使徒行傳
第 9 章
1
掃羅仍然向 主的門徒口吐威嚇兇殺的話,去見大祭司,Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,And Saul, yet breathing out threatenings and slaughter against the disciples of the Lord, went unto the high priest,
2
求文書給大馬士革的各會堂,若是找著信奉這道的人,無論男女,都准他捆綁帶到耶路撒冷。ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.And desired of him letters to Damascus to the synagogues, that if he found any of this way, whether they were men or women, he might bring them bound unto Jerusalem.
3
掃羅行路,將到大馬士革,忽然從天上發光,四面照著他;Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ·And as he journeyed, he came near Damascus: and suddenly there shined round about him a light from heaven:
4
他就仆倒在地,聽見有聲音對他說:「掃羅。掃羅。你為甚麼逼迫我?」καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις;And he fell to the earth, and heard a voice saying unto him, Saul, Saul, why persecutest thou me?
5
他說:「 主啊,你是誰?」 主說:「我就是你所逼迫的耶穌,你用腳踢刺是難的。」Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν.And he said, Who art thou, Lord? And the Lord said, I am Jesus whom thou persecutest: [it is] hard for thee to kick against the pricks.
6
他就戰兢希奇,說:「 主啊,你要我作甚麼?」 主對他說:「起來。進城去,你所當做的事,必有人告訴你。」Τρέμων τε καὶ θαμβῶν εἶπε, Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος πρὸς αὐτόν, Ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.And he trembling and astonished said, Lord, what wilt thou have me to do? And the Lord [said] unto him, Arise, and go into the city, and it shall be told thee what thou must do.
7
同行的人站在那裏,說不出話來,聽見聲音,卻看不見人。Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.And the men which journeyed with him stood speechless, hearing a voice, but seeing no man.
8
掃羅從地上起來;睜開眼睛,竟不能看見 一人。有人拉他的手,領他進了大馬士革。Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.And Saul arose from the earth; and when his eyes were opened, he saw no man: but they led him by the hand, and brought [him] into Damascus.
9
他 三日不能看見,也不吃也不喝。Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.And he was three days without sight, and neither did eat nor drink.
10
當下,在大馬士革有一個門徒,名叫亞拿尼亞。主在異象中對他說:「亞拿尼亞。」他說:「 主,請看,我在這裏。」Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε.And there was a certain disciple at Damascus, named Ananias; and to him said the Lord in a vision, Ananias. And he said, Behold, I [am here], Lord.
11
主對他說:「起來。往直街去,在猶大的家裏,尋訪 一個大數人,名叫掃羅。他正禱告,Ὁ δὲ Κύριος πρὸς αὐτόν, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,And the Lord [said] unto him, Arise, and go into the street which is called Straight, and enquire in the house of Judas for [one] called Saul, of Tarsus: for, behold, he prayeth,
12
便在異象中 看見了一個人,名叫亞拿尼亞,進來按手在他身上,叫他能看見。」καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.And hath seen in a vision a man named Ananias coming in, and putting [his] hand on him, that he might receive his sight.
13
亞拿尼亞回答說:「 主啊,我聽見許多人說:『這人怎樣在耶路撒冷多多苦害你的聖徒,Ἀπεκρίθη δὲ ὁ Ἀνανίας, Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·Then Ananias answered, Lord, I have heard by many of this man, how much evil he hath done to thy saints at Jerusalem:
14
並且他在這裏有從祭司長得來的權柄捆綁一切求告你名的人。』」καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.And here he hath authority from the chief priests to bind all that call on thy name.
15
主對亞拿尼亞說:「你只管去。他是我所揀選的器皿,要在外邦人和君王,並以色列人面前宣揚我的名。Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ·But the Lord said unto him, Go thy way: for he is a chosen vessel unto me, to bear my name before the Gentiles, and kings, and the children of Israel:
16
我也要指示他,為我的名必須受 何等大的 苦難。」ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.For I will shew him how great things he must suffer for my name's sake.
17
亞拿尼亞就去了,進入那家,把手按在掃羅身上,說:「兄弟掃羅,在你來的路上向你顯現的 主,就是耶穌,打發我來,叫你能看見,又被 聖靈充滿。」Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.And Ananias went his way, and entered into the house; and putting his hands on him said, Brother Saul, the Lord, [even] Jesus, that appeared unto thee in the way as thou camest, hath sent me, that thou mightest receive thy sight, and be filled with the Holy Ghost.
18
掃羅的眼睛上,好像有鱗立刻掉下來,他就能看見。於是起來受了浸;Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη,And immediately there fell from his eyes as it had been scales: and he received sight forthwith, and arose, and was baptized.
19
吃過 食物 就健壯了。掃羅和大馬士革的門徒同住了些日子,καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.And when he had received meat, he was strengthened. Then was Saul certain days with the disciples which were at Damascus.
20
他隨即 在各會堂裏 傳揚 基督,說他是 神的 兒子。Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.And straightway he preached Christ in the synagogues, that he is the Son of God.
