曲目: 以西結書 28
約翰福音 · 章節
約翰福音

第 9 章

1
耶穌過去的時候,看見一個人生來是瞎眼的。Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.And as [Jesus] passed by, he saw a man which was blind from [his] birth.
2
他的 門徒問耶穌說:「 夫子,這人生來是瞎眼的,是誰犯了罪,是這人呢,還 是他父母呢?」Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;And his disciples asked him, saying, Master, who did sin, this man, or his parents, that he was born blind?
3
耶穌回答說:「也不是這人犯了罪,也不是他父母犯了罪,是要在他身上顯出 神的作為來。Ἀπεκρίθη ὁ Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.Jesus answered, Neither hath this man sinned, nor his parents: but that the works of God should be made manifest in him.
4
趁著白日,我 必須作那差我來者的工。黑夜將到,就沒有人能作工了。Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.I must work the works of him that sent me, while it is day: the night cometh, when no man can work.
5
我在世上的時候,是世上的光。」Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.As long as I am in the world, I am the light of the world.
6
耶穌說了這話,就吐唾沫在地上,用唾沫和泥抹在瞎子的眼睛上,Ταῦτα εἰπών, ἔπτυσε χαμαί, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,When he had thus spoken, he spat on the ground, and made clay of the spittle, and he anointed the eyes of the blind man with the clay,
7
對他說:「你往西羅亞池子裏去洗(西羅亞翻出來就是奉差遣)。」他去一洗,回頭就看見了。καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ — ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.And said unto him, Go, wash in the pool of Siloam, (which is by interpretation, Sent.) He went his way therefore, and washed, and came seeing.
8
他的鄰居和那素常見他是 瞎眼 的,就說:「這不是那從前坐著 乞討 的人嗎?」Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;The neighbours therefore, and they which before had seen him that he was blind, said, Is not this he that sat and begged?
9
有人說:「是他。」又有人說:「不是,卻是像他。」他 卻 說:「 我就是他。」Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.Some said, This is he: others [said], He is like him: [but] he said, I am [he].
10
他們對他說:「你的眼睛是怎麼開的呢?」Ἔλεγον οὖν αὐτῷ, Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;Therefore said they unto him, How were thine eyes opened?
11
他回答說:「有一個人,名叫耶穌,他和泥抹我的眼睛,對我說:『你往西羅亞池子去洗。』我去一洗,就看見了。」Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς, καὶ εἶπέ μοι, Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, καὶ νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.He answered and said, A man that is called Jesus made clay, and anointed mine eyes, and said unto me, Go to the pool of Siloam, and wash: and I went and washed, and I received sight.
12
他們說:「那個人在哪裏?」他說:「我不知道。」Εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.Then said they unto him, Where is he? He said, I know not.
13
他們把從前瞎眼的人帶到法利賽人那裏。Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.They brought to the Pharisees him that aforetime was blind.
14
耶穌和泥開他眼睛的日子是安息日。Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.And it was the sabbath day when Jesus made the clay, and opened his eyes.
15
法利賽人也問他是怎麼得看見的。瞎子對他們說:「他把泥抹在我的眼睛上,我去一洗,就看見了。」Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω.Then again the Pharisees also asked him how he had received his sight. He said unto them, He put clay upon mine eyes, and I washed, and do see.
16
法利賽人中有的說:「這個人不是從 神來的,因為他不守安息日。」又有人說:「一個罪人怎能行這樣的神蹟呢?」他們就起了紛爭。Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.Therefore said some of the Pharisees, This man is not of God, because he keepeth not the sabbath day. Others said, How can a man that is a sinner do such miracles? And there was a division among them.
17
他們又對瞎子說:「他既然開了你的眼睛,你說他是怎樣的人呢?」他說:「是個先知。」Λέγουσι τῷ τυφλῷ πάλιν, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.They say unto the blind man again, What sayest thou of him, that he hath opened thine eyes? He said, He is a prophet.
18
猶太人不信他從前是瞎眼,後來能看見的,等到叫了他的父母來,Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,But the Jews did not believe concerning him, that he had been blind, and received his sight, until they called the parents of him that had received his sight.
19
問他們說:「這是你們的兒子嗎?你們說他生來是瞎眼的,如今怎麼能看見了呢?」καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;And they asked them, saying, Is this your son, who ye say was born blind? how then doth he now see?
