曲目: 以西結書 28
路加福音 · 章節
路加福音

第 11 章

1
耶穌在一個地方禱告,禱告完了,他門徒有個 對他說:「求 主教導我們禱告,像約翰 也 教導他的門徒。」Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.And it came to pass, that, as he was praying in a certain place, when he ceased, one of his disciples said unto him, Lord, teach us to pray, as John also taught his disciples.
2
耶穌 對他們 說:「你們禱告的時候,要說:『我們在天上的 父,願人都尊你的名為聖。願你的國降臨。願 你的旨意成 在地上,如同成在天上。Εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.And he said unto them, When ye pray, say, Our Father which art in heaven, Hallowed be thy name. Thy kingdom come. Thy will be done, as in heaven, so in earth.
3
我們日用的飲食,天天賜給我們。Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν.Give us day by day our daily bread.
4
饒恕 我們的罪;因為我們也 饒恕 凡虧欠我們的人。不 領 我們 陷入 試探;但救我們脫離兇惡。」Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.And forgive us our sins; for we also forgive every one that is indebted to us. And lead us not into temptation; but deliver us from evil.
5
耶穌又 對他 說:「你們中間誰有一個朋友,半夜到他那裏去,對他 說:『朋友,請借給我三個餅;Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,And he said unto them, Which of you shall have a friend, and shall go unto him at midnight, and say unto him, Friend, lend me three loaves;
6
因為我有一個朋友行路,來到我這裏,我沒有甚麼給他擺上。』的呢?ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·For a friend of mine in his journey is come to me, and I have nothing to set before him?
7
那人在裏面回答說:『不要攪擾我。門已經關閉,我的 孩子們也同我在床上了;我不能起來給你。』κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.And he from within shall answer and say, Trouble me not: the door is now shut, and my children are with me in bed; I cannot rise and give thee.
8
我告訴你們:『雖不因他是 他的 朋友起來給他,但因他情詞迫切的直求,就必起來照他所需用的給他。』Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.I say unto you, Though he will not rise and give him, because he is his friend, yet because of his importunity he will rise and give him as many as he needeth.
9
我又告訴你們:『 祈求,就給你們;尋找,就尋見;叩門,就給你們開門。Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.And I say unto you, Ask, and it shall be given you; seek, and ye shall find; knock, and it shall be opened unto you.
10
因為,凡祈求的,就得著;尋找的,就尋見;叩門的,就給他開門。』Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται.For every one that asketh receiveth; and he that seeketh findeth; and to him that knocketh it shall be opened.
11
若有兒子要求餅,你們中間作父親的,豈 給他石頭呢?倘或兒子 求魚,豈 拿蛇當魚給他呢?Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;If a son shall ask bread of any of you that is a father, will he give him a stone? or if [he ask] a fish, will he for a fish give him a serpent?
12
或若兒子 求雞蛋,豈 給他蠍子呢?Ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;Or if he shall ask an egg, will he offer him a scorpion?
13
你們雖然不好,尚且知道拿好東西給兒女;何況 你們的 天父,豈不更將 聖靈給求他的人嗎?」Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;If ye then, being evil, know how to give good gifts unto your children: how much more shall [your] heavenly Father give the Holy Spirit to them that ask him?
14
耶穌趕出一個叫人啞吧的 鬼魔。鬼魔 出去了,啞吧就說出話來;百姓 都希奇。Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι.And he was casting out a devil, and it was dumb. And it came to pass, when the devil was gone out, the dumb spake; and the people wondered.
15
內中卻有人說:「他是靠著 鬼魔之王 別西卜 趕出鬼魔。」Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.But some of them said, He casteth out devils through Beelzebub the chief of the devils.
16
又有人試探耶穌,向他求從天上來的神蹟。Ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.And others, tempting [him], sought of him a sign from heaven.
17
但 他曉得他們的意念,便對他們說:「凡一國自相紛爭,就成為荒場;凡一家自相紛爭,就必敗落。Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.But he, knowing their thoughts, said unto them, Every kingdom divided against itself is brought to desolation; and a house [divided] against a house falleth.
18
若撒但 也 自相紛爭,他的國怎能站得住呢?因為你們說我是靠著別西卜 趕出鬼魔。Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.If Satan also be divided against himself, how shall his kingdom stand? because ye say that I cast out devils through Beelzebub.
