請那稱呼彼得的西門來。Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος·And now send men to Joppa, and call for [one] Simon, whose surname is Peter:
6
他住在海邊一個硝皮匠西門的家裏。房子在海邊上,他要告訴你所當行的。。」οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.He lodgeth with one Simon a tanner, whose house is by the sea side: he shall tell thee what thou oughtest to do.
7
向他說話的天使去後,哥尼流叫了兩個家 僕 和常伺候他的一個虔誠兵來;Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,And when the angel which spake unto Cornelius was departed, he called two of his household servants, and a devout soldier of them that waited on him continually;
8
把 這些事 都述說給他們聽,就打發他們往約帕去。καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.And when he had declared all [these] things unto them, he sent them to Joppa.
9
第二天,他們行路將近那城 的時候,彼得約在午正上房頂去禱告;Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην·On the morrow, as they went on their journey, and drew nigh unto the city, Peter went up upon the housetop to pray about the sixth hour:
10
覺得 極其 餓了,想要吃。那家的人正 預備用餐 的時候,彼得魂遊象外,ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,And he became very hungry, and would have eaten: but while they made ready, he fell into a trance,
11
看見天開了,有一物降 到彼得那裏,好像一塊大布,繫著四角,縋在地上,καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς·And saw heaven opened, and a certain vessel descending unto him, as it had been a great sheet knit at the four corners, and let down to the earth:
12
裏面有地上各樣四足的走獸、野獸 和 爬物,並天上的飛鳥。ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.Wherein were all manner of fourfooted beasts of the earth, and wild beasts, and creeping things, and fowls of the air.
13
又有聲音向他說:「彼得,起來,宰了吃。」Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.And there came a voice to him, Rise, Peter; kill, and eat.
14
彼得卻說:「 主啊,這是不可的。凡俗物和不潔淨的物,我從來沒有吃過。」Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.But Peter said, Not so, Lord; for I have never eaten any thing that is common or unclean.
15
第二次有聲音向他說:「 神所潔淨的,你不可當作俗物。」Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.And the voice [spake] unto him again the second time, What God hath cleansed, [that] call not thou common.
16
這樣一連三次,那物隨即收回天上去了。Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.This was done thrice: and the vessel was received up again into heaven.
17
彼得心裏正在猜疑之間,不知所看見的異象是甚麼意思。不料,哥尼流所差來的人已經 查問 到西門的家,站在門外,Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,Now while Peter doubted in himself what this vision which he had seen should mean, behold, the men which were sent from Cornelius had made enquiry for Simon's house, and stood before the gate,
18
喊著問:「有稱呼彼得的西門住在這裏沒有?」καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.And called, and asked whether Simon, which was surnamed Peter, were lodged there.
19
彼得還思想那異象的時候,靈 向他說:「 看哪,有三個人來找你。Τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδού, ἄνδρες τρεῖς ζητοῦσί σε.While Peter thought on the vision, the Spirit said unto him, Behold, three men seek thee.
20
所以,你當起來下去,和他們同往,不要疑惑;因為是我差他們來的。」Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς.Arise therefore, and get thee down, and go with them, doubting nothing: for I have sent them.
21
於是彼得下去見 哥尼流派來見他的 那些人,說:「 看哪,我就是你們所找的人。你們來是為甚麼緣故?」Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτόν, εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;Then Peter went down to the men which were sent unto him from Cornelius; and said, Behold, I am he whom ye seek: what [is] the cause wherefore ye are come?
22
他們說:「百夫長哥尼流是個義人,敬畏 神,為猶太通國所稱讚。他蒙 神藉 一個聖天使 警戒,叫他請你到他家裏去,聽你的話。」Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.And they said, Cornelius the centurion, a just man, and one that feareth God, and of good report among all the nation of the Jews, was warned from God by an holy angel to send for thee into his house, and to hear words of thee.
23
彼得就請他們進去,住了一宿。次日,起身和他們同去,還有約帕的幾個弟兄同著他去;Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ.Then called he them in, and lodged [them]. And on the morrow Peter went away with them, and certain brethren from Joppa accompanied him.
24
又次日,他們進入凱撒利亞,哥尼流已經請了他的親屬密友等候他們。Καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.And the morrow after they entered into Caesarea. And Cornelius waited for them, and had called together his kinsmen and near friends.
25
彼得一進去,哥尼流就迎接他,俯伏在他腳前 敬拜 他。Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.And as Peter was coming in, Cornelius met him, and fell down at his feet, and worshipped [him].
26
彼得卻拉他,說:「你起來,我也是人。」Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.But Peter took him up, saying, Stand up; I myself also am a man.
27
彼得和他說著話進去,見有 許多 人在那裏聚集,Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,And as he talked with him, he went in, and found many that were come together.
