路加福音
第 22 章
1
除酵節,又名逾越節,近了。Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.Now the feast of unleavened bread drew nigh, which is called the Passover.
2
祭司長和文士想法子怎麼才能殺害耶穌;是因他們懼怕百姓。Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.And the chief priests and scribes sought how they might kill him; for they feared the people.
3
這時,撒但入了那稱為加略人猶大的心;他本是十二門徒裏的一個。Εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.Then entered Satan into Judas surnamed Iscariot, being of the number of the twelve.
4
他去和祭司長並守殿官商量,怎麼可以把耶穌 賣 給他們。Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.And he went his way, and communed with the chief priests and captains, how he might betray him unto them.
5
他們歡喜,就約定給他 錢。Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.And they were glad, and covenanted to give him money.
6
他應允了,就找機會,要趁眾人不在跟前的時候 賣 耶穌給他們。Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.And he promised, and sought opportunity to betray him unto them in the absence of the multitude.
7
除酵節,必須 宰逾越羊羔的那一天到了。Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.Then came the day of unleavened bread, when the passover must be killed.
8
耶穌打發彼得、約翰,說:「你們去為我們預備逾越節的筵席,好叫我們吃。」Καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.And he sent Peter and John, saying, Go and prepare us the passover, that we may eat.
9
他們問他說:「 你 要我們在哪裏預備?」Οἱ δὲ εἶπον αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν;And they said unto him, Where wilt thou that we prepare?
10
耶穌 對他們 說:「 看哪,你們進了城,必有 一人 拿著一瓶水 迎接你們;你們就跟著他,到他所進的房子裏去。Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται.And he said unto them, Behold, when ye are entered into the city, there shall a man meet you, bearing a pitcher of water; follow him into the house where he entereth in.
11
你們要 對那家的主人說:『 夫子 對你 說:『客房在哪裏,我與 我 門徒 要 在那裏吃逾越節的筵席?』」Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;And ye shall say unto the goodman of the house, The Master saith unto thee, Where is the guestchamber, where I shall eat the passover with my disciples?
12
他必指給你們擺設整齊的一間大樓;你們就在那裏預備。」Κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.And he shall shew you a large upper room furnished: there make ready.
13
他們去了,所遇見的正如耶穌 對他們 所說的;他們就預備了逾越節的筵席。Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.And they went, and found as he had said unto them: and they made ready the passover.
14
時候到了,耶穌坐席,十二 使徒也和他同坐。Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.And when the hour was come, he sat down, and the twelve apostles with him.
15
耶穌對他們說:「我很願意在受害以先和你們吃這逾越節的筵席;Καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν·And he said unto them, With desire I have desired to eat this passover with you before I suffer:
16
我告訴你們:『我不再吃這筵席,直到 這筵席 成就在 神的國裏。』」λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.For I say unto you, I will not any more eat thereof, until it be fulfilled in the kingdom of God.
17
耶穌 拿起 杯來,感謝了,說:「你們拿這個,大家分著喝;Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς·And he took the cup, and gave thanks, and said, Take this, and divide [it] among yourselves:
18
我告訴你們:『 我必不喝從葡萄所出的,直等 神的國來到。』」λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.For I say unto you, I will not drink of the fruit of the vine, until the kingdom of God shall come.
19
他 又拿起餅來,感謝了,就擘開,遞給他們,說:「這是我的身體,為你們捨的;你們也應當如此行,為的是記念我。」Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.And he took bread, and gave thanks, and brake [it], and gave unto them, saying, This is my body which is given for you: this do in remembrance of me.
20
晚餐 後也照樣拿起杯來,說:「這杯是用我血所立的新約,是為你們流出來的。Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.Likewise also the cup after supper, saying, This cup [is] the new testament in my blood, which is shed for you.
21
只是 看哪,那賣我之人的手與我一同在桌子上。Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης.But, behold, the hand of him that betrayeth me [is] with me on the table.
22
人子固然要照所預定的去世;但 那 賣 人子的人有禍了。」Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.And truly the Son of man goeth, as it was determined: but woe unto that man by whom he is betrayed!
23
他們就彼此對問,是那一個要作這事。Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.And they began to enquire among themselves, which of them it was that should do this thing.
24
門徒 也 起了爭論,他們中間哪一個 算為最大。Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.And there was also a strife among them, which of them should be accounted the greatest.
25
耶穌說:「外邦人有君王為主治理他們,那掌權管他們的稱為恩主。Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.And he said unto them, The kings of the Gentiles exercise lordship over them; and they that exercise authority upon them are called benefactors.
26
但你們不可這樣。你們裏頭 最大 的,倒要像年幼的;為首領的,倒要像服事人的。Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.But ye [shall] not [be] so: but he that is greatest among you, let him be as the younger; and he that is chief, as he that doth serve.
