路加福音
第 23 章
1
眾人都起來,把耶穌解到 彼拉多那裏。Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλάτον.And the whole multitude of them arose, and led him unto Pilate.
2
他們 就告他說:「我們見這人誘惑國民,禁止納稅給凱撒,說 自己是 基督,是 王。」Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.And they began to accuse him, saying, We found this [fellow] perverting the nation, and forbidding to give tribute to Caesar, saying that he himself is Christ a King.
3
彼拉多問耶穌說:「你是猶太人的 王嗎?」耶穌回答 他 說:「 是你說的。」Ὁ δὲ Πιλάτος ἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις.And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him and said, Thou sayest [it].
4
那時,彼拉多對祭司長和 百姓 說:「我查不出這人有甚麼 錯 來。」Ὁ δὲ Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.Then said Pilate to the chief priests and [to] the people, I find no fault in this man.
5
他們 就 越發 暴烈 的說:「他煽惑百姓,在猶太遍地 教訓人,從加利利起,直到這裏了。」Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.And they were the more fierce, saying, He stirreth up the people, teaching throughout all Jewry, beginning from Galilee to this place.
6
彼拉多一聽見 加利利,就問這人是加利利人 不是。Πιλάτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι.When Pilate heard of Galilee, he asked whether the man were a Galilaean.
7
他一曉得 耶穌屬希律所管,就把他送到希律那裏去,那時希律 也 在耶路撒冷。Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.And as soon as he knew that he belonged unto Herod's jurisdiction, he sent him to Herod, who himself also was at Jerusalem at that time.
8
希律 既 看見耶穌,就很歡喜。因為聽見過他 許多 的事,久已想要見他;他又盼望 看他行 好些 神蹟。Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.And when Herod saw Jesus, he was exceeding glad: for he was desirous to see him of a long [season], because he had heard many things of him; and he hoped to have seen some miracle done by him.
9
希律 於是問他許多的話;耶穌卻 向他 一言不答。Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.Then he questioned with him in many words; but he answered him nothing.
10
祭司長和文士都站著,極力的告他。Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ.And the chief priests and scribes stood and vehemently accused him.
11
希律和他的兵丁就 輕棄 耶穌,戲弄他,給他穿上華麗 外袍,把他 再 送 到 彼拉多那裏去。Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.And Herod with his men of war set him at nought, and mocked [him], and arrayed him in a gorgeous robe, and sent him again to Pilate.
12
那一天,希律和彼拉多 就成了朋友;他們從前原是彼此有仇。Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.And the same day Pilate and Herod were made friends together: for before they were at enmity between themselves.
13
那時,彼拉多傳齊了祭司長和 官長 並百姓,Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,And Pilate, when he had called together the chief priests and the rulers and the people,
14
就對他們說:「你們解這人到我這裏,說他是誘惑百姓的。看哪,我也曾將你們告他的事,在你們面前審問他,並沒有查出他甚麼 錯 來。εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ·Said unto them, Ye have brought this man unto me, as one that perverteth the people: and, behold, I, having examined [him] before you, have found no fault in this man touching those things whereof ye accuse him:
15
就是希律也是如此。因我差遣你們去見希律;也見他沒有作過甚麼該死的事。ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.No, nor yet Herod: for I sent you to him; and, lo, nothing worthy of death is done unto him.
16
故此,我要責打他,把他釋放了。」Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.I will therefore chastise him, and release [him].
17
(每逢這節期巡撫必須釋放一個囚犯給他們。)Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.(For of necessity he must release one unto them at the feast.)
18
眾人 就 都立時 喊著說:「除掉這個人,釋放巴拉巴給我們。」Ἀνέκραξαν δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·And they cried out all at once, saying, Away with this [man], and release unto us Barabbas:
19
(這巴拉巴是因在城裏作亂殺人,下在監裏的。)ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν.(Who for a certain sedition made in the city, and for murder, was cast into prison.)
