馬可福音
第 10 章
1
耶穌從那裏起身,沿約旦河邊僻遠,來到猶太的境界。百姓 又聚集到他那裏;他又照常教訓他們。Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.And he arose from thence, and cometh into the coasts of Judaea by the farther side of Jordan: and the people resort unto him again; and, as he was wont, he taught them again.
2
有法利賽人來問他說:「人休妻可以不可以?」意思要試探他。Καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.And the Pharisees came to him, and asked him, Is it lawful for a man to put away [his] wife? tempting him.
3
耶穌回答 他們 說:「摩西吩咐你們的是甚麼?」Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς;And he answered and said unto them, What did Moses command you?
4
他們說:「摩西許人寫了休書便可以休妻。」Οἱ δὲ εἶπον, Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι.And they said, Moses suffered to write a bill of divorcement, and to put [her] away.
5
耶穌 回答 他們 說:「摩西因為你們的心硬,所以寫這條例給你們。Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·And Jesus answered and said unto them, For the hardness of your heart he wrote you this precept.
6
但從起初創造的時候,神造人是造男造女。ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός.But from the beginning of the creation God made them male and female.
7
因此,人要離開父母,與妻子連合;Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,For this cause shall a man leave his father and mother, and cleave to his wife;
8
夫妻二人成為一體。既然如此,夫妻不再是兩個人,乃是一體的了。καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ.And they twain shall be one flesh: so then they are no more twain, but one flesh.
9
所以 神配合的,人不可分開。」Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.What therefore God hath joined together, let not man put asunder.
10
到了屋裏,他的 門徒 又 問他這事。Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν.And in the house his disciples asked him again of the same [matter].
11
耶穌對他們說:「凡休妻另娶的,就是犯姦淫,辜負他的妻子。Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν·And he saith unto them, Whosoever shall put away his wife, and marry another, committeth adultery against her.
12
婦女 若離棄丈夫另嫁,也是犯姦淫了。」καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.And if a woman shall put away her husband, and be married to another, she committeth adultery.
13
有人帶著小孩子來見耶穌,要耶穌摸他們;他 門徒便責備 那些帶小孩子來的人。Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.And they brought young children to him, that he should touch them: and [his] disciples rebuked those that brought [them].
14
但 耶穌看見,就 甚不喜悅,對門徒說:「讓小孩子到我這裏來,不要禁止他們;因為在 神國的,正是這樣的人。Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.But when Jesus saw [it], he was much displeased, and said unto them, Suffer the little children to come unto me, and forbid them not: for of such is the kingdom of God.
15
我實在告訴你們:『凡要承受 神國的,若不像小孩子,必 不能進去。』」Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.Verily I say unto you, Whosoever shall not receive the kingdom of God as a little child, he shall not enter therein.
16
耶穌 於是抱 起 小孩子,給他們按手,為他們祝福。Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, ηὐλόγει αὐτά.And he took them up in his arms, put [his] hands upon them, and blessed them.
17
耶穌出來行路的時候,有一個人跑來,跪在他面前,問他說:「良善的 夫子,我當作甚麼事才可以承受永生?」Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;And when he was gone forth into the way, there came one running, and kneeled to him, and asked him, Good Master, what shall I do that I may inherit eternal life?
18
耶穌對他說:「你為甚麼稱我是良善的?除了 神一位之外,再沒有良善的。Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.And Jesus said unto him, Why callest thou me good? [there is] none good but one, [that is], God.
19
誡命你是曉得的:『 不可姦淫 』、『 不可殺人 』、『不可偷盜』、『不可作假見證』、『不可虧負人』、『當孝敬父母。』」Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Defraud not, Honour thy father and mother.
20
他 回答 耶穌說:「 夫子,這一切我從小都遵守了。」Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.And he answered and said unto him, Master, all these have I observed from my youth.
