路加福音
第 8 章
1
後來,耶穌周遊各城各鄉傳道,宣講 神國的 好信息;有十二個門徒和他同去,Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ,And it came to pass afterward, that he went throughout every city and village, preaching and shewing the glad tidings of the kingdom of God: and the twelve [were] with him,
2
還有被惡 靈 所附、被疾病所累、已經治好的幾個婦女,內中有稱為抹大拉的馬利亞,曾有七個 鬼魔 從她身上趕出來,καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,And certain women, which had been healed of evil spirits and infirmities, Mary called Magdalene, out of whom went seven devils,
3
又有希律的家宰苦撒的妻子約亞拿,並蘇撒拿,和 許多 別的婦女,都是用自己的財物供給 耶穌。καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.And Joanna the wife of Chuza Herod's steward, and Susanna, and many others, which ministered unto him of their substance.
4
當許多人聚集、又 從各城裏出來見耶穌的時候,耶穌就用比喻說:Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς,And when much people were gathered together, and were come to him out of every city, he spake by a parable:
5
「有一個撒種的出去,撒 他的 種。他 撒的時候,有落在路旁的;種被踹下,天上的飛鳥又 把種吃了。Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.A sower went out to sow his seed: and as he sowed, some fell by the way side; and it was trodden down, and the fowls of the air devoured it.
6
有落在磐石上的;一 發苗 就枯乾了,因它 得不著滋潤。Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.And some fell upon a rock; and as soon as it was sprung up, it withered away, because it lacked moisture.
7
有落在荊棘裏的;荊棘一同生長,把它擠住了。Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.And some fell among thorns; and the thorns sprang up with it, and choked it.
8
又有落在好土 上 的,發起苗 來,結 果 百倍。」耶穌說了這些話,就大聲說:「有耳可聽的,就應當聽。」Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.And other fell on good ground, and sprang up, and bare fruit an hundredfold. And when he had said these things, he cried, He that hath ears to hear, let him hear.
9
他的 門徒問耶穌說:「這比喻是甚麼意思呢?」Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Τίς εἴη ἡ παραβολὴ αὕτη;And his disciples asked him, saying, What might this parable be?
10
他說:「 神國的奧秘只叫你們知道。至於別人,就用比喻;叫他們看也看不見,聽也聽不明。」Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.And he said, Unto you it is given to know the mysteries of the kingdom of God: but to others in parables; that seeing they might not see, and hearing they might not understand.
11
「這比喻乃是這樣:種子就是 神的道。Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.Now the parable is this: The seed is the word of God.
12
那些在路旁的,就是 聽道的人;隨後魔鬼來,從他們心裏把道奪去,恐怕他們信了得救。Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.Those by the way side are they that hear; then cometh the devil, and taketh away the word out of their hearts, lest they should believe and be saved.
13
那些在磐石上的,就是人聽道,歡喜領受;這等人 沒有根,不過暫時相信,及至遇見 試探就倒退 了。Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.They on the rock [are they], which, when they hear, receive the word with joy; and these have no root, which for a while believe, and in time of temptation fall away.
14
那落在荊棘裏的,就是人聽了道,走開以後,被今生的思慮、錢財、宴樂擠住了,便結不出成熟的子粒來。Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι.And that which fell among thorns are they, which, when they have heard, go forth, and are choked with cares and riches and pleasures of [this] life, and bring no fruit to perfection.
15
唯有 落在好土 上 的,就是人聽了道,持守在誠實善良的心裏,並且忍耐著結 果。Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.But that on the good ground are they, which in an honest and good heart, having heard the word, keep [it], and bring forth fruit with patience.
16
「沒有人點 燭 用器皿蓋上,或放在床底下;乃是 置 在 燭臺 上,叫進來的人看見亮光。Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς.No man, when he hath lighted a candle, covereth it with a vessel, or putteth [it] under a bed; but setteth [it] on a candlestick, that they which enter in may see the light.
17
因為 隱瞞 的事沒有不顯出來的;掩藏 的事沒有不 傳 出來被人知道的。Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.For nothing is secret, that shall not be made manifest; neither [any thing] hid, that shall not be known and come abroad.
18
所以,你們應當小心怎樣聽;因為凡有的,還要加給他;凡沒有的,連他自以為有的,也要奪去。」Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.Take heed therefore how ye hear: for whosoever hath, to him shall be given; and whosoever hath not, from him shall be taken even that which he seemeth to have.
19
當下,耶穌的母親和他弟兄來了,因為人多,不得到他跟前。Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.Then came to him [his] mother and his brethren, and could not come at him for the press.