21
凡聽見的人都驚奇,說:「在耶路撒冷殘害求告這名的,不是這人嗎?並且他到這裏來,豈不是 特要捆綁他們,帶到祭司長那裏。」Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;But all that heard [him] were amazed, and said; Is not this he that destroyed them which called on this name in Jerusalem, and came hither for that intent, that he might bring them bound unto the chief priests?
22
但掃羅越發有能力,駁倒住大馬士革的猶太人,證明耶穌是 那位 基督。Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.But Saul increased the more in strength, and confounded the Jews which dwelt at Damascus, proving that this is very Christ.
23
後來 滿了 許多 日子,猶太人商議要殺掃羅;Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·And after that many days were fulfilled, the Jews took counsel to kill him:
24
但他們 埋伏的事 被掃羅知道了。他們又晝夜在城門守候,要殺他。ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι·But their laying await was known of Saul. And they watched the gates day and night to kill him.
25
眾門徒 就在夜間用籃子把他從城牆上縋下去。λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.Then the disciples took him by night, and let [him] down by the wall in a basket.
26
掃羅到了耶路撒冷,想與門徒結交,他們卻都怕他,不信他是門徒。Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.And when Saul was come to Jerusalem, he assayed to join himself to the disciples: but they were all afraid of him, and believed not that he was a disciple.
27
唯有巴拿巴接待他,領去見使徒,把他在路上怎麽看見 主,他 怎麽向他說話,他在大馬士革怎麽奉耶穌的名放膽傳道,都述說出來。Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.But Barnabas took him, and brought [him] to the apostles, and declared unto them how he had seen the Lord in the way, and that he had spoken to him, and how he had preached boldly at Damascus in the name of Jesus.
28
於是掃羅在耶路撒冷和門徒出入來往,Καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,And he was with them coming in and going out at Jerusalem.
29
他 奉 主 耶穌 的名放膽傳道,並與 希臘人 講論辯駁;他們卻想法子要殺他。ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν.And he spake boldly in the name of the Lord Jesus, and disputed against the Grecians: but they went about to slay him.
30
弟兄們知道了就送他下凱撒利亞,打發他往大數去。Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.[Which] when the brethren knew, they brought him down to Caesarea, and sent him forth to Tarsus.
31
那時,猶太、加利利、撒瑪利亞各處的教會都得平安,被 造就;行事 敬畏 主,蒙 聖靈的安慰,人數就增多了。Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.Then had the churches rest throughout all Judaea and Galilee and Samaria, and were edified; and walking in the fear of the Lord, and in the comfort of the Holy Ghost, were multiplied.
32
彼得周流四方的時候,也到了居住呂大的聖徒那裏;Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.And it came to pass, as Peter passed throughout all [quarters], he came down also to the saints which dwelt at Lydda.
33
他在那裏 遇見一個人,名叫以尼雅,得了癱瘓,在褥子上躺臥八年。Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος.And there he found a certain man named Aeneas, which had kept his bed eight years, and was sick of the palsy.
34
彼得對他說:「以尼雅,耶穌 基督醫好你了;起來。收拾你的褥子。」他就立刻起來了。Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.And Peter said unto him, Aeneas, Jesus Christ maketh thee whole: arise, and make thy bed. And he arose immediately.
35
凡住呂大和沙崙的人都看見了他,就歸服 主。Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.And all that dwelt at Lydda and Saron saw him, and turned to the Lord.
36
在約帕有一個女徒,名叫大比大,翻希臘話就是多加;她廣行善 行,多施賙濟。Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.Now there was at Joppa a certain disciple named Tabitha, which by interpretation is called Dorcas: this woman was full of good works and almsdeeds which she did.
37
當 那些日子,她患病而死;有人把她洗了,停在樓上。Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.And it came to pass in those days, that she was sick, and died: whom when they had washed, they laid [her] in an upper chamber.
38
呂大原與約帕相近;門徒聽見彼得在那裏,就打發兩個人去見他,央求他說:「快到我們那裏去,不要耽延。」Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.And forasmuch as Lydda was nigh to Joppa, and the disciples had heard that Peter was there, they sent unto him two men, desiring [him] that he would not delay to come to them.
39
彼得就起身和他們同去;到了,便有人領他上樓。眾寡婦都站在彼得旁邊哭,拿多加與她們同在時所作的裏衣外衣給他看。Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς.Then Peter arose and went with them. When he was come, they brought him into the upper chamber: and all the widows stood by him weeping, and shewing the coats and garments which Dorcas made, while she was with them.
40
彼得叫她們都出去,就跪下禱告,轉身對著死人說:「大比大,起來。」她就睜開眼睛,見了彼得,便坐起來。Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε.But Peter put them all forth, and kneeled down, and prayed; and turning [him] to the body said, Tabitha, arise. And she opened her eyes: and when she saw Peter, she sat up.
41
彼得伸手扶她起來,叫眾聖徒和寡婦進去,把多加活活的交給他們。Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.And he gave her [his] hand, and lifted her up, and when he had called the saints and widows, presented her alive.
42
這事傳遍了約帕,就有許多人信了 主。Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.And it was known throughout all Joppa; and many believed in the Lord.
43
此後,彼得在約帕一個硝皮匠西門的家裏住了多日。Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.And it came to pass, that he tarried many days in Joppa with one Simon a tanner.