21
耶穌 就 看著他,愛他,對他說:「你還缺少一件;你 去變賣你所有的,分給窮人,就必有財寶在天上;你還要 背起十字架 來跟從我。」Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.Then Jesus beholding him loved him, and said unto him, One thing thou lackest: go thy way, sell whatsoever thou hast, and give to the poor, and thou shalt have treasure in heaven: and come, take up the cross, and follow me.
22
他聽見 那 話就 愁悶,憂憂愁愁的走了;因為他的產業很多。Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.And he was sad at that saying, and went away grieved: for he had great possessions.
23
耶穌周圍一看,對 他的 門徒說:「有錢財的人進 神的國是何等的難哪。」Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.And Jesus looked round about, and saith unto his disciples, How hardly shall they that have riches enter into the kingdom of God!
24
門徒希奇他的話。只是 耶穌 又回答,對 他們說:「小子,倚靠錢財的人 進 神的國,是何等的難哪。Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.And the disciples were astonished at his words. But Jesus answereth again, and saith unto them, Children, how hard is it for them that trust in riches to enter into the kingdom of God!
25
駱駝穿過針的眼,比財主進 神的國還容易呢。」Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.It is easier for a camel to go through the eye of a needle, than for a rich man to enter into the kingdom of God.
26
門徒就分外希奇,彼此 說:「這樣誰能得救呢?」Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;And they were astonished out of measure, saying among themselves, Who then can be saved?
27
耶穌看著他們,說:「在人是不能,在 神卻不然;因為 神凡事都能。」Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ τῷ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.And Jesus looking upon them saith, With men [it is] impossible, but not with God: for with God all things are possible.
28
彼得就對他說:「看哪,我們已經撇下所有的跟從你了。」Καὶ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.Then Peter began to say unto him, Lo, we have left all, and have followed thee.
29
耶穌 回答 說:「我實在告訴你們:『人為我和福音撇下房屋,或是弟兄、姐妹、父母、妻子、兒女、田地,Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου,And Jesus answered and said, Verily I say unto you, There is no man that hath left house, or brethren, or sisters, or father, or mother, or wife, or children, or lands, for my sake, and the gospel's,
30
沒有不在今 時 反 得百倍的,就是房屋、弟兄、姊妹、母親、兒女、田地,並且要受逼迫;在來世必得永生。』ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.But he shall receive an hundredfold now in this time, houses, and brethren, and sisters, and mothers, and children, and lands, with persecutions; and in the world to come eternal life.
31
然而,有許多在前的,將要在後;在後的,將要在前。」Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.But many [that are] first shall be last; and the last first.
32
他們行路上耶路撒冷去;耶穌在前頭走。他們 就希奇;跟從的時候,他們 也害怕。耶穌又叫過十二個門徒來,就告訴他們自己將要遭遇的是甚麼事,Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν·And they were in the way going up to Jerusalem; and Jesus went before them: and they were amazed; and as they followed, they were afraid. And he took again the twelve, and began to tell them what things should happen unto him,
33
說:「看哪,我們上耶路撒冷去;人子將要被交給祭司長和文士;他們要定他死罪,交給外邦人。ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,[Saying], Behold, we go up to Jerusalem; and the Son of man shall be delivered unto the chief priests, and unto the scribes; and they shall condemn him to death, and shall deliver him to the Gentiles:
34
他們要戲弄他,鞭打他,吐唾沫在他臉上,殺害他。到第三天,他要復活。」καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.And they shall mock him, and shall scourge him, and shall spit upon him, and shall kill him: and the third day he shall rise again.
35
西庇太的兒子雅各、約翰 來見耶穌,說:「 夫子,我們無論 求 甚麼,願你給我們作。」Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν.And James and John, the sons of Zebedee, come unto him, saying, Master, we would that thou shouldest do for us whatsoever we shall desire.
36
耶穌 對他們 說:「要我給你們作甚麼?」Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί με ὑμῖν;And he said unto them, What would ye that I should do for you?
