曲目: 以西結書 28
約翰福音 · 章節
約翰福音

第 8 章

1
耶穌往橄欖山去。Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.Jesus went unto the mount of Olives.
2
清早又回到殿裏。眾百姓都到他那裏去,他就坐下,教訓他們。Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.And early in the morning he came again into the temple, and all the people came unto him; and he sat down, and taught them.
3
文士和法利賽人帶著一個行淫時被拿的婦人 到他面前 來,叫她站在當中,Ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,And the scribes and Pharisees brought unto him a woman taken in adultery; and when they had set her in the midst,
4
就對耶穌說:「 夫子,這婦人是正行淫之時被拿的。λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατειλήφθη ἐπαυτοφώρῳ μοιχευομένη.They say unto him, Master, this woman was taken in adultery, in the very act.
5
摩西在律法上吩咐我們把這樣的婦人用石頭打死。你說該把她怎麼樣呢?」Ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;Now Moses in the law commanded us, that such should be stoned: but what sayest thou?
6
他們說這話,乃試探耶穌,要得著告他的把柄。耶穌卻彎著腰,用指頭在地上畫字,如同沒有聽見他們的話。Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.This they said, tempting him, that they might have to accuse him. But Jesus stooped down, and with [his] finger wrote on the ground, [as though he heard them not].
7
他們還是不住的問他,耶穌就直起腰來,對他們說:「你們中間誰是沒有罪的,誰就可以先拿石頭打她。」Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπε πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.So when they continued asking him, he lifted up himself, and said unto them, He that is without sin among you, let him first cast a stone at her.
8
於是又彎著腰,在地上畫字。Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.And again he stooped down, and wrote on the ground.
9
他們聽見這話,他們的良心使他們自知有罪,就從老到少一個一個的都出去了,只剩下耶穌一人,還有那婦人仍然站在當中。Οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.And they which heard [it], being convicted by [their own] conscience, went out one by one, beginning at the eldest, [even] unto the last: and Jesus was left alone, and the woman standing in the midst.
10
耶穌就直起腰來,不見一人,只見那婦人,對她說:「婦人,那些 告妳的人 在哪裏呢?沒有人定你的罪麼?」Ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικός, εἶπεν αὐτῇ, Ἡ γυνή, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν;When Jesus had lifted up himself, and saw none but the woman, he said unto her, Woman, where are those thine accusers? hath no man condemned thee?
11
她說:「 主啊,沒有。」耶穌說:「我也不定你的罪。去吧,從此不要再犯罪了。」Ἡ δὲ εἶπεν, Οὐδείς, Κύριε. Εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.She said, No man, Lord. And Jesus said unto her, Neither do I condemn thee: go, and sin no more.
12
耶穌又對眾人說:「我是世界的光。跟從我的,就不在黑暗裏走,必要得著生命的光。」Πάλιν οὖν ὁ Ἰησοῦς αὐτοῖς ἐλάλησε λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me shall not walk in darkness, but shall have the light of life.
13
法利賽人對他說:「你是為自己作見證,你的見證不真。」Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.The Pharisees therefore said unto him, Thou bearest record of thyself; thy record is not true.
14
耶穌說:「我雖然為自己作見證,我的見證還是真的;因我知道我從哪裏來,往哪裏去;你們卻 道不出 我從哪裏來,往哪裏去。Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.Jesus answered and said unto them, Though I bear record of myself, [yet] my record is true: for I know whence I came, and whither I go; but ye cannot tell whence I come, and whither I go.
15
你們是以 肉身 判斷人,我卻不判斷人。Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.Ye judge after the flesh; I judge no man.
16
就是判斷人,我的判斷也是真的;因為不是我獨自在這裏,還有差我來的 父與我同在。Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.And yet if I judge, my judgment is true: for I am not alone, but I and the Father that sent me.
17
你們的律法上也記著說:『兩個人的見證是真的。』Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.It is also written in your law, that the testimony of two men is true.
18
我是為自己作見證,還有差我來的 父也是為我作見證。」Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.I am one that bear witness of myself, and the Father that sent me beareth witness of me.
19
他們就問他說:「你的 父在哪裏?」耶穌回答說:「你們不認識 我,也不認識我的 父;若是認識我,也就認識我的 父。」Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη ὁ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἄν.Then said they unto him, Where is thy Father? Jesus answered, Ye neither know me, nor my Father: if ye had known me, ye should have known my Father also.
