曲目: 以西結書 28
使徒行傳 · 章節
使徒行傳

第 16 章

1
保羅來到特庇,又到路司得。在那裏有一個門徒,名叫提摩太,是信主之猶太婦人的兒子,他父親卻是希臘人。Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·Then came he to Derbe and Lystra: and, behold, a certain disciple was there, named Timotheus, the son of a certain woman, which was a Jewess, and believed; but his father [was] a Greek:
2
路司得和以哥念的弟兄都稱讚他。ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.Which was well reported of by the brethren that were at Lystra and Iconium.
3
保羅要帶他同去,只因那些地方的猶太人都知道他父親是希臘人,就給他行了割禮。Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν.Him would Paul have to go forth with him; and took and circumcised him because of the Jews which were in those quarters: for they knew all that his father was a Greek.
4
他們經過各城,把耶路撒冷使徒和長老所定的條規交給門徒遵守。Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.And as they went through the cities, they delivered them the decrees for to keep, that were ordained of the apostles and elders which were at Jerusalem.
5
於是眾教會信心越發堅固,人數天天加增。Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν.And so were the churches established in the faith, and increased in number daily.
6
那時,他們經過弗呂家、加拉太一帶地方,聖靈禁止他們在亞細亞傳道,Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,Now when they had gone throughout Phrygia and the region of Galatia, and were forbidden of the Holy Ghost to preach the word in Asia,
7
後來他們 到了 每西亞,想要往庇推尼去;靈 卻不許 他們。ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα·After they were come to Mysia, they assayed to go into Bithynia: but the Spirit suffered them not.
8
他們就越過每西亞,下到特羅亞去。παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.And they passing by Mysia came down to Troas.
9
在夜間有異象現與保羅。有一個馬其頓人站著求他說:「請你過到馬其頓來幫助我們。」Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.And a vision appeared to Paul in the night; There stood a man of Macedonia, and prayed him, saying, Come over into Macedonia, and help us.
10
保羅既看見這異象,我們隨即想要往馬其頓去,以為 主 召我們傳福音給那裏的人聽。Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς.And after he had seen the vision, immediately we endeavoured to go into Macedonia, assuredly gathering that the Lord had called us for to preach the gospel unto them.
11
於是從特羅亞開船,一直行到撒摩特喇,第二天到了尼亞波利。Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν,Therefore loosing from Troas, we came with a straight course to Samothracia, and the next [day] to Neapolis;
12
從那裏來到腓立比,就是馬其頓這一方 首要的 城,也是羅馬的駐防城。我們在這城裏住了幾天。ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις, κολωνία· ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.And from thence to Philippi, which is the chief city of that part of Macedonia, [and] a colony: and we were in that city abiding certain days.
13
當安息日,我們 出了城,到了河邊,那裏 有一個 常為 禱告的地方;我們就坐下對 常在那裏 的婦女講道。Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμόν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.And on the sabbath we went out of the city by a river side, where prayer was wont to be made; and we sat down, and spake unto the women which resorted [thither].
14
有一個賣紫色布疋的婦人,名叫呂底亞,是推雅推喇城的人,素來敬拜 神。她聽見了,主就開導她的心,叫她留心聽保羅所講的話。Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.And a certain woman named Lydia, a seller of purple, of the city of Thyatira, which worshipped God, heard [us]: whose heart the Lord opened, that she attended unto the things which were spoken of Paul.
15
她和她一家既領了浸,便求我們說:「你們若以為我是 忠心事 主的,請到我家裏來住。」於是強留我們。Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.And when she was baptized, and her household, she besought [us], saying, If ye have judged me to be faithful to the Lord, come into my house, and abide [there]. And she constrained us.
16
後來,我們往那禱告的地方去。有一個 女子 迎著面來,她被巫 靈 所附,是 占卜的,叫她主人們大得財利。Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη.And it came to pass, as we went to prayer, a certain damsel possessed with a spirit of divination met us, which brought her masters much gain by soothsaying:
17
她跟隨保羅和我們,喊著說:「這些人是至高 神的僕人,指示我們 救人的道。」Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.The same followed Paul and us, and cried, saying, These men are the servants of the most high God, which shew unto us the way of salvation.
18
他一連多日這樣喊叫,保羅就心中 愁煩,轉身對那 靈 說:我奉耶穌 基督的名,吩咐你從他身上出來。牠 當時就出來了。Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ᾿ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.And this did she many days. But Paul, being grieved, turned and said to the spirit, I command thee in the name of Jesus Christ to come out of her. And he came out the same hour.
