馬太福音
第 12 章
1
那時,耶穌在安息日從麥地經過;他的門徒餓了,就掐起麥穗來吃。Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.At that time Jesus went on the sabbath day through the corn; and his disciples were an hungred, and began to pluck the ears of corn, and to eat.
2
但 法利賽人看見,就對耶穌說:「看哪,你的門徒作安息日不可作的事了。」Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.But when the Pharisees saw [it], they said unto him, Behold, thy disciples do that which is not lawful to do upon the sabbath day.
3
耶穌 卻 對他們說:「經上記著大衛和跟從他的人飢餓之時所作的事,你們豈沒有念過:Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ·But he said unto them, Have ye not read what David did, when he was an hungred, and they that were with him;
4
他怎麼進了 神的殿,吃了 不是他和跟從他的人可以吃得,唯獨祭司才可以吃的陳設餅呢?πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις;How he entered into the house of God, and did eat the shewbread, which was not lawful for him to eat, neither for them which were with him, but only for the priests?
5
還是 律法上所記的,當安息日,祭司在殿裏犯了安息日還是沒有 可指摘的,你們沒有念過麼?Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;Or have ye not read in the law, how that on the sabbath days the priests in the temple profane the sabbath, and are blameless?
6
但我告訴你們:『在這 地 有 一人 比殿更大。』Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστιν ὧδε.But I say unto you, That in this place is [one] greater than the temple.
7
『我喜愛憐恤,不喜愛祭祀。』你們若明白這話的意思,就不將無罪的當作有罪的了。Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.But if ye had known what [this] meaneth, I will have mercy, and not sacrifice, ye would not have condemned the guiltless.
8
因為 人子 也 是安息日的 主。」Κύριος γάρ ἐστι καὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.For the Son of man is Lord even of the sabbath day.
9
那時,耶穌離開那地方,進了一個會堂;Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.And when he was departed thence, he went into their synagogue:
10
恰巧 那裏有一個人枯乾了一隻手。有人問耶穌說:「安息日治病可以不可以?」意思是要控告他。Καὶ ἰδού, ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.And, behold, there was a man which had [his] hand withered. And they asked him, saying, Is it lawful to heal on the sabbath days? that they might accuse him.
11
耶穌 對他們 說:「你們中間誰有一隻羊,當安息日掉在坑裏,不把牠抓住,拉上來呢?Ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;And he said unto them, What man shall there be among you, that shall have one sheep, and if it fall into a pit on the sabbath day, will he not lay hold on it, and lift [it] out?
12
人比羊何等貴重呢?所以,在安息日作善事是可以的。」Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.How much then is a man better than a sheep? Wherefore it is lawful to do well on the sabbath days.
13
於是 他 對那人說:「伸出手來。」他把手一伸;手就復了原,像 那隻手一樣。Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.Then saith he to the man, Stretch forth thine hand. And he stretched [it] forth; and it was restored whole, like as the other.
14
法利賽人 就 出去,商議怎樣可以除滅耶穌。Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾿ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.Then the Pharisees went out, and held a council against him, how they might destroy him.
15
但 耶穌知道了,就離開那裏。有 極多的人 跟著他,耶穌把 他們 都治好了;Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,But when Jesus knew [it], he withdrew himself from thence: and great multitudes followed him, and he healed them all;
16
又囑咐他們,不要給他傳名。καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·And charged them that they should not make him known:
17
這是要應驗先知以賽亞的話,說:ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,That it might be fulfilled which was spoken by Esaias the prophet, saying,
18
看哪,我的僕人、我所揀選 的;我 所親愛、心裏所喜悅的。我要將我的靈賜給他,他必將公理 指 給外邦。Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.Behold my servant, whom I have chosen; my beloved, in whom my soul is well pleased: I will put my spirit upon him, and he shall shew judgment to the Gentiles.