20
這些話是耶穌在殿裏的庫房、教訓人時所說的,也沒有人 下手拿 他,因為他的時候還沒有到。Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.These words spake Jesus in the treasury, as he taught in the temple: and no man laid hands on him; for his hour was not yet come.
21
耶穌又對他們說:「我要去了,你們要找我,並且你們要死在 自己 罪中;我所去的地方,你們不能到。」Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.Then said Jesus again unto them, I go my way, and ye shall seek me, and shall die in your sins: whither I go, ye cannot come.
22
猶太人說:「他說:『我所去的地方,你們不能到。』難道他要自盡嗎?」Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;Then said the Jews, Will he kill himself? because he saith, Whither I go, ye cannot come.
23
耶穌對他們說:「你們是從下頭來的,我是從上頭來的;你們是屬這世界的,我不是屬這世界的。Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.And he said unto them, Ye are from beneath; I am from above: ye are of this world; I am not of this world.
24
所以我對你們說,你們要死在罪中;你們若不信 我乃是他,必要死在罪中。」Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.I said therefore unto you, that ye shall die in your sins: for if ye believe not that I am [he], ye shall die in your sins.
25
他們就問他說:「你是誰?」耶穌對他們說:「就是我從起初所告訴你們的。Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.Then said they unto him, Who art thou? And Jesus saith unto them, Even [the same] that I said unto you from the beginning.
26
我有許多事講論你們,判斷你們;但那差我來的是真的,我在他那裏所聽見的,我就傳給世人。」Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾿ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾿ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον.I have many things to say and to judge of you: but he that sent me is true; and I speak to the world those things which I have heard of him.
27
他們不明白耶穌是指著 父說的。Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.They understood not that he spake to them of the Father.
28
所以耶穌說:「你們舉起 人子以後,必知道 我乃是他,並且知道我沒有一件事是憑著自己作的;我說這些話乃是照著 我 父所教訓我的。Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου, ταῦτα λαλῶ·Then said Jesus unto them, When ye have lifted up the Son of man, then shall ye know that I am [he], and [that] I do nothing of myself; but as my Father hath taught me, I speak these things.
29
那差我來的是與我同在;父 沒有撇下我獨自在這裏,因為我常作他所喜悅的事。」καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.And he that sent me is with me: the Father hath not left me alone; for I do always those things that please him.
30
耶穌說 這些 話的時候,就有許多人信他。Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.As he spake these words, many believed on him.
31
耶穌對信他的猶太人說:「你們若 恆常持守 我的道,就真是我的門徒;Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ·Then said Jesus to those Jews which believed on him, If ye continue in my word, [then] are ye my disciples indeed;
32
你們必曉得真理,真理必叫你們得以自由。」καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.And ye shall know the truth, and the truth shall make you free.
33
他們回答 他 說:「我們是亞伯拉罕的後裔,從來沒有作過誰的奴僕;你怎麼說『你們必得自由』呢?」Ἀπεκρίθησαν αὐτῷ, Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;They answered him, We be Abraham's seed, and were never in bondage to any man: how sayest thou, Ye shall be made free?
34
耶穌回答說:「我實實在在的告訴你們,所有犯罪的就是罪的 僕人。Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.Jesus answered them, Verily, verily, I say unto you, Whosoever committeth sin is the servant of sin.
35
僕人 不能永遠住在家裏;兒子是永遠住在家裏。Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.And the servant abideth not in the house for ever: [but] the Son abideth ever.
36
所以天父的 兒子若叫你們自由,你們就真自由了。Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.If the Son therefore shall make you free, ye shall be free indeed.
37
我知道你們是亞伯拉罕的子孫,你們卻想要殺我,因為你們心裏容不下我的道。Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.I know that ye are Abraham's seed; but ye seek to kill me, because my word hath no place in you.
38
我所說的是在我 父那裏看見的;你們所行的是在你們的父那裏 看見 的。」Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί μου, λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν, ποιεῖτε.I speak that which I have seen with my Father: and ye do that which ye have seen with your father.
39
他們說:「我們的父就是亞伯拉罕。」耶穌說:「你們若是亞伯拉罕的 兒女,就必行亞伯拉罕所行的事。Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.They answered and said unto him, Abraham is our father. Jesus saith unto them, If ye were Abraham's children, ye would do the works of Abraham.
40
我將在 神那裏所聽見的真理告訴了你們,現在你們卻想要殺我,這不是亞伯拉罕所行的事。Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.But now ye seek to kill me, a man that hath told you the truth, which I have heard of God: this did not Abraham.
