曲目: 以西結書 28
約翰福音 · 章節
約翰福音

第 13 章

1
逾越節以前,耶穌知道自己 離開這世界、歸 父的時候到了。他既然愛世間屬自己的人,就愛他們到底。Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.Now before the feast of the passover, when Jesus knew that his hour was come that he should depart out of this world unto the Father, having loved his own which were in the world, he loved them unto the end.
2
吃過晚餐 的時候,魔鬼已將賣耶穌的意思放在西門的兒子加略人猶大心裏。Καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,And supper being ended, the devil having now put into the heart of Judas Iscariot, Simon's [son], to betray him;
3
耶穌知道 父已將 一切 交在他手裏,且知道自己是從 神出來的,又要歸到 神那裏去,εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει,Jesus knowing that the Father had given all things into his hands, and that he was come from God, and went to God;
4
他 離席站起來,脫了衣服;拿一條手巾束腰。ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.He riseth from supper, and laid aside his garments; and took a towel, and girded himself.
5
隨後 耶穌 把水倒在盆裏,就洗門徒的腳,並用自己所束的手巾擦乾。Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.After that he poureth water into a bason, and began to wash the disciples' feet, and to wipe [them] with the towel wherewith he was girded.
6
挨到西門.彼得,彼得對他說:「 主啊,你洗我的腳嗎?」Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, Κύριε, σύ μου νίπτεις τοὺς πόδας;Then cometh he to Simon Peter: and Peter saith unto him, Lord, dost thou wash my feet?
7
耶穌回答說:「我所作的,你如今不知道,後來 你必知道。」Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.Jesus answered and said unto him, What I do thou knowest not now; but thou shalt know hereafter.
8
彼得說:「你永不可洗我的腳。」耶穌說:「我若不洗你,你就與我無分了。」Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ.Peter saith unto him, Thou shalt never wash my feet. Jesus answered him, If I wash thee not, thou hast no part with me.
9
西門.彼得 對他 說:「 主啊,不但我的腳,連 我的 手和頭也要洗。」Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.Simon Peter saith unto him, Lord, not my feet only, but also [my] hands and [my] head.
10
耶穌說:「凡洗過澡的人,只要把腳一洗,全身就乾淨了。你們是乾淨的,然而不都是乾淨的。」Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾿ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες.Jesus saith to him, He that is washed needeth not save to wash [his] feet, but is clean every whit: and ye are clean, but not all.
11
耶穌原知道要賣他的是誰,所以說:「你們不都是乾淨的。」ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, Οὐχὶ πάντες καθαροί ἐστε.For he knew who should betray him; therefore said he, Ye are not all clean.
12
耶穌洗完了他們的腳,就穿上衣服,又坐下,對他們說:「我向你們所作的,你們明白嗎?Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν;So after he had washed their feet, and had taken his garments, and was set down again, he said unto them, Know ye what I have done to you?
13
你們稱呼我 夫子,稱呼我 主,你們說的不錯,我本來是。Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ Κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ.Ye call me Master and Lord: and ye say well; for [so] I am.
14
我是你們的 主,你們的 夫子,尚且洗你們的腳,你們也當彼此洗腳。Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.If I then, [your] Lord and Master, have washed your feet; ye also ought to wash one another's feet.
15
我給你們作了榜樣,叫你們照著我向你們所作的去作。Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.For I have given you an example, that ye should do as I have done to you.
16
我實實在在的告訴你們,僕人不能大於主人,被差的人 也不能大於差他的人。Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.Verily, verily, I say unto you, The servant is not greater than his lord; neither he that is sent greater than he that sent him.
17
你們既知道 這些事,若是去行就有福了。Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.If ye know these things, happy are ye if ye do them.
18
我這話不是指著你們眾人說的,我知道我所揀選的是誰。現在要應驗 聖經 上的話,說:『同我 吃餅 的人用腳踢我。』Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾿ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.I speak not of you all: I know whom I have chosen: but that the scripture may be fulfilled, He that eateth bread with me hath lifted up his heel against me.
19
如今事情還沒有成就,我要先告訴你們,叫你們到事情成就的時候可以信 我乃是他。Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι.Now I tell you before it come, that, when it is come to pass, ye may believe that I am [he].