27
是誰為大?是坐席的呢?是服事人的呢?不是坐席的大嗎?然而,我在你們中間如同服事人的。Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.For whether [is] greater, he that sitteth at meat, or he that serveth? [is] not he that sitteth at meat? but I am among you as he that serveth.
28
我在 試探 之中,常和我同在的就是你們。Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·Ye are they which have continued with me in my temptations.
29
我將國賜給你們,正如我 父賜給我一樣;κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν,And I appoint unto you a kingdom, as my Father hath appointed unto me;
30
叫你們在我國裏,坐在我的席上吃喝,並且坐在寶座上,審判以色列十二個支派。」ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ Βασιλείᾳ μου, καὶ καθίσησθε ἐπὶ θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.That ye may eat and drink at my table in my kingdom, and sit on thrones judging the twelve tribes of Israel.
31
主又說:「西門,西門,看哪,撒但想要得著你們,好篩你們像篩麥子一樣;Εἶπε δὲ ὁ Κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον·And the Lord said, Simon, Simon, behold, Satan hath desired [to have] you, that he may sift [you] as wheat:
32
但我已經為你祈求,叫你不至於失了信心;你 回轉 以後,要堅固你的弟兄。」ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.But I have prayed for thee, that thy faith fail not: and when thou art converted, strengthen thy brethren.
33
彼得 對耶穌 說:「 主啊,我就是同你下監,同你受死,也是甘心。」Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.And he said unto him, Lord, I am ready to go with thee, both into prison, and to death.
34
耶穌說:「彼得,我告訴你,今日雞還沒有叫,你要三次說 你 不認得我。」Ὁ δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσει σήμερον ἀλέκτωρ, πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.And he said, I tell thee, Peter, the cock shall not crow this day, before that thou shalt thrice deny that thou knowest me.
35
耶穌又對他們說:「我差你們出去的時候,沒有錢囊,沒有口袋,沒有鞋,你們缺少甚麼沒有?」他們說:「沒有。」Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον, Οὐδενός.And he said unto them, When I sent you without purse, and scrip, and shoes, lacked ye any thing? And they said, Nothing.
36
耶穌 就 對他們 說:「但如今有錢囊的可以帶著,有口袋的也可以帶著;沒有刀的要賣衣服買刀。Εἶπεν οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν.Then said he unto them, But now, he that hath a purse, let him take [it], and likewise [his] scrip: and he that hath no sword, let him sell his garment, and buy one.
37
我告訴你們,經上寫著說:『他被列在罪犯之中。』這話 仍 必應驗在我身上;因為那關係我的事必然成 終。」Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.For I say unto you, that this that is written must yet be accomplished in me, And he was reckoned among the transgressors: for the things concerning me have an end.
38
他們說:「 主啊,請看,這裏有兩把刀。」耶穌 對他們 說:「夠了。」Οἱ δὲ εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι.And they said, Lord, behold, here [are] two swords. And he said unto them, It is enough.
39
耶穌出來,照常往橄欖山去;他的 門徒也跟隨他。Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.And he came out, and went, as he was wont, to the mount of Olives; and his disciples also followed him.
40
他 到了那地方,就對他們說:「你們要禱告,免得入了迷惑。」Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.And when he was at the place, he said unto them, Pray that ye enter not into temptation.
41
他便 離開他們約有扔一塊石頭那麼遠,跪下禱告,Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο,And he was withdrawn from them about a stone's cast, and kneeled down, and prayed,
42
說:「 父啊,你若願意,就把這杯撤去;然而,不要成就我的意思,只要成就你的意思。」λέγων, Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.Saying, Father, if thou be willing, remove this cup from me: nevertheless not my will, but thine, be done.
43
有一個天使從天上 向他 顯現,加添他的力量。Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν.And there appeared an angel unto him from heaven, strengthening him.
44
耶穌極其傷痛,禱告更加懇切;他的 汗珠如大血點滴在地上。Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.And being in an agony he prayed more earnestly: and his sweat was as it were great drops of blood falling down to the ground.
45
禱告完了,他 就起來,到 他的 門徒那裏,見他們因為憂愁都睡著了,Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς αὐτοῦ εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,And when he rose up from prayer, and was come to his disciples, he found them sleeping for sorrow,
46
就對他們說:「你們為甚麼睡覺呢?起來禱告,免得 你們 入了迷惑。」καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.And said unto them, Why sleep ye? rise and pray, lest ye enter into temptation.
47
他還 說話之間,忽然 來了許多人。那十二個門徒裏名叫猶大的,走在前頭,就近耶穌,要與他親嘴。Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτῶν, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.And while he yet spake, behold a multitude, and he that was called Judas, one of the twelve, went before them, and drew near unto Jesus to kiss him.
48
但 耶穌對他說:「猶大,你用親嘴的暗號賣 人子嗎?」Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;But Jesus said unto him, Judas, betrayest thou the Son of man with a kiss?