19
他不爭競,不喧嚷;街上也沒有人聽見他的聲音。Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.He shall not strive, nor cry; neither shall any man hear his voice in the streets.
20
壓傷的蘆葦,他不折斷;將殘的燈火,他不吹滅;等他施行公理,叫公理得勝。Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.A bruised reed shall he not break, and smoking flax shall he not quench, till he send forth judgment unto victory.
21
外邦人都要 信靠 他的名。Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.And in his name shall the Gentiles trust.
22
當下,有人將一個被 鬼魔 附著、又瞎又啞的人帶到耶穌那裏;耶穌就醫治他,甚至那 又瞎又啞的人 又能說話,又能看見。Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν.Then was brought unto him one possessed with a devil, blind, and dumb: and he healed him, insomuch that the blind and dumb both spake and saw.
23
百姓 都驚奇,說:「這不是大衛的子孫嗎?」Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβίδ;And all the people were amazed, and said, Is not this the son of David?
24
但法利賽人聽見,就說:「這個人 趕出鬼魔,無非是靠著 鬼魔之王 別西卜阿。」Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.But when the Pharisees heard [it], they said, This [fellow] doth not cast out devils, but by Beelzebub the prince of the devils.
25
耶穌知道他們的意念,就對他們說:「凡一國自相紛爭,就成為荒場;一城一家自相紛爭,必站立不住。Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτῆς ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτῆς οὐ σταθήσεται.And Jesus knew their thoughts, and said unto them, Every kingdom divided against itself is brought to desolation; and every city or house divided against itself shall not stand:
26
若撒但趕逐撒但,就是自相紛爭;如此 他的國怎能站得住呢?Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;And if Satan cast out Satan, he is divided against himself; how shall then his kingdom stand?
27
我若靠著別西卜 趕出鬼魔,你們的 兒女趕出牠們 又靠著誰呢?這樣,他們就要斷定你們的是非。Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταί.And if I by Beelzebub cast out devils, by whom do your children cast [them] out? therefore they shall be your judges.
28
然而,我若靠著 神的 靈 趕出鬼魔,這就是 神的國臨到你們了。Εἰ δὲ ἐγὼ ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.But if I cast out devils by the Spirit of God, then the kingdom of God is come unto you.
29
人怎能進壯士家裏,搶奪他的家具呢?除非先捆住那壯士,才可以搶奪他的家財。Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.Or else how can one enter into a strong man's house, and spoil his goods, except he first bind the strong man? and then he will spoil his house.
30
不與我相合的,就是敵我的;不同我收聚的,就是分散的。」Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.He that is not with me is against me; and he that gathereth not with me scattereth abroad.
31
所以我告訴你們:『人一切的罪和褻瀆的話都可得 饒恕;唯獨 人 褻瀆 聖 靈,總不得 饒恕。Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις.Wherefore I say unto you, All manner of sin and blasphemy shall be forgiven unto men: but the blasphemy [against] the [Holy] Ghost shall not be forgiven unto men.
32
凡說話干犯 人子的,還可得 饒恕;唯獨說話干犯 聖靈的,今世來世總不得 饒恕。」Καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.And whosoever speaketh a word against the Son of man, it shall be forgiven him: but whosoever speaketh against the Holy Ghost, it shall not be forgiven him, neither in this world, neither in the [world] to come.
33
「 使 樹好,它的 果子也好;使 樹壞,它的 果子也壞。因為看果子就可以知道樹。Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.Either make the tree good, and his fruit good; or else make the tree corrupt, and his fruit corrupt: for the tree is known by [his] fruit.
34
毒蛇的 族類哪,你們既是惡人,怎能說出好話來呢?因為心裏所充滿的,口裏就說出來。Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.O generation of vipers, how can ye, being evil, speak good things? for out of the abundance of the heart the mouth speaketh.
35
善人從 他心裏 所存的善,就發出善來;惡人從他心裏所存的惡,就發出惡來。Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.A good man out of the good treasure of the heart bringeth forth good things: and an evil man out of the evil treasure bringeth forth evil things.