20
我實實在在的告訴你們,有人接待我所差遣的,就是接待我;接待我,就是接待那差遣我的。」Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.Verily, verily, I say unto you, He that receiveth whomsoever I send receiveth me; and he that receiveth me receiveth him that sent me.
21
耶穌說了這話,靈 裏憂愁,就明說:「我實實在在的告訴你們,你們中間有一個人要賣我了。」Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.When Jesus had thus said, he was troubled in spirit, and testified, and said, Verily, verily, I say unto you, that one of you shall betray me.
22
門徒彼此對看,猜不透所說的是誰。Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.Then the disciples looked one on another, doubting of whom he spake.
23
有一個門徒,是耶穌所愛的,側身挨近耶穌的懷裏。Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·Now there was leaning on Jesus' bosom one of his disciples, whom Jesus loved.
24
西門.彼得 就對他點頭示意,叫他問 主是指著誰說的。νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.Simon Peter therefore beckoned to him, that he should ask who it should be of whom he spake.
25
那門徒便就勢靠著耶穌的胸膛,對 他說:「 主啊,是誰呢?」Ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν;He then lying on Jesus' breast saith unto him, Lord, who is it?
26
耶穌回答說:「我蘸一點餅給誰,就是誰。」耶穌就蘸了一點餅,遞給加略人西門的兒子猶大。Ἀποκρίνεται ὁ Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ἐμβάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.Jesus answered, He it is, to whom I shall give a sop, when I have dipped [it]. And when he had dipped the sop, he gave [it] to Judas Iscariot, [the son] of Simon.
27
蘸了餅 以後,撒但就入了他的心。耶穌便對他說:「你所作的,快作吧。」Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον τάχιον.And after the sop Satan entered into him. Then said Jesus unto him, That thou doest, do quickly.
28
同席的人沒有一個知道是為甚麼對他說這話。Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.Now no man at the table knew for what intent he spake this unto him.
29
有人因猶大帶著錢 袋,以為耶穌是對他說:「你去買我們過節所應用的東西;」或是叫他拿甚麼賙濟窮人。Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.For some [of them] thought, because Judas had the bag, that Jesus had said unto him, Buy [those things] that we have need of against the feast; or, that he should give something to the poor.
30
猶大受了那點餅,立刻就出去。那時候是夜間了。Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ.He then having received the sop went immediately out: and it was night.
31
他既出去,耶穌就說:「如今 人子得了榮耀,神在 人子身上也得了榮耀。Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.Therefore, when he was gone out, Jesus said, Now is the Son of man glorified, and God is glorified in him.
32
神既因人子得著榮耀,神 也 要因自己榮耀人子,並且要快快的榮耀他。Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.If God be glorified in him, God shall also glorify him in himself, and shall straightway glorify him.
33
小子們,我還有不多的時候與你們同在;後來你們要找我,但我所去的地方你們不能到。這話我曾對猶太人說過,如今也照樣對你們說。Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.Little children, yet a little while I am with you. Ye shall seek me: and as I said unto the Jews, Whither I go, ye cannot come; so now I say to you.
34
我賜給你們一條新命令,乃是叫你們彼此相愛;我怎樣愛你們,你們也要怎樣相愛。Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.A new commandment I give unto you, That ye love one another; as I have loved you, that ye also love one another.
35
你們若有彼此相愛的心,眾人因此就認出你們是我的門徒了。」Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.By this shall all [men] know that ye are my disciples, if ye have love one to another.
36
西門.彼得問耶穌說:「 主往哪裏去?」耶穌回答說:「我所去的地方,你現在不能跟我去,後來 你 卻要跟我去。」Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.Simon Peter said unto him, Lord, whither goest thou? Jesus answered him, Whither I go, thou canst not follow me now; but thou shalt follow me afterwards.
37
彼得說:「 主啊,我為甚麼現在不能跟你去?我願意為你捨命。」Λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.Peter said unto him, Lord, why cannot I follow thee now? I will lay down my life for thy sake.
38
耶穌說:「你願意為我捨命嗎?我實實在在的告訴你,雞叫以先,你要三次不認我。」Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.Jesus answered him, Wilt thou lay down thy life for my sake? Verily, verily, I say unto thee, The cock shall not crow, till thou hast denied me thrice.