20
他父母回答說:「他是我們的兒子,生來就瞎眼,這是我們知道的。Ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη·His parents answered them and said, We know that this is our son, and that he was born blind:
21
至於他如今怎麼能看見,我們卻不知道;是誰開了他的眼睛,我們也不知道。他已經成了人,你們問他吧,他自己必能說。」πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ αὐτοῦ λαλήσει.But by what means he now seeth, we know not; or who hath opened his eyes, we know not: he is of age; ask him: he shall speak for himself.
22
他父母說 這些 話,是怕猶太人;因為猶太人已經商議定了,若有認耶穌是 基督的,要把他趕出會堂。Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.These [words] spake his parents, because they feared the Jews: for the Jews had agreed already, that if any man did confess that he was Christ, he should be put out of the synagogue.
23
因此他父母說:「他已經成了人,你們問他吧。」Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.Therefore said his parents, He is of age; ask him.
24
所以法利賽人 又 叫了那從前瞎眼的人來,對他說:「你該將 讚美 歸給 神,我們知道這人是個罪人。」Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.Then again called they the man that was blind, and said unto him, Give God the praise: we know that this man is a sinner.
25
他說:「他是個罪人不是,我不知道;有一件事我知道,從前我是眼瞎的,如今能看見了。」Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.He answered and said, Whether he be a sinner [or no], I know not: one thing I know, that, whereas I was blind, now I see.
26
他們就 再 問他說:「他向你作甚麼?是怎麼開了你的眼睛呢?」Εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;Then said they to him again, What did he to thee? how opened he thine eyes?
27
他回答說:「我方才告訴你們,你們不聽,為甚麼又要聽呢?莫非你們也要作他的門徒嗎?」Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;He answered them, I have told you already, and ye did not hear: wherefore would ye hear [it] again? will ye also be his disciples?
28
他們就罵他說:「你是他的門徒;我們是摩西的門徒。Ἐλοιδόρησαν οὖν αὐτόν, καὶ εἶπον, Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.Then they reviled him, and said, Thou art his disciple; but we are Moses' disciples.
29
神對摩西說話是我們知道的;只是這個人,我們不知道他從哪裏來。」Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.We know that God spake unto Moses: [as for] this [fellow], we know not from whence he is.
30
那人回答說:「他開了我的眼睛,你們竟不知道他從哪裏來,這真是奇怪。Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.The man answered and said unto them, Why herein is a marvellous thing, that ye know not from whence he is, and [yet] he hath opened mine eyes.
31
我們知道 神不聽罪人,唯有 敬拜 神、遵行他旨意的,神才聽他。Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.Now we know that God heareth not sinners: but if any man be a worshipper of God, and doeth his will, him he heareth.
32
從創世以來,未曾聽見有人把生來是瞎子的眼睛開了。Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.Since the world began was it not heard that any man opened the eyes of one that was born blind.
33
這人若不是從 神來的,甚麼也不能作。」Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.If this man were not of God, he could do nothing.
34
他們回答 他 說:「你全然生在罪孽中,還要教訓我們嗎?」於是 他們 把他趕出去了。Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.They answered and said unto him, Thou wast altogether born in sins, and dost thou teach us? And they cast him out.
35
耶穌聽說他們把他趕 了 出去;後來 耶穌 遇見他,就 對他 說:「你信 神的 兒子麼?」Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;Jesus heard that they had cast him out; and when he had found him, he said unto him, Dost thou believe on the Son of God?
36
他回答說:「 主啊,誰是 神的兒子,叫我信他呢?」Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε, Τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;He answered and said, Who is he, Lord, that I might believe on him?
37
耶穌 對他 說:「你已經看見他,現在和你說話的就是他。」Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.And Jesus said unto him, Thou hast both seen him, and it is he that talketh with thee.
38
他說:「 主啊,我信。」 他 就 敬拜 耶穌。Ὁ δὲ ἔφη, Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.And he said, Lord, I believe. And he worshipped him.
39
耶穌說:「我為審判到這世上來,叫不能看見的,可以看見;能看見的,反瞎了眼。」Καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.And Jesus said, For judgment I am come into this world, that they which see not might see; and that they which see might be made blind.
40
同他在那裏 有 好些 法利賽人聽見 這些 話,就說:「難道我們也瞎了眼嗎?」Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;And [some] of the Pharisees which were with him heard these words, and said unto him, Are we blind also?
41
耶穌對他們說:「你們若瞎了眼,就沒有罪了;但如今你們說『我們能看見』,所以你們的罪還在。」Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.Jesus said unto them, If ye were blind, ye should have no sin: but now ye say, We see; therefore your sin remaineth.