36
我 卻 告訴你們:『凡人所說的閒話,當審判的日子,必要句句供出來。』Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.But I say unto you, That every idle word that men shall speak, they shall give account thereof in the day of judgment.
37
因為要憑你的話定你為義,也要憑你的話定你有罪。」Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.For by thy words thou shalt be justified, and by thy words thou shalt be condemned.
38
當時,有幾個文士和法利賽人 回答 說:「 夫子,我們願意你顯個神蹟給我們看。」Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.Then certain of the scribes and of the Pharisees answered, saying, Master, we would see a sign from thee.
39
耶穌 卻 回答 他們 說:「一個邪惡淫亂的世代求看神蹟;除了先知約拿的神蹟以外,再沒有神蹟給他們看。Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.But he answered and said unto them, An evil and adulterous generation seeketh after a sign; and there shall no sign be given to it, but the sign of the prophet Jonas:
40
約拿三日三夜在鯨魚肚腹中;人子也要這樣三日三夜在 地心裏。Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.For as Jonas was three days and three nights in the whale's belly; so shall the Son of man be three days and three nights in the heart of the earth.
41
當審判的時候,尼尼微人要起來定這世代的罪。因為尼尼微人聽了約拿所傳的就悔改了;看哪,在這裏有一人比約拿更大。Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.The men of Nineveh shall rise in judgment with this generation, and shall condemn it: because they repented at the preaching of Jonas; and, behold, a greater than Jonas [is] here.
42
當審判的時候,南方的女王要起來定這世代的罪,因為她從地極而來,要聽所羅門的智慧話;看哪,在這裏有一人比所羅門更大。」Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος· καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε.The queen of the south shall rise up in the judgment with this generation, and shall condemn it: for she came from the uttermost parts of the earth to hear the wisdom of Solomon; and, behold, a greater than Solomon [is] here.
43
「 污靈 離了人身,就在 乾旱 之地 行來行去,尋求安歇之處,卻尋不著。Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.When the unclean spirit is gone out of a man, he walketh through dry places, seeking rest, and findeth none.
44
於是 牠 說:『我要回到我所出來的屋裏去』;牠 到了,就看見裏面空閒,打掃乾淨,修飾好了。Τότε λέγει, Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον.Then he saith, I will return into my house from whence I came out; and when he is come, he findeth [it] empty, swept, and garnished.
45
污靈 便去,另帶了七個比自己更惡的 靈 來,都進去住在那裏;那人末後的景況比先前更不好了。這邪惡的世代也要如此。」Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.Then goeth he, and taketh with himself seven other spirits more wicked than himself, and they enter in and dwell there: and the last [state] of that man is worse than the first. Even so shall it be also unto this wicked generation.
46
耶穌還對 百姓 說話的時候,不料他母親和他弟兄站在外邊,想要 與他說話。Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.While he yet talked to the people, behold, [his] mother and his brethren stood without, desiring to speak with him.
47
就 有人告訴他說:「看哪,你母親和你弟兄站在外邊,想要 與你說話。」Εἶπε δέ τις αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.Then one said unto him, Behold, thy mother and thy brethren stand without, desiring to speak with thee.
48
他卻回答 那告訴他的人 說:「誰是我的母親?誰是我的弟兄?」Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι αὐτῷ, Τίς ἐστιν ἡ μήτηρ μου; Καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;But he answered and said unto him that told him, Who is my mother? and who are my brethren?
49
他 就伸手指著 他的 門徒,說:「看哪,我的母親。我的弟兄。Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.And he stretched forth his hand toward his disciples, and said, Behold my mother and my brethren!
50
凡遵行 我在天上的 父 旨意的人,就是我的 兄弟、姊妹和母親了。」Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.For whosoever shall do the will of my Father which is in heaven, the same is my brother, and sister, and mother.