20
彼拉多願意釋放耶穌,就又勸解他們。Πάλιν οὖν ὁ Πιλάτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.Pilate therefore, willing to release Jesus, spake again to them.
21
無奈他們喊著說:「釘他十字架,釘他十字架。」Οἱ δὲ ἐπεφώνουν, λέγοντες, Σταύρωσον, σταύρωσον αὐτόν.But they cried, saying, Crucify [him], crucify him.
22
彼拉多第三次對他們說:「為甚麼呢,他 作了甚麼惡事呢?我並沒有查出他甚麼該死的罪來;所以,我要責打他,把他釋放了。」Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.And he said unto them the third time, Why, what evil hath he done? I have found no cause of death in him: I will therefore chastise him, and let [him] go.
23
他們 立時大聲喊叫,求他把耶穌釘在十字架上。他們 和祭司長 的聲音就得了勝。Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.And they were instant with loud voices, requiring that he might be crucified. And the voices of them and of the chief priests prevailed.
24
彼拉多這才照他們所求的定案。Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.And Pilate gave sentence that it should be as they required.
25
彼拉多 把他們所求的那作亂殺人、下在監裏的 給他們 釋放了;他卻 把耶穌交給他們,任憑他們的意思行。Ἀπέλυσε δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.And he released unto them him that for sedition and murder was cast into prison, whom they had desired; but he delivered Jesus to their will.
26
他們 帶耶穌去的時候,抓住 一個古利奈人,名叫西門,從鄉下來的,把十字架擱在他身上,叫他背著跟隨耶穌。Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου τοῦ ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.And as they led him away, they laid hold upon one Simon, a Cyrenian, coming out of the country, and on him they laid the cross, that he might bear [it] after Jesus.
27
有 一大幫 百姓跟隨耶穌,內中有好些婦女,她們 為他號咷痛哭。Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.And there followed him a great company of people, and of women, which also bewailed and lamented him.
28
但 耶穌轉身對她們說:「耶路撒冷的 眾女子,不要為我哭,倒 當為自己和自己的兒女哭。Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.But Jesus turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children.
29
因為 看哪,日子要到,人必說:『 不育的,和未曾懷胎的,未曾乳養嬰孩的,有福了。』Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.For, behold, the days are coming, in the which they shall say, Blessed [are] the barren, and the wombs that never bare, and the paps which never gave suck.
30
那時,人要向大山說:『倒在我們身上』;向小山說:『遮蓋我們』。」Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, Πέσετε ἐφ᾿ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς.Then shall they begin to say to the mountains, Fall on us; and to the hills, Cover us.
31
「這些事,他們 既行在有汁水的樹上,那枯乾的樹將來怎麼樣呢?」Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;For if they do these things in a green tree, what shall be done in the dry?
32
又有兩個犯人,和耶穌一同帶來處死。Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.And there were also two other, malefactors, led with him to be put to death.
33
到了一個地方,名叫「髑髏地」,就在那裏把耶穌釘在十字架上,又釘了兩個犯人:一個在左邊,一個在右邊。Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.And when they were come to the place, which is called Calvary, there they crucified him, and the malefactors, one on the right hand, and the other on the left.
34
當下耶穌說:「 父啊,饒恕 他們;因為他們所作的,他們不曉得。」兵丁就 分他的衣服,並且擲籤。Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.Then said Jesus, Father, forgive them; for they know not what they do. And they parted his raiment, and cast lots.
35
百姓站在那裏觀看。官長 也 和他們 嗤笑他,說:「他救了別人;他若是 基督,神所揀選的,可以救自己吧。」Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.And the people stood beholding. And the rulers also with them derided [him], saying, He saved others; let him save himself, if he be Christ, the chosen of God.
36
兵丁也戲弄他,上前拿醋送給他喝,Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ,And the soldiers also mocked him, coming to him, and offering him vinegar,
37
說:「你若是猶太人的王,可以救自己吧。」καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.And saying, If thou be the king of the Jews, save thyself.
