路加福音
第 10 章
1
這些 事以後,主又設立七十個人,差遣他們兩個兩個的在他前面,往自己 想 要到的各城各地方去。Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι.After these things the Lord appointed other seventy also, and sent them two and two before his face into every city and place, whither he himself would come.
2
所以,耶穌 對他們說:「要收的莊稼,固然是 多,但 作工的人少;所以,你們當求莊稼的 主打發工人出去收他的莊稼。Ἔλεγεν οὖν πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.Therefore said he unto them, The harvest truly [is] great, but the labourers [are] few: pray ye therefore the Lord of the harvest, that he would send forth labourers into his harvest.
3
你們去吧。看哪,我差你們出去,如同 綿羊羔 進入狼群。Ὑπάγετε· ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.Go your ways: behold, I send you forth as lambs among wolves.
4
不要帶錢囊,不要帶口袋,不要帶鞋;在路上也不要問人的安。Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.Carry neither purse, nor scrip, nor shoes: and salute no man by the way.
5
你們 無論進哪一家,先要說:『願這一家平安。』Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.And into whatsoever house ye enter, first say, Peace [be] to this house.
6
那裏若有 平安之子,你們所求的平安就必臨到那家;若是 不然,就 仍 歸與你們了。Καὶ ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἀνακάμψει.And if the son of peace be there, your peace shall rest upon it: if not, it shall turn to you again.
7
你們要住在那家,吃喝他們所供給的;因為工人得工價是應當的。不要從這家搬到那家。Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστί. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.And in the same house remain, eating and drinking such things as they give: for the labourer is worthy of his hire. Go not from house to house.
8
你們 無論進哪一城,人若接待你們,給你們擺上甚麼,你們就吃甚麼;Καὶ εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,And into whatsoever city ye enter, and they receive you, eat such things as are set before you:
9
要醫治那城裏的病人,對他們說:『 神的國臨近你們了。』καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.And heal the sick that are therein, and say unto them, The kingdom of God is come nigh unto you.
10
但是,你們 無論進哪一城,人若不接待你們,你們就到 哪城的 街上去,說:Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,But into whatsoever city ye enter, and they receive you not, go your ways out into the streets of the same, and say,
11
『就是你們城裏的 一點 塵土 黏著我們,我們也當著你們擦去。雖然如此,你們該 確知 神的國臨近 你們 了。』Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.Even the very dust of your city, which cleaveth on us, we do wipe off against you: notwithstanding be ye sure of this, that the kingdom of God is come nigh unto you.
12
但 我告訴你們,當審判的 那 日子,所多瑪所受的,比那城還容易受呢。Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.But I say unto you, that it shall be more tolerable in that day for Sodom, than for that city.
13
哥拉汛哪,你有禍了。伯賽大啊,你有禍了。因為在你們中間所行的異能若 在 推羅、西頓 行了,他們早已披麻蒙灰,坐在地上悔改了。Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν.Woe unto thee, Chorazin! woe unto thee, Bethsaida! for if the mighty works had been done in Tyre and Sidon, which have been done in you, they had a great while ago repented, sitting in sackcloth and ashes.
14
當審判的時侯,推羅、西頓所受的,比你們 倒 容易受呢。Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν.But it shall be more tolerable for Tyre and Sidon at the judgment, than for you.
15
迦百農啊,你已經升到天上,將來必推下 地獄。」Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου καταβιβασθήσῃ.And thou, Capernaum, which art exalted to heaven, shalt be thrust down to hell.
16
又對門徒說:「聽從你們的就是聽從我;藐視 你們的就是 藐視 我;藐視 我的就是 藐視 那差我來的。」Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.He that heareth you heareth me; and he that despiseth you despiseth me; and he that despiseth me despiseth him that sent me.
17
那七十個人 又 歡歡喜喜的回來,說:「 主啊,因你的名,就是 鬼魔 也服了我們。」Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.And the seventy returned again with joy, saying, Lord, even the devils are subject unto us through thy name.
18
耶穌對他們說:「我曾看見撒但從天上墜落,像閃電一樣。Εἶπε δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.And he said unto them, I beheld Satan as lightning fall from heaven.
19
看哪,我已經給你們權柄可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力;斷沒有甚麼能害你們。Ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.Behold, I give unto you power to tread on serpents and scorpions, and over all the power of the enemy: and nothing shall by any means hurt you.
20
然而,不要因 靈 服了你們就歡喜;只要 因你們的名記錄在天上歡喜。」Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.Notwithstanding in this rejoice not, that the spirits are subject unto you; but rather rejoice, because your names are written in heaven.
21
正當那時,耶穌 靈裏 歡樂,說:「 父啊,天地的 主,我感謝你,因為你將這些事向聰明通達人就藏起來,向嬰孩就顯出來。父啊,是的;因為 在你眼中這本為美。Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.In that hour Jesus rejoiced in spirit, and said, I thank thee, O Father, Lord of heaven and earth, that thou hast hid these things from the wise and prudent, and hast revealed them unto babes: even so, Father; for so it seemed good in thy sight.