20
有人告訴他說:「你母親和你弟兄站在外邊,要見你。」Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.And it was told him [by certain] which said, Thy mother and thy brethren stand without, desiring to see thee.
21
耶穌回答 對他們 說:「聽了 神之道而遵行的人就是我的母親,我的弟兄了。」Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.And he answered and said unto them, My mother and my brethren are these which hear the word of God, and do it.
22
有一天,耶穌和 他 門徒上了船,對門徒說:「我們可以渡到湖那邊去。」他們就開了船。Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν.Now it came to pass on a certain day, that he went into a ship with his disciples: and he said unto them, Let us go over unto the other side of the lake. And they launched forth.
23
他們行船 的時候,耶穌 卻 睡著了。湖上忽然起了暴風;他們就被水所淹,甚是危險。Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον.But as they sailed he fell asleep: and there came down a storm of wind on the lake; and they were filled [with water], and were in jeopardy.
24
門徒來叫醒了他,說:「夫子,夫子,我們喪命啦。」耶穌 就 起來,斥責那狂風大浪;風浪就止住,平靜了。Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.And they came to him, and awoke him, saying, Master, master, we perish. Then he arose, and rebuked the wind and the raging of the water: and they ceased, and there was a calm.
25
耶穌對他們說:「你們的信心在哪裏呢?」他們又懼怕又希奇,彼此說:「 這是怎樣的人。他吩咐風和水,連風和水也聽從他了。」Εἶπε δὲ αὐτοῖς, Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;And he said unto them, Where is your faith? And they being afraid wondered, saying one to another, What manner of man is this! for he commandeth even the winds and water, and they obey him.
26
他們到了 加大拉人 的地方,就是加利利的對面。Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας.And they arrived at the country of the Gadarenes, which is over against Galilee.
27
耶穌上了岸,就有城裏一個被 鬼魔 附著 許久 的人迎面而來,這個人 不穿衣服,不住房子,只住在墳塋裏。Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.And when he went forth to land, there met him out of the city a certain man, which had devils long time, and ware no clothes, neither abode in [any] house, but in the tombs.
28
他見了耶穌,就俯伏在他面前,大聲喊叫,說:「 你這 至高 神的 兒子耶穌,我與你有甚麼相干?我 求你不要叫我受苦。」Ἰδὼν δὲ τὸν Ἰησοῦν, καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.When he saw Jesus, he cried out, and fell down before him, and with a loud voice said, What have I to do with thee, Jesus, [thou] Son of God most high? I beseech thee, torment me not.
29
(是因耶穌曾吩咐污 靈從那人身上出來。原來這 污靈 屢次抓住他。他常被 鐵鏈和腳鐐捆鎖;他竟把鎖鏈掙斷,被 那鬼魔 趕到曠野去。)Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους.(For he had commanded the unclean spirit to come out of the man. For oftentimes it had caught him: and he was kept bound with chains and in fetters; and he brake the bands, and was driven of the devil into the wilderness.)
30
耶穌問他說:「你名叫甚麼?」他說:「我名叫『群』。」這是因為附著他的 鬼魔甚多。Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι ἐστὶν ὄνομα; Ὁ δὲ εἶπε, Λεγεών, ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν.And Jesus asked him, saying, What is thy name? And he said, Legion: because many devils were entered into him.
31
牠們 就央求耶穌,不要吩咐他們到無底坑裏去。Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.And they besought him that he would not command them to go out into the deep.
32
那裏有一大群豬在山上 餵食;牠們 央求耶穌,准他們進入豬裏去。耶穌准了他們。Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.And there was there an herd of many swine feeding on the mountain: and they besought him that he would suffer them to enter into them. And he suffered them.
33
鬼魔 就從那人出來,進入豬裏去;於是那群豬闖下 山坡,投在湖裏淹死了。Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθεν εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.Then went the devils out of the man, and entered into the swine: and the herd ran violently down a steep place into the lake, and were choked.
34
放豬的 既 見所作的事,就逃跑了,將 這事 去告訴城裏和鄉下的人。Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.When they that fed [them] saw what was done, they fled, and went and told [it] in the city and in the country.
35
眾人 就 出來要看 所作的 事;到了耶穌那裏,看見 鬼魔 所離開的那人,坐在耶穌腳前,穿著衣服,心裏明白過來。他們就害怕。Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.Then they went out to see what was done; and came to Jesus, and found the man, out of whom the devils were departed, sitting at the feet of Jesus, clothed, and in his right mind: and they were afraid.
36
看見這事的 又 將被 鬼魔 附著的人怎麼得 醫治 告訴他們。Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.They also which saw [it] told them by what means he that was possessed of the devils was healed.