41
你們是行你們父所行的事。」他們 對他 說:「我們不是從淫亂生的;我們只有一位 父,就是 神。」Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον οὖν αὐτῷ, Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.Ye do the deeds of your father. Then said they to him, We be not born of fornication; we have one Father, [even] God.
42
耶穌 對他們 說:「倘若 神是你們的 父,你們就必愛我;因為我本是出於 神,也是從 神而來,並不是由著自己來,乃是他差我來。Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε.Jesus said unto them, If God were your Father, ye would love me: for I proceeded forth and came from God; neither came I of myself, but he sent me.
43
你們為甚麼不明白我的話呢?無非是因你們不能聽我的道。Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.Why do ye not understand my speech? [even] because ye cannot hear my word.
44
你們是出於你們的父魔鬼,你們父的私慾你們偏要行。他從起初是殺人的,不守真理,因他心裏沒有真理。他說謊是出於自己;因他本來是說謊的,也是說謊之人的父。Ὑμεῖς ἐκ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.Ye are of [your] father the devil, and the lusts of your father ye will do. He was a murderer from the beginning, and abode not in the truth, because there is no truth in him. When he speaketh a lie, he speaketh of his own: for he is a liar, and the father of it.
45
我將真理告訴你們,你們就因此不信我。Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.And because I tell [you] the truth, ye believe me not.
46
你們中間誰能指證我有罪呢?我既然將真理告訴你們,為甚麼不信我呢?Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;Which of you convinceth me of sin? And if I say the truth, why do ye not believe me?
47
出於 神的,必聽 神的話;你們不聽,因為你們不是出於 神。」Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.He that is of God heareth God's words: ye therefore hear [them] not, because ye are not of God.
48
猶太人回答說:「我們說你是撒瑪利亞人,並且是 鬼魔 附著的,這話豈不正對嗎?」Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις;Then answered the Jews, and said unto him, Say we not well that thou art a Samaritan, and hast a devil?
49
耶穌說:「我不是 鬼魔 附著的;我尊敬我的 父,你們倒輕慢我。Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.Jesus answered, I have not a devil; but I honour my Father, and ye do dishonour me.
50
我不求自己的榮耀,有一位為我求榮耀、定是非的。Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.And I seek not mine own glory: there is one that seeketh and judgeth.
51
我實實在在的告訴你們,人若遵守我的 話,就永遠不見死。」Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.Verily, verily, I say unto you, If a man keep my saying, he shall never see death.
52
猶太人對他說:「現在我們知道你是 鬼魔 附著的。亞伯拉罕死了,眾先知也死了,你還說:『人若遵守我的 話,就永遠不嘗死味。』Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσεται θανάτου εἰς τὸν αἰῶνα.Then said the Jews unto him, Now we know that thou hast a devil. Abraham is dead, and the prophets; and thou sayest, If a man keep my saying, he shall never taste of death.
53
難道你比我們的祖宗亞伯拉罕還大嗎?他死了,眾先知也死了,你將自己當作甚麼人呢?」Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς;Art thou greater than our father Abraham, which is dead? and the prophets are dead: whom makest thou thyself?
54
耶穌回答說:「我若榮耀自己,我的榮耀就算不得甚麼;榮耀我的乃是我的 父,就是你們所說是你們的 神。Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι,Jesus answered, If I honour myself, my honour is nothing: it is my Father that honoureth me; of whom ye say, that he is your God:
55
你們未曾認識他;我卻認識他。我若說不認識他,我就是說謊的,像你們一樣;但我認識他,也遵守他的 話。καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης· ἀλλ᾿ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.Yet ye have not known him; but I know him: and if I should say, I know him not, I shall be a liar like unto you: but I know him, and keep his saying.
56
你們的祖宗亞伯拉罕歡歡喜喜的仰望我的日子,既看見了就快樂。」Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.Your father Abraham rejoiced to see my day: and he saw [it], and was glad.
57
猶太人 就對他 說:「你還沒有五十歲,豈見過亞伯拉罕呢?」Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;Then said the Jews unto him, Thou art not yet fifty years old, and hast thou seen Abraham?
58
耶穌說:「我實實在在的告訴你們,還沒有亞伯拉罕就有了我。」Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.Jesus said unto them, Verily, verily, I say unto you, Before Abraham was, I am.
59
於是他們拿石頭要打他,耶穌卻躲藏,在他們中間經過,從殿裏出去了。Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.Then took they up stones to cast at him: but Jesus hid himself, and went out of the temple, going through the midst of them, and so passed by.