19
使女的主人們見得利的 盼望 沒有了,便揪住保羅和西拉,拉他們到市上去見首領,Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,And when her masters saw that the hope of their gains was gone, they caught Paul and Silas, and drew [them] into the marketplace unto the rulers,
20
又帶到官長面前說:「這些人原是猶太人,竟 大大 騷擾我們的城,καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,And brought them to the magistrates, saying, These men, being Jews, do exceedingly trouble our city,
21
傳我們羅馬人所不可受不可行的規矩。」καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.And teach customs, which are not lawful for us to receive, neither to observe, being Romans.
22
眾人就一同起來攻擊他們。官長吩咐剝了他們的衣服,用棍打;Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν.And the multitude rose up together against them: and the magistrates rent off their clothes, and commanded to beat [them].
23
打了許多棍,便將他們下在監裏,囑咐禁卒嚴緊看守。Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·And when they had laid many stripes upon them, they cast [them] into prison, charging the jailor to keep them safely:
24
禁卒領了這樣的命,就把他們下在內監裏,兩腳上了木狗。ὅς, παραγγελίαν τοιαύτην εἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.Who, having received such a charge, thrust them into the inner prison, and made their feet fast in the stocks.
25
約在半夜,保羅和西拉禱告,唱詩讚美 神,眾囚犯也側耳而聽。Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·And at midnight Paul and Silas prayed, and sang praises unto God: and the prisoners heard them.
26
忽然,地大震動,甚至監牢的地基都搖動了,監門立刻全開,眾囚犯的鎖鏈也都鬆開了。ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.And suddenly there was a great earthquake, so that the foundations of the prison were shaken: and immediately all the doors were opened, and every one's bands were loosed.
27
禁卒一醒,看見監門全開,以為囚犯已經逃走,就拔刀要自殺。Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.And the keeper of the prison awaking out of his sleep, and seeing the prison doors open, he drew out his sword, and would have killed himself, supposing that the prisoners had been fled.
28
保羅大聲呼叫說:「不要傷害自己。我們都在這裏。」Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.But Paul cried with a loud voice, saying, Do thyself no harm: for we are all here.
29
禁卒叫人拿燈來,就跳進去,戰戰兢兢的俯伏在保羅、西拉面前;Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,Then he called for a light, and sprang in, and came trembling, and fell down before Paul and Silas,
30
又領他們出來,說:「兩位先生,我 務要 怎樣行,才可以得救?」καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;And brought them out, and said, Sirs, what must I do to be saved?
31
他們說:「當信 主耶穌 基督,你和你一家都必得救。」Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.And they said, Believe on the Lord Jesus Christ, and thou shalt be saved, and thy house.
32
他們就把 主的道講給他和他全家的人聽。Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.And they spake unto him the word of the Lord, and to all that were in his house.
33
當夜,就在那時候,禁卒把他們帶去,洗他們的傷;他和屬乎他的人立時都受了浸。Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.And he took them the same hour of the night, and washed [their] stripes; and was baptized, he and all his, straightway.
34
於是禁卒領他們上自己家裏去,給他們擺上 食物。他和全家,因為信了 神,都很喜樂。Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.And when he had brought them into his house, he set meat before them, and rejoiced, believing in God with all his house.
35
到了天亮,官長打發差役來,說:「釋放那兩個人吧。」Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.And when it was day, the magistrates sent the serjeants, saying, Let those men go.
36
禁卒就把這話告訴保羅說:「官長打發人來叫釋放你們;因此 如今可以出監,平平安安的去吧。」Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.And the keeper of the prison told this saying to Paul, The magistrates have sent to let you go: now therefore depart, and go in peace.
37
保羅卻說:「我們是羅馬人,並沒有定罪,他們就在眾人面前打了我們,又把我們下在監裏,現在要私下趕我們出去嗎?這 誠然 是不行的。叫他們自己來領我們出去吧。」Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.But Paul said unto them, They have beaten us openly uncondemned, being Romans, and have cast [us] into prison; and now do they thrust us out privily? nay verily; but let them come themselves and fetch us out.
38
差役把 這些 話回稟官長。官長聽見他們是羅馬人,就害怕了,Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,And the serjeants told these words unto the magistrates: and they feared, when they heard that they were Romans.
39
於是來勸他們,領他們出來,請他們離開那城。καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως.And they came and besought them, and brought [them] out, and desired [them] to depart out of the city.
40
二人出了監,往呂底亞家裏去;見了弟兄們,勸慰他們一番,就走了。Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον εἰς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ ἐξῆλθον.And they went out of the prison, and entered into [the house of] Lydia: and when they had seen the brethren, they comforted them, and departed.