曲目: 以西結書 28
使徒行傳 · 章節
使徒行傳

第 15 章

1
有幾個人從猶太下來,教訓弟兄們說:「你們若不按摩西的規條受割禮,不能得救。」Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι.And certain men which came down from Judaea taught the brethren, [and said], Except ye be circumcised after the manner of Moses, ye cannot be saved.
2
那時,保羅、巴拿巴與他們 的紛爭辯論不小,他們 就 定意 叫保羅、巴拿巴和本會中幾個人,為所辯論的,上耶路撒冷去見使徒和長老。Γενομένης οὖν στάσεως καὶ συζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.When therefore Paul and Barnabas had no small dissension and disputation with them, they determined that Paul and Barnabas, and certain other of them, should go up to Jerusalem unto the apostles and elders about this question.
3
於是教會送他們起行。他們經過腓尼基、撒瑪利亞,隨處傳說外邦人歸主的事,叫眾弟兄都甚歡喜。Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.And being brought on their way by the church, they passed through Phenice and Samaria, declaring the conversion of the Gentiles: and they caused great joy unto all the brethren.
4
到了耶路撒冷,教會和使徒並長老都接待他們,他們就述說 神同他們所行的一切事。Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾿ αὐτῶν.And when they were come to Jerusalem, they were received of the church, and [of] the apostles and elders, and they declared all things that God had done with them.
5
唯有幾個信徒、是法利賽教門的人,起來說:「必須給外邦人行割禮,吩咐他們遵守摩西的律法。」Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.But there rose up certain of the sect of the Pharisees which believed, saying, That it was needful to circumcise them, and to command [them] to keep the law of Moses.
6
使徒和長老聚會商議這事;Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.And the apostles and elders came together for to consider of this matter.
7
辯論已經多了,彼得就起來,說:「諸位弟兄,你們知道 神早已在 我們 中間揀選了我,叫外邦人從我口中得聽福音之道,而且相信。Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι.And when there had been much disputing, Peter rose up, and said unto them, Men [and] brethren, ye know how that a good while ago God made choice among us, that the Gentiles by my mouth should hear the word of the gospel, and believe.
8
知道人心的 神也為他們作了見證,賜 聖靈給他們,正如 他 給我們一樣;Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν·And God, which knoweth the hearts, bare them witness, giving them the Holy Ghost, even as [he did] unto us;
9
又藉著信潔淨了他們的心,並不分他們我們。καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.And put no difference between us and them, purifying their hearts by faith.
10
既是這樣,現在 你們 為甚麼試探 神,要把我們祖宗和我們所不能負的軛放在門徒的頸項上呢?Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;Now therefore why tempt ye God, to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear?
11
我們得救,乃是因 主耶穌 基督 的恩,和他們一樣,這是我們所信的。」Ἀλλὰ διὰ τῆς χάριτος Κυρίου Ἰησοῦ Χριστοῦ πιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι.But we believe that through the grace of the Lord Jesus Christ we shall be saved, even as they.
12
眾人都默默無聲,聽巴拿巴和保羅述說 神藉他們在外邦人中所行的神蹟奇事。Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾿ αὐτῶν.Then all the multitude kept silence, and gave audience to Barnabas and Paul, declaring what miracles and wonders God had wrought among the Gentiles by them.
13
他們住了聲,雅各就說:「諸位弟兄,請聽我的話。Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου·And after they had held their peace, James answered, saying, Men [and] brethren, hearken unto me:
14
方才西門述說 神當初怎樣眷顧外邦人,從他們中間選取百姓歸於自己的名下。Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ.Simeon hath declared how God at the first did visit the Gentiles, to take out of them a people for his name.
15
眾先知的話也與這意思相合,正如經上所寫的:『Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,And to this agree the words of the prophets; as it is written,
16
此後,我要回來,重新修造大衛倒塌的帳幕,把那破壞的重新修造建立起來,Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν·After this I will return, and will build again the tabernacle of David, which is fallen down; and I will build again the ruins thereof, and I will set it up:
17
叫餘剩的人,就是凡稱為我名下的外邦人,都尋求 作這些事的 主。」 這話是行這些事的 主說的。ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.That the residue of men might seek after the Lord, and all the Gentiles, upon whom my name is called, saith the Lord, who doeth all these things.
18
神從世界的起頭已知曉他一切的工。Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ.Known unto God are all his works from the beginning of the world.
19
「所以據我的意見,我們 不可難為那 歸服了 神的外邦人;Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν·Wherefore my sentence is, that we trouble not them, which from among the Gentiles are turned to God:
20
只是我們要給他們寫信,叫他們 禁戒偶像的污穢和姦淫,並勒死的牲畜和血。ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.But that we write unto them, that they abstain from pollutions of idols, and [from] fornication, and [from] things strangled, and [from] blood.