19
我若靠著別西卜 趕出鬼魔,你們的子弟 趕出他們 又靠著誰呢?這樣,他們就要斷定你們的是非。Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται.And if I by Beelzebub cast out devils, by whom do your sons cast [them] out? therefore shall they be your judges.
20
我若 以 神的指頭趕出鬼魔,這就是 神 的國臨到你們了。Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.But if I with the finger of God cast out devils, no doubt the kingdom of God is come upon you.
21
壯士 披掛,看守 自己宮宅,他所有的 便 平安無事;Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ·When a strong man armed keepeth his palace, his goods are in peace:
22
但有一個比他更壯的來,勝過他,就奪 盡 他所倚靠的 盔甲,又分了他的贓。ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.But when a stronger than he shall come upon him, and overcome him, he taketh from him all his armour wherein he trusted, and divideth his spoils.
23
不與我相合的,就是敵我的;不同我收聚的,就是分散的。」Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.He that is not with me is against me: and he that gathereth not with me scattereth.
24
「污 靈 離了人身,就在 乾旱 之地 行 來 行 去,尋求安歇之處;既尋不著,他 說:『我要回到我所出來的屋裏去。』Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.When the unclean spirit is gone out of a man, he walketh through dry places, seeking rest; and finding none, he saith, I will return unto my house whence I came out.
25
他 到了,就看見裏面打掃乾淨,修飾好了。Καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.And when he cometh, he findeth [it] swept and garnished.
26
污靈 便去,另帶了七個比自己更惡的 靈 來;他們 都進去住在那裏。那人末後的景況比先前更不好了。」Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.Then goeth he, and taketh [to him] seven other spirits more wicked than himself; and they enter in, and dwell there: and the last [state] of that man is worse than the first.
27
耶穌正說 這些 話的時候,眾人中間有一個女人大聲說:「 懷你的胎 和 哺你的乳 有福了。」Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.And it came to pass, as he spake these things, a certain woman of the company lifted up her voice, and said unto him, Blessed [is] the womb that bare thee, and the paps which thou hast sucked.
28
但 耶穌說:「是,卻還不如聽 神之道而遵守的人有福。」Αὐτὸς δὲ εἶπε, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.But he said, Yea rather, blessed [are] they that hear the word of God, and keep it.
29
當 百姓 聚集 成群 的時候,耶穌開講說:「 這是 一個邪惡的世代。他們求看神蹟;除了 先知 約拿的神蹟以外,再沒有神蹟給他們看。Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.And when the people were gathered thick together, he began to say, This is an evil generation: they seek a sign; and there shall no sign be given it, but the sign of Jonas the prophet.
30
約拿怎樣為尼尼微人成了神蹟,人子也要照樣為這世代的人成了神蹟。Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.For as Jonas was a sign unto the Ninevites, so shall also the Son of man be to this generation.
31
當審判的時候,南方的女王要起來定這世代的罪。因為她從地極而來,要聽所羅門的智慧話;看哪,在這裏有一人比所羅門更大。Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε.The queen of the south shall rise up in the judgment with the men of this generation, and condemn them: for she came from the utmost parts of the earth to hear the wisdom of Solomon; and, behold, a greater than Solomon [is] here.
32
當審判的時候,尼尼微人要起來定這世代的罪。因為尼尼微人聽了約拿所傳的就悔改了;看哪,在這裏有一人比約拿更大。」Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.The men of Nineve shall rise up in the judgment with this generation, and shall condemn it: for they repented at the preaching of Jonas; and, behold, a greater than Jonas [is] here.
33
「沒有人點 燭 放在 隱密處 裏,或是斗底下,總是放在 燭臺 上,使進來的人得見亮光。Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.No man, when he hath lighted a candle, putteth [it] in a secret place, neither under a bushel, but on a candlestick, that they which come in may see the light.
34
眼睛 就是身上的 光。故此,你的眼睛若 專一,你 全身就 全然 光明;你 眼睛若 有災病,你 全身就 全然 黑暗。Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.The light of the body is the eye: therefore when thine eye is single, thy whole body also is full of light; but when [thine eye] is evil, thy body also [is] full of darkness.
35
所以,務要謹慎,好叫 你裏頭的光 毫無 黑暗。Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.Take heed therefore that the light which is in thee be not darkness.
36
所以,若是你全身 全然 光明,毫無黑暗,全身 就必全然光明,如同 燭 的明光照亮你。」Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.If thy whole body therefore [be] full of light, having no part dark, the whole shall be full of light, as when the bright shining of a candle doth give thee light.