49
左右的人見光景不好,就 對耶穌 說:「 主阿,我們拿刀砍可以不可以?」Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;When they which were about him saw what would follow, they said unto him, Lord, shall we smite with the sword?
50
內中有一個人把大祭司的僕人 襲了一把,削掉了他的右耳。Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.And one of them smote the servant of the high priest, and cut off his right ear.
51
耶穌 回答 說:「到了這個地步,你們 由他們吧。」 他 就摸那人的耳朵,把他治好了。Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο αὐτόν.And Jesus answered and said, Suffer ye thus far. And he touched his ear, and healed him.
52
那時,耶穌對那些 到他那裏來 的祭司長和守殿官並長老說:「你們帶著刀棒出來拿我,如同拿 盜賊 嗎?Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;Then Jesus said unto the chief priests, and captains of the temple, and the elders, which were come to him, Be ye come out, as against a thief, with swords and staves?
53
我天天同你們在殿裏,那時 你們不下手拿我;現在卻 是你們、是黑暗掌權的時候了。」Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλ᾿ αὕτη ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.When I was daily with you in the temple, ye stretched forth no hands against me: but this is your hour, and the power of darkness.
54
他們 就 拿住耶穌,把他帶到大祭司的宅裏。彼得遠遠的跟著。Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.Then took they him, and led [him], and brought him into the high priest's house. And Peter followed afar off.
55
他們在 大廳 裏生了火,一同坐著,彼得也坐在他們中間。Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.And when they had kindled a fire in the midst of the hall, and were set down together, Peter sat down among them.
56
但 有一個使女看見彼得 坐在火旁,就 注目 看他,說:「這個人素來也是同那人一夥的。」Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν.But a certain maid beheld him as he sat by the fire, and earnestly looked upon him, and said, This man was also with him.
57
彼得 不承認他,說:「女子,我不認得他。」Ὁ δὲ ἠρνήσατο αὐτόν, λέγων, Γύναι, οὐκ οἶδα αὐτόν.And he denied him, saying, Woman, I know him not.
58
過了不多的時候,又有一個人看見他,說:「你也是他們一黨的。」彼得說:「你這個人,我不是。」Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί.And after a little while another saw him, and said, Thou art also of them. And Peter said, Man, I am not.
59
約過了一小時,又有一個人極力的說:「 這人 實在是同那人一夥的;因為他 是 加利利人。」Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.And about the space of one hour after another confidently affirmed, saying, Of a truth this [fellow] also was with him: for he is a Galilaean.
60
彼得說:「你這個人,我不曉得你說的是甚麼。」 他 正說話之間,立時 雞就叫了。Εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ὁ ἀλέκτωρ.And Peter said, Man, I know not what thou sayest. And immediately, while he yet spake, the cock crew.
61
主轉過身來看彼得。彼得便想起 主的話,他是怎樣 對他說:「 雞叫以先,你要三次不認我。」Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς.And the Lord turned, and looked upon Peter. And Peter remembered the word of the Lord, how he had said unto him, Before the cock crow, thou shalt deny me thrice.
62
彼得 就出去痛哭。Καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.And Peter went out, and wept bitterly.
63
看守耶穌的人戲弄他,打他。Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, δέροντες.And the men that held Jesus mocked him, and smote [him].
64
他們 又蒙著他的眼,打他的臉,問他說:「 說預言吧,打你的是誰?」Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε;And when they had blindfolded him, they struck him on the face, and asked him, saying, Prophesy, who is it that smote thee?
65
他們還用許多別的話 褻瀆 他。Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.And many other things blasphemously spake they against him.
66
天一亮,民間的眾長老連祭司長帶文士都聚會,把耶穌帶到他們的公會裏,說:Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες,And as soon as it was day, the elders of the people and the chief priests and the scribes came together, and led him into their council, saying,
67
「 你是 基督不是?你告訴我們。」耶穌 對他們 說:「我若告訴你們,你們也不信;Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·Art thou the Christ? tell us. And he said unto them, If I tell you, ye will not believe:
68
我若 再 問你們,你們 必 不回答 我,也不容我去。ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι, ἢ ἀπολύσητε.And if I also ask [you], ye will not answer me, nor let [me] go.
69
從今以後,人子要坐在 神權能的右邊。」Ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.Hereafter shall the Son of man sit on the right hand of the power of God.
70
於是 他們都說:「這樣,你是 神的 兒子嗎?」耶穌 對他們 說:「 你們說我是了。」Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.Then said they all, Art thou then the Son of God? And he said unto them, Ye say that I am.
71
他們說:「何必再用見證呢?他親口所說的,我們都親自聽見了。」Οἱ δὲ εἶπον, Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.And they said, What need we any further witness? for we ourselves have heard of his own mouth.