37
他們 對他 說:「賜我們在你的榮耀裏,一個坐在你右邊,一個坐在你左邊。」Οἱ δὲ εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.They said unto him, Grant unto us that we may sit, one on thy right hand, and the other on thy left hand, in thy glory.
38
耶穌 卻 對他們 說:「你們不知道所求的是甚麼;我所喝的杯,你們能喝嗎?我所受的浸,你們能受嗎?」Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;But Jesus said unto them, Ye know not what ye ask: can ye drink of the cup that I drink of? and be baptized with the baptism that I am baptized with?
39
他們 對耶穌 說:「我們能。」耶穌 對他們 說:「我所喝的杯,你們 必 要喝;我所受的浸,你們必要受。Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·And they said unto him, We can. And Jesus said unto them, Ye shall indeed drink of the cup that I drink of; and with the baptism that I am baptized withal shall ye be baptized:
40
只是坐在我的左右,不是我可以賜的;乃是為誰預備的,就 必 賜給誰。」τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.But to sit on my right hand and on my left hand is not mine to give; but [it shall be given to them] for whom it is prepared.
41
那十個門徒聽見,就 甚不喜悅 雅各、約翰。Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.And when the ten heard [it], they began to be much displeased with James and John.
42
耶穌 卻 叫他們來,對他們說:「你們知道,外邦人有尊為君王的,治理他們;有大臣操權管束他們。Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.But Jesus called them [to him], and saith unto them, Ye know that they which are accounted to rule over the Gentiles exercise lordship over them; and their great ones exercise authority upon them.
43
只是在你們中間,不可 這樣;你們中間,誰願為大,倒 必作 伺侯你們的;Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται διάκονος ὑμῶν·But so shall it not be among you: but whosoever will be great among you, shall be your minister:
44
在你們中間,誰願為首,就必作眾人的僕人。καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.And whosoever of you will be the chiefest, shall be servant of all.
45
因為 人子來,並不是要受人的服事,乃是要服事人,並且要捨命作多人的贖價。」Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.For even the Son of man came not to be ministered unto, but to minister, and to give his life a ransom for many.
46
他們 到了耶利哥;耶穌同 他 門徒並 數目許多的人 出耶利哥的時候,有一個 瞎子,是底買的兒子巴底買,坐在路旁 乞討。Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.And they came to Jericho: and as he went out of Jericho with his disciples and a great number of people, blind Bartimaeus, the son of Timaeus, sat by the highway side begging.
47
他聽見是拿撒勒的耶穌,就喊著說:「 你這 大衛的 子孫耶穌啊,可憐我吧。」Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ υἱὸς Δαβίδ, Ἰησοῦ, ἐλέησόν με.And when he heard that it was Jesus of Nazareth, he began to cry out, and say, Jesus, [thou] Son of David, have mercy on me.
48
有許多人責備他,不許他作聲;他卻越發大聲喊著說:「 你這 大衛的 子孫哪,可憐我吧。」Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.And many charged him that he should hold his peace: but he cried the more a great deal, [Thou] Son of David, have mercy on me.
49
耶穌就站住,吩咐人 叫過他來。他們就叫那瞎子,對他說:「放心,起來;他叫你啦。」Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι, φωνεῖ σε.And Jesus stood still, and commanded him to be called. And they call the blind man, saying unto him, Be of good comfort, rise; he calleth thee.
50
瞎子就丟下衣服,起來到 耶穌那裏。Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.And he, casting away his garment, rose, and came to Jesus.
51
耶穌 回答 他 說:「要我為你作甚麼?」瞎子 對他 說:「 主,我要能看見。」Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββονί, ἵνα ἀναβλέψω.And Jesus answered and said unto him, What wilt thou that I should do unto thee? The blind man said unto him, Lord, that I might receive my sight.
52
耶穌 對他 說:「你去吧;你的信 使你痊癒 了。」瞎子立刻看見了,就在路上跟隨耶穌。Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.And Jesus said unto him, Go thy way; thy faith hath made thee whole. And immediately he received his sight, and followed Jesus in the way.