22
一切所有的都是我 父交付我的。除了 父,沒有人知道 子是誰;除了 子和 子所願意指示的,沒有人知道 父是誰。」Πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.All things are delivered to me of my Father: and no man knoweth who the Son is, but the Father; and who the Father is, but the Son, and [he] to whom the Son will reveal [him].
23
耶穌轉身暗暗的對 他的 門徒說:「看見你們所看見的,那眼睛就有福了。Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.And he turned him unto [his] disciples, and said privately, Blessed [are] the eyes which see the things that ye see:
24
我告訴你們,從前有許多先知和君王,要看你們所看的 那些事,卻沒有看見;要聽你們所聽的,卻沒有聽見。」Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.For I tell you, that many prophets and kings have desired to see those things which ye see, and have not seen [them]; and to hear those things which ye hear, and have not heard [them].
25
看哪,有一個律法師起來試探耶穌,說:「夫子,我該作甚麼才可以承受永生?」Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;And, behold, a certain lawyer stood up, and tempted him, saying, Master, what shall I do to inherit eternal life?
26
耶穌對他說:「律法上寫的是甚麼?你念的是怎樣呢?」Ὁ δὲ εἶπε πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;He said unto him, What is written in the law? how readest thou?
27
他回答說:「你要盡心、盡性、盡力、盡意愛 主─你的 神;又要愛 你的 鄰居,如同自己。」Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.And he answering said, Thou shalt love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy strength, and with all thy mind; and thy neighbour as thyself.
28
耶穌 對他 說:「你回答的是;你這樣行,就必得 活著。」Εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.And he said unto him, Thou hast answered right: this do, and thou shalt live.
29
但 那人要顯明自己有理,就對耶穌說:「誰是我的鄰居呢?」Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον;But he, willing to justify himself, said unto Jesus, And who is my neighbour?
30
耶穌回答說:「有一個人從耶路撒冷下耶利哥去,落在 盜賊 手中,他們剝去他的衣服,且傷了他,直到半死,就丟下他走了。Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα.And Jesus answering said, A certain [man] went down from Jerusalem to Jericho, and fell among thieves, which stripped him of his raiment, and wounded [him], and departed, leaving [him] half dead.
31
偶然有一個祭司從 那 條路下來;祭司 看見他,就從 一邊 過去了。Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.And by chance there came down a certain priest that way: and when he saw him, he passed by on the other side.
32
又有一個利未人 在 這地方,看見他,也照樣從那邊過去了。Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.And likewise a Levite, when he was at the place, came and looked [on him], and passed by on the other side.
33
唯有一個撒瑪利亞人行路來到那裏;那撒瑪利亞人 看見他,就 憐憫他,Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη,But a certain Samaritan, as he journeyed, came where he was: and when he saw him, he had compassion [on him],
34
上前用油和酒倒在他的傷處,包裹好了,扶他騎上自己的牲口,帶到店裏去照應他。καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.And went to [him], and bound up his wounds, pouring in oil and wine, and set him on his own beast, and brought him to an inn, and took care of him.
35
第二天,將起行的時候,他 拿出二錢銀子來,交給店主,對他 說:『你且照應他;此外 你 所費用的,我回來必還你。』Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.And on the morrow when he departed, he took out two pence, and gave [them] to the host, and said unto him, Take care of him; and whatsoever thou spendest more, when I come again, I will repay thee.
36
你想,這三個人,現在 那一個是落在 盜賊 手中的鄰居呢?」Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;Which now of these three, thinkest thou, was neighbour unto him that fell among the thieves?
37
他說:「是憐憫他的。」耶穌 就 對他 說:「你去照樣行吧。」Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.And he said, He that shewed mercy on him. Then said Jesus unto him, Go, and do thou likewise.
38
他們走路的時候,耶穌進了一個村莊;有一個女人,名叫馬大,接他到自己家裏。Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.Now it came to pass, as they went, that he entered into a certain village: and a certain woman named Martha received him into her house.
39
她有一個妹子,名叫馬利亞,也 在耶穌腳前坐著聽他的道。Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.And she had a sister called Mary, which also sat at Jesus' feet, and heard his word.
40
然而,馬大伺候的事多,心裏忙亂,就 到耶穌跟前,說:「 主啊,我的妹子留下我一個人伺候,你不在意嗎?故此,請吩咐她來幫助我。」Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.But Martha was cumbered about much serving, and came to him, and said, Lord, dost thou not care that my sister hath left me to serve alone? bid her therefore that she help me.
41
耶穌回答 對她 說:「馬大,馬大,妳為許多的事思慮煩擾;Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·And Jesus answered and said unto her, Martha, Martha, thou art careful and troubled about many things:
42
但是不可少的只有一件;馬利亞已經選擇那上好的福分,是不能 從她 奪去的。」ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.But one thing is needful: and Mary hath chosen that good part, which shall not be taken away from her.