28
就對他們說:「你們知道,猶太人和別國的人親近來往本是不合例的,但 神已經指示我,無論甚麼人都不可看作俗而不潔淨的。ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·And he said unto them, Ye know how that it is an unlawful thing for a man that is a Jew to keep company, or come unto one of another nation; but God hath shewed me that I should not call any man common or unclean.
29
所以我被請 到你們那裏去 的時候,就不推辭而來。現在請問:『你們叫我來有甚麼意思呢?』」διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.Therefore came I [unto you] without gainsaying, as soon as I was sent for: I ask therefore for what intent ye have sent for me?
30
哥尼流說:「前四天 我禁食,直到 這個時候;在申初我在家中禱告,忽然有一個人穿著光明的衣服,站在我面前,Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,And Cornelius said, Four days ago I was fasting until this hour; and at the ninth hour I prayed in my house, and, behold, a man stood before me in bright clothing,
31
說:『哥尼流,你的禱告已蒙垂聽,你的賙濟達到 神 眼 前已蒙記念了。καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.And said, Cornelius, thy prayer is heard, and thine alms are had in remembrance in the sight of God.
32
所以,你當打發人往約帕去,請那稱呼彼得的西門來;他住在海邊一個硝皮匠西門的家裏。當他來的時候,便會對你說話。』Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.Send therefore to Joppa, and call hither Simon, whose surname is Peter; he is lodged in the house of [one] Simon a tanner by the sea side: who, when he cometh, shall speak unto thee.
33
所以我立時打發人去請你;你來了很好。現今我們 就 都在 神面前,要聽 神 所吩咐你的一切話。」Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.Immediately therefore I sent to thee; and thou hast well done that thou art come. Now therefore are we all here present before God, to hear all things that are commanded thee of God.
34
彼得就開口說:「我真看出 神是不偏待人。Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός·Then Peter opened [his] mouth, and said, Of a truth I perceive that God is no respecter of persons:
35
原來,各國中那敬畏主、行義的人都為主所悅納。ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.But in every nation he that feareth him, and worketh righteousness, is accepted with him.
36
神藉著耶穌 基督 的 主)傳和平的福音,將這道賜給以色列人。Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ — οὗτός ἐστι πάντων Κύριος —The word which [God] sent unto the children of Israel, preaching peace by Jesus Christ: (he is Lord of all:)
37
這 道 在約翰 傳揚 浸禮以後,從加利利起,傳遍了猶太。ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης·That word, [I say], ye know, which was published throughout all Judaea, and began from Galilee, after the baptism which John preached;
38
神怎樣以 聖靈和能力膏 拿撒勒的 耶穌,這都是你們知道的。他周流四方,行善事,醫好凡被魔鬼壓制的人;因為 神與他同在。Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ.How God anointed Jesus of Nazareth with the Holy Ghost and with power: who went about doing good, and healing all that were oppressed of the devil; for God was with him.
39
他在猶太人之地,並耶路撒冷,所行的一切事,有我們作見證;他們竟把他掛在木頭上殺了。Καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.And we are witnesses of all things which he did both in the land of the Jews, and in Jerusalem; whom they slew and hanged on a tree:
40
第三天,神叫他復活,顯現出來;Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,Him God raised up the third day, and shewed him openly;
41
不是顯現給眾人看,乃是顯現給 神預先所揀選為他作見證的人看,就是我們這些在他從死裏復活以後和他同吃同喝的人。οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.Not to all the people, but unto witnesses chosen before of God, [even] to us, who did eat and drink with him after he rose from the dead.
42
他吩咐我們傳道給 人,證明他是 神所立定的,要作 活人、死人的 審判官。Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.And he commanded us to preach unto the people, and to testify that it is he which was ordained of God [to be] the Judge of quick and dead.
43
眾先知也為他作見證說:『凡信他的人必因他的名得蒙赦罪。』」Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.To him give all the prophets witness, that through his name whosoever believeth in him shall receive remission of sins.
44
彼得還說 這些 話的時候,聖靈降在一切聽道的人身上。Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.While Peter yet spake these words, the Holy Ghost fell on all them which heard the word.
45
那些奉割禮、和彼得同來的信徒,見 聖靈的恩賜也澆在外邦人身上,就都希奇;Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται.And they of the circumcision which believed were astonished, as many as came with Peter, because that on the Gentiles also was poured out the gift of the Holy Ghost.
46
因聽見他們說方言,稱讚 神為大。於是彼得說:Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος,For they heard them speak with tongues, and magnify God. Then answered Peter,
47
「這些人既受了 聖靈,與我們一樣,誰能禁止用水給他們施浸呢?」Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;Can any man forbid water, that these should not be baptized, which have received the Holy Ghost as well as we?
48
就吩咐奉 主 的名給他們施浸。他們又請彼得住了幾天。Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.And he commanded them to be baptized in the name of the Lord. Then prayed they him to tarry certain days.