38
在耶穌以上有一個牌子,用 希臘、拉丁和希伯來的文字 寫著:「這是猶太人的王。」Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.And a superscription also was written over him in letters of Greek, and Latin, and Hebrew, THIS IS THE KING OF THE JEWS.
39
那同釘的兩個犯人有一個譏誚他,說:「 你若是 基督,可以救自己和我們吧。」Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, λέγων, Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.And one of the malefactors which were hanged railed on him, saying, If thou be Christ, save thyself and us.
40
那一個 卻 應聲責備他,說:「你既是一樣受刑的,還不怕 神嗎?Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;But the other answering rebuked him, saying, Dost not thou fear God, seeing thou art in the same condemnation?
41
我們是應該的;因我們所受的與我們所作的相稱。但這個人沒有作過一件不好的事。」Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.And we indeed justly; for we receive the due reward of our deeds: but this man hath done nothing amiss.
42
就 對耶穌 說:「 主 啊,你 進入你國 的時候,求你記念我。」Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.And he said unto Jesus, Lord, remember me when thou comest into thy kingdom.
43
耶穌對他說:「我實在告訴你:『今日你要同我在樂園裏了。』」Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.And Jesus said unto him, Verily I say unto thee, To day shalt thou be with me in paradise.
44
那時約有午正,遍地都黑暗了,直到申初。Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης.And it was about the sixth hour, and there was a darkness over all the earth until the ninth hour.
45
日頭變黑了,殿裏的幔子從當中裂為兩半。Καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.And the sun was darkened, and the veil of the temple was rent in the midst.
46
耶穌大聲喊著說:「 父啊,我將我的 靈 交在你手裏。」 他 說了這話,氣就斷了。Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.And when Jesus had cried with a loud voice, he said, Father, into thy hands I commend my spirit: and having said thus, he gave up the ghost.
47
百夫長看見所成的事,就歸榮耀與 神,說:「這真是個義人。」Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.Now when the centurion saw what was done, he glorified God, saying, Certainly this was a righteous man.
48
聚集觀看的 眾百姓 見了這所成的事,都捶著胸,回去了。Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.And all the people that came together to that sight, beholding the things which were done, smote their breasts, and returned.
49
還有一切與耶穌熟識的人,和從加利利跟著他來的婦女們,都遠遠的站著看這些事。Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.And all his acquaintance, and the women that followed him from Galilee, stood afar off, beholding these things.
50
誰知 有一個人名叫約瑟,是個議士;為人善良公義。Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος —And, behold, [there was] a man named Joseph, a counsellor; [and he was] a good man, and a just:
51
(眾人所謀所為,他並沒有附從;)他是猶太中亞利馬太城裏的人。他又是等侯 神國 的。οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν — ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ·(The same had not consented to the counsel and deed of them;) [he was] of Arimathaea, a city of the Jews: who also himself waited for the kingdom of God.
52
這人去見彼拉多,求耶穌的身體。οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.This [man] went unto Pilate, and begged the body of Jesus.
53
他 取下來,用細麻布裹好,就 安放在石頭鑿成的墳墓裏,那裏頭從來沒有葬過人。Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος.And he took it down, and wrapped it in linen, and laid it in a sepulchre that was hewn in stone, wherein never man before was laid.
54
那日是預備日,安息日也快到了。Καὶ ἡμέρα ἦν Παρασκευή, καὶ σάββατον ἐπέφωσκε.And that day was the preparation, and the sabbath drew on.
55
那些從加利利和耶穌同來的婦女,也 跟在後面,看見了墳墓和他的身體怎樣安放。Κατακολουθήσασαι δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.And the women also, which came with him from Galilee, followed after, and beheld the sepulchre, and how his body was laid.
56
她們就回去,預備了香料香膏;她們在安息日,便遵著誡命安息了。Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.And they returned, and prepared spices and ointments; and rested the sabbath day according to the commandment.