21
因為從古以來,摩西的書在各城有人傳講,每逢安息日,在會堂裏誦讀。」Μωσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.For Moses of old time hath in every city them that preach him, being read in the synagogues every sabbath day.
22
那時,使徒和長老並全教會定意從他們中間揀選人,差他們和保羅、巴拿巴同往安提阿去;所揀選的就是稱呼巴撒巴的猶大和西拉。這兩個人在弟兄中是作首領的。Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαβᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,Then pleased it the apostles and elders, with the whole church, to send chosen men of their own company to Antioch with Paul and Barnabas; [namely], Judas surnamed Barsabas, and Silas, chief men among the brethren:
23
於是寫信交付他們,內中說:「使徒和作長老的弟兄們問安提阿、敘利亞、基利家外邦眾弟兄的安。γράψαντες διὰ χειρὸς αὐτῶν τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν·And they wrote [letters] by them after this manner; The apostles and elders and brethren [send] greeting unto the brethren which are of the Gentiles in Antioch and Syria and Cilicia:
24
我們聽說,有幾個人從我們這裏出去,用言語攪擾你們,惑亂你們的心,說:『你們必須受割禮,守律法。其實我們並沒有吩咐他們。ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα·Forasmuch as we have heard, that certain which went out from us have troubled you with words, subverting your souls, saying, [Ye must] be circumcised, and keep the law: to whom we gave no [such] commandment:
25
所以,我們同心定意,揀選幾個人,差他們同我們所親愛的巴拿巴和保羅往你們那裏去。ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ,It seemed good unto us, being assembled with one accord, to send chosen men unto you with our beloved Barnabas and Paul,
26
這二人是為 我們 主耶穌 基督的名不顧性命的。ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.Men that have hazarded their lives for the name of our Lord Jesus Christ.
27
我們就差了猶大和西拉,他們也要親口訴說這些事。Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.We have sent therefore Judas and Silas, who shall also tell [you] the same things by mouth.
28
因為 聖靈和我們定意不將別的重擔放在你們身上;唯有幾件事是不可少的,Ἔδοξε γὰρ τῷ ἁγίῳ πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων,For it seemed good to the Holy Ghost, and to us, to lay upon you no greater burden than these necessary things;
29
就是禁戒祭偶像的 食物 和血,並勒死的牲畜和姦淫;這幾件你們若能 保守 自己不犯就好了。願你們平安。』」ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.That ye abstain from meats offered to idols, and from blood, and from things strangled, and from fornication: from which if ye keep yourselves, ye shall do well. Fare ye well.
30
他們既奉了差遣,就下安提阿去,聚集眾人,交付書信。Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.So when they were dismissed, they came to Antioch: and when they had gathered the multitude together, they delivered the epistle:
31
眾人念了,因為信上安慰的話就歡喜了。Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.[Which] when they had read, they rejoiced for the consolation.
32
猶大和西拉也是先知,就用許多話勸勉弟兄,堅固他們。Ἰούδας δὲ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν.And Judas and Silas, being prophets also themselves, exhorted the brethren with many words, and confirmed [them].
33
住了些日子,弟兄們打發他們平平安安的回到 使徒們那裏去。Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.And after they had tarried [there] a space, they were let go in peace from the brethren unto the apostles.
34
唯有西拉定意仍住在那裏。Ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ.Notwithstanding it pleased Silas to abide there still.
35
但保羅和巴拿巴仍住在安提啊,和許多別人一同教訓人,傳 主的道。Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.Paul also and Barnabas continued in Antioch, teaching and preaching the word of the Lord, with many others also.
36
過了些日子,保羅對巴拿巴說:「我們可以 再 到從前 傳揚 主道的各城,看望弟兄們景況如何。」Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι.And some days after Paul said unto Barnabas, Let us go again and visit our brethren in every city where we have preached the word of the Lord, [and see] how they do.
37
巴拿巴有意要帶稱呼馬可的約翰同去;Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον.And Barnabas determined to take with them John, whose surname was Mark.
38
但保羅因為馬可從前在旁非利亞離開他們,不和他們同去作工,就以為不可帶他去。Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον.But Paul thought not good to take him with them, who departed from them from Pamphylia, and went not with them to the work.
39
於是二人起了爭論,甚至彼此分開。巴拿巴帶著馬可,坐船往塞浦路斯去;Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον·And the contention was so sharp between them, that they departed asunder one from the other: and so Barnabas took Mark, and sailed unto Cyprus;
40
保羅揀選了西拉,也 離開,蒙弟兄們把他交於 神之 恩中。Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν.And Paul chose Silas, and departed, being recommended by the brethren unto the grace of God.
41
他就走遍敘利亞、基利家,堅固眾教會。Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.And he went through Syria and Cilicia, confirming the churches.