37
他 說話的時候,有一個法利賽人請耶穌同他 用餐;耶穌就進去坐席。Ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.And as he spake, a certain Pharisee besought him to dine with him: and he went in, and sat down to meat.
38
這法利賽人看見耶穌 餐 前不洗手便詫異。Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.And when the Pharisee saw [it], he marvelled that he had not first washed before dinner.
39
主對他說:「如今你們法利賽人洗淨杯盤的外面;你們裏面卻滿了 殘暴 和邪惡。Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.And the Lord said unto him, Now do ye Pharisees make clean the outside of the cup and the platter; but your inward part is full of ravening and wickedness.
40
你們 無知的人哪,造外面的,不也造裏面嗎?Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε;[Ye] fools, did not he that made that which is without make that which is within also?
41
只要把 你們有的 施捨給人;看哪,凡物於你們就都潔淨了。」Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.But rather give alms of such things as ye have; and, behold, all things are clean unto you.
42
「 但是 你們法利賽人有禍了。因為你們將薄荷、芸香並各樣菜蔬獻上十分之一,那公義和愛 神的事反倒不行了;這些 是你們當行的,也 是不可不行的。Ἀλλ᾿ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.But woe unto you, Pharisees! for ye tithe mint and rue and all manner of herbs, and pass over judgment and the love of God: these ought ye to have done, and not to leave the other undone.
43
你們法利賽人有禍了。因為你們喜愛會堂裏的首位,又喜愛人在街市上問你們的安。Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.Woe unto you, Pharisees! for ye love the uppermost seats in the synagogues, and greetings in the markets.
44
你們這些文士和法利賽人,偽善的人,有禍了。因為你們如同不顯露的墳墓,走在上面的人 是不覺的。」Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.Woe unto you, scribes and Pharisees, hypocrites! for ye are as graves which appear not, and the men that walk over [them] are not aware [of them].
45
那時,律法師中有一個回答耶穌說:「 夫子,你這樣說也把我們 羞辱 了。」Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.Then answered one of the lawyers, and said unto him, Master, thus saying thou reproachest us also.
46
耶穌說:「你們律法師也有禍了。因為你們把難擔的擔子放在人身上,自己一個指頭卻不肯動。Ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.And he said, Woe unto you also, [ye] lawyers! for ye lade men with burdens grievous to be borne, and ye yourselves touch not the burdens with one of your fingers.
47
你們有禍了。因為你們修造先知的墳墓,那些 先知正是你們的祖宗所殺的。Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.Woe unto you! for ye build the sepulchres of the prophets, and your fathers killed them.
48
證明 你們祖宗所作的事,你們 果然 喜歡;因為他們 實在 殺了先知,你們修造先知的墳墓。Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.Truly ye bear witness that ye allow the deeds of your fathers: for they indeed killed them, and ye build their sepulchres.
49
所以,神 的智慧 又 說:『我要差遣先知和使徒到他們那裏去,有的他們要殺害,有的他們要逼迫。』Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν·Therefore also said the wisdom of God, I will send them prophets and apostles, and [some] of them they shall slay and persecute:
50
使創世以來所流眾先知的 血 都要問在這世代的人身上;ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,That the blood of all the prophets, which was shed from the foundation of the world, may be required of this generation;
51
就是從亞伯的血起,直到被殺在壇和殿中間撒迦利亞的血為止。我實在告訴你們:『這都要問在這世代的人身上。』ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.From the blood of Abel unto the blood of Zacharias, which perished between the altar and the temple: verily I say unto you, It shall be required of this generation.
52
你們律法師有禍了。因為你們把知識的鑰匙奪了去;你們 自己不進去,正要進去的人你們也阻擋他們。」Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.Woe unto you, lawyers! for ye have taken away the key of knowledge: ye entered not in yourselves, and them that were entering in ye hindered.
53
耶穌 向他們說這些話 之間,文士和法利賽人就極力的催逼他,引動他多說話;Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,And as he said these things unto them, the scribes and the Pharisees began to urge [him] vehemently, and to provoke him to speak of many things:
54
私下窺聽,要拿他的話柄,意思是要控告他。ἐνεδρεύοντες αὐτόν, καὶ ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.Laying wait for him, and seeking to catch something out of his mouth, that they might accuse him.