約翰福音
第 14 章
1
「你們心裏不要憂愁;你們信 神,也當信我。Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.Let not your heart be troubled: ye believe in God, believe also in me.
2
在我 父的家裏,有許多 大宅。若是沒有,我就早已告訴你們了。我去原是為你們預備地方去。Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν.In my Father's house are many mansions: if [it were] not [so], I would have told you. I go to prepare a place for you.
3
我若去為你們預備了地方,就必再來接你們到我那裏去,我在哪裏,叫你們也在那裏。Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.And if I go and prepare a place for you, I will come again, and receive you unto myself; that where I am, [there] ye may be also.
4
我往哪裏去,你們知道;那條路,你們也知道。」Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.And whither I go ye know, and the way ye know.
5
多馬對他說:「 主啊,我們不知道你往哪裏去,怎麼知道那條路呢?」Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;Thomas saith unto him, Lord, we know not whither thou goest; and how can we know the way?
6
耶穌說:「我就是道路、真理、生命;若不藉著我,沒有人能到 父那裏去。Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾿ ἐμοῦ.Jesus saith unto him, I am the way, the truth, and the life: no man cometh unto the Father, but by me.
7
你們若認識我,也就認識我的 父。從今以後,你們認識他,並且已經看見他。」Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν.If ye had known me, ye should have known my Father also: and from henceforth ye know him, and have seen him.
8
腓力對他說:「求 主將 父顯給我們看,我們就知足了。」Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.Philip saith unto him, Lord, shew us the Father, and it sufficeth us.
9
耶穌對他說:「腓力,我與你們同在這樣長久,你還不認識我嗎?人看見了我,就是看見了 父;你怎麼說『將 父顯給我們看』呢?Λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα;Jesus saith unto him, Have I been so long time with you, and yet hast thou not known me, Philip? he that hath seen me hath seen the Father; and how sayest thou [then], Shew us the Father?
10
我在 父裏面,父在我裏面,你不信嗎?我對你們所說的話,不是憑著自己說的,乃是住在我裏面的 父作他自己的事。Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.Believest thou not that I am in the Father, and the Father in me? the words that I speak unto you I speak not of myself: but the Father that dwelleth in me, he doeth the works.
11
你們當信我,我在 父裏面,父在我裏面;即或不信,也當因我所作的事信我。Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.Believe me that I [am] in the Father, and the Father in me: or else believe me for the very works' sake.
12
我實實在在的告訴你們,我所作的事,信我的人也要作,並且要作比這更大的事,因為我往 父那裏去。Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι.Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater [works] than these shall he do; because I go unto my Father.
13
你們奉我的名無論求甚麼,我必成就,叫 父因 兒子得榮耀。Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.And whatsoever ye shall ask in my name, that will I do, that the Father may be glorified in the Son.
14
你們若奉我的名求甚麼,我必成就。」Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.If ye shall ask any thing in my name, I will do [it].
15
「你們若愛我,就 遵守 我的命令。Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.If ye love me, keep my commandments.
16
我要求 父,父就另外賜給你們一位 安慰者,叫他永遠與你們同在。Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα,And I will pray the Father, and he shall give you another Comforter, that he may abide with you for ever;
17
就是真理的 靈,乃世人不能接受的;因為不見他,也不認識他。你們卻認識他,因他常與你們同在,也要在你們裏面。τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.[Even] the Spirit of truth; whom the world cannot receive, because it seeth him not, neither knoweth him: but ye know him; for he dwelleth with you, and shall be in you.
18
我 不會使你們得不到安慰,我必到你們這裏來。Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.I will not leave you comfortless: I will come to you.
19
還有不多的時候,世人不再看見我,你們卻看見我;因為我活著,你們也要活著。Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.Yet a little while, and the world seeth me no more; but ye see me: because I live, ye shall live also.
20
到那日,你們就知道我在 我 父裏面,你們在我裏面,我也在你們裏面。Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.At that day ye shall know that I [am] in my Father, and ye in me, and I in you.
21
有了我的命令又遵守的,這人就是愛我的;愛我的必蒙我 父愛他,我也要愛他,並且要向他顯現。」Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.He that hath my commandments, and keepeth them, he it is that loveth me: and he that loveth me shall be loved of my Father, and I will love him, and will manifest myself to him.
22
猶大,不是加略人猶大,對 耶穌說:「 主啊,你怎麼 要向我們顯現,不向世人顯現呢?」Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;Judas saith unto him, not Iscariot, Lord, how is it that thou wilt manifest thyself unto us, and not unto the world?
23
耶穌回答說:「人若愛我,就必遵守我的道;我 父也必愛他,並且我們要到他那裏去,與他同住。Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.Jesus answered and said unto him, If a man love me, he will keep my words: and my Father will love him, and we will come unto him, and make our abode with him.
24
不愛我的人就不遵守我 所說的;你們所聽見的道不是我的,乃是差我來之 父的道。」Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.He that loveth me not keepeth not my sayings: and the word which ye hear is not mine, but the Father's which sent me.
25
「我還與你們 同在 的時候,已將這些話對你們說了。Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων.These things have I spoken unto you, being [yet] present with you.
26
但 安慰者,就是 父因我的名所要差來的 聖靈,他要將一切的事指教你們,並且要叫你們想起我對你們所說的一切話。Ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.But the Comforter, [which is] the Holy Ghost, whom the Father will send in my name, he shall teach you all things, and bring all things to your remembrance, whatsoever I have said unto you.
27
我留下平安給你們;我將我的平安賜給你們。我所賜的,不像世人所賜的。你們心裏不要憂愁,也不要膽怯。Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.Peace I leave with you, my peace I give unto you: not as the world giveth, give I unto you. Let not your heart be troubled, neither let it be afraid.
28
你們聽見我對你們說了,我去還要到你們這裏來。你們若愛我,因我說 我到 父那裏去,就必喜樂,因為 我 父是比我大的。Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι.Ye have heard how I said unto you, I go away, and come [again] unto you. If ye loved me, ye would rejoice, because I said, I go unto the Father: for my Father is greater than I.
29
現在事情還沒有成就,我預先告訴你們,叫你們到事情成就的時候就可以信。Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε.And now I have told you before it come to pass, that, when it is come to pass, ye might believe.
30
以後我不再和你們多說話,因為這世界的王將到。他在我裏面是毫無所有;Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·Hereafter I will not talk much with you: for the prince of this world cometh, and hath nothing in me.
31
但要叫世人知道我愛 父,並且 父怎樣吩咐我,我就怎樣行。起來,我們走吧。」ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.But that the world may know that I love the Father; and as the Father gave me commandment, even so I do. Arise, let us go hence.