37
加大拉 四圍的 眾人,因為害怕得很,都求耶穌離開他們;耶穌 又 上船,離開回去 了。Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.Then the whole multitude of the country of the Gadarenes round about besought him to depart from them; for they were taken with great fear: and he went up into the ship, and returned back again.
38
鬼魔 所離開的那人懇求和耶穌同在;耶穌卻打發他回去,說:Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων,Now the man out of whom the devils were departed besought him that he might be with him: but Jesus sent him away, saying,
39
「你回家去,表明 神 向 你作了何等大的事。」他就去,滿城裏傳揚耶穌 向 他作了何等大的事。Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.Return to thine own house, and shew how great things God hath done unto thee. And he went his way, and published throughout the whole city how great things Jesus had done unto him.
40
耶穌回來的時侯,百姓歡喜接待 他;因為他們都等候他。Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.And it came to pass, that, when Jesus was returned, the people [gladly] received him: for they were all waiting for him.
41
忽然 有一個管會堂的,名叫葉魯;他 來俯伏在耶穌腳前,求耶穌到他家裏去;Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·And, behold, there came a man named Jairus, and he was a ruler of the synagogue: and he fell down at Jesus' feet, and besought him that he would come into his house:
42
因他有一個獨生女兒,約有十二歲,快要死了。耶穌去的時候,百姓 卻 擁擠他。ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.For he had one only daughter, about twelve years of age, and she lay a dying. But as he went the people thronged him.
43
有一個女人,患了十二年的血漏,在醫生手裏花盡了她一切養生的,並沒有一人能醫好她,Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις εἰς ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι,And a woman having an issue of blood twelve years, which had spent all her living upon physicians, neither could be healed of any,
44
來到耶穌背後,便摸他的衣邊;她的 血漏立刻就止住了。προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.Came behind [him], and touched the border of his garment: and immediately her issue of blood stanched.
45
耶穌說:「摸我的是誰?」眾人 既 都不承認,彼得和同行的人 說:「 夫子,眾人擁擁擠擠緊靠著你,你還問『摸我的是誰』麼?」Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;And Jesus said, Who touched me? When all denied, Peter and they that were with him said, Master, the multitude throng thee and press [thee], and sayest thou, Who touched me?
46
耶穌說:「總有人摸我;因我覺得有能力從我身上出去。」Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.And Jesus said, Somebody hath touched me: for I perceive that virtue is gone out of me.
47
那女人知道不能隱藏,就戰戰兢兢的來俯伏在耶穌腳前,她 把摸他的緣故和怎樣立刻得好了,當著眾人都說出來。Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.And when the woman saw that she was not hid, she came trembling, and falling down before him, she declared unto him before all the people for what cause she had touched him, and how she was healed immediately.
48
耶穌對她說:「女兒,放心吧。妳的信 使妳痊癒了;平平安安的去罷。」Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.And he said unto her, Daughter, be of good comfort: thy faith hath made thee whole; go in peace.
49
他 還說話的時候,有人從管會堂的家裏來,對他 說:「你的女兒死了;不要勞動 夫子。」Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.While he yet spake, there cometh one from the ruler of the synagogue's [house], saying to him, Thy daughter is dead; trouble not the Master.
50
然而 耶穌 聽見了,就 回答 他說:「不要怕,只要信,你的女兒就必得 痊癒。」Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων, Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.But when Jesus heard [it], he answered him, saying, Fear not: believe only, and she shall be made whole.
51
耶穌到了他的家,除了彼得、約翰、雅各,和女兒的父母,不許別人進去。Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.And when he came into the house, he suffered no man to go in, save Peter, and James, and John, and the father and the mother of the maiden.
52
眾人都為這女兒哀哭捶胸;耶穌 卻 說:「不要哭;她不是死了,不過 是睡著了。」Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε, Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.And all wept, and bewailed her: but he said, Weep not; she is not dead, but sleepeth.
53
他們曉得女兒已經死了,就嗤笑耶穌。Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.And they laughed him to scorn, knowing that she was dead.
54
耶穌把他們 都趕出去,便 拉著她的手,呼叫說:「女兒,起來罷。」Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων, Ἡ παῖς, ἐγείρου.And he put them all out, and took her by the hand, and called, saying, Maid, arise.
55
她的 靈便再 來,她就立刻起來了;耶穌吩咐給她東西吃。Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.And her spirit came again, and she arose straightway: and he commanded to give her meat.
56
她的父母驚奇得很;耶穌 卻 囑咐他們,不要把所作的事告訴人。Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.And her parents were astonished: but he charged them that they should tell no man what was done.