馬太福音
第 13 章
1
當那一天,耶穌從房子裏出來,坐在海邊。Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν.The same day went Jesus out of the house, and sat by the sea side.
2
有 極多的人 到他那裏聚集,他只得上船 而坐;眾人都站在岸上。Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.And great multitudes were gathered together unto him, so that he went into a ship, and sat; and the whole multitude stood on the shore.
3
他用比喻對他們講許多 的事,說:「 看哪,有一個撒種的出去撒種;Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς, λέγων, Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.And he spake many things unto them in parables, saying, Behold, a sower went forth to sow;
4
撒的時候,有落在路旁的,飛鳥來吃盡了。Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.And when he sowed, some [seeds] fell by the way side, and the fowls came and devoured them up:
5
有落在土淺石頭地上的。土既不深,發苗最快。Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Some fell upon stony places, where they had not much earth: and forthwith they sprung up, because they had no deepness of earth:
6
日頭 一 出來,苗被曬焦;又因 沒有根,就枯乾了。ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.And when the sun was up, they were scorched; and because they had no root, they withered away.
7
有落在荊棘裏的;荊棘 發 起來,把 它們 擠住了。Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.And some fell among thorns; and the thorns sprung up, and choked them:
8
但 有落在好土裏的,就結 果,有一百倍的,有六十倍的,有三十倍的。Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.But other fell into good ground, and brought forth fruit, some an hundredfold, some sixtyfold, some thirtyfold.
9
有耳可聽的,就應當聽。」Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.Who hath ears to hear, let him hear.
10
門徒進前來,對 耶穌說:「對眾人講話,你 為甚麼用比喻呢?」Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;And the disciples came, and said unto him, Why speakest thou unto them in parables?
11
耶穌回答 他們 說:「因為天國的奧秘只叫你們知道,卻 不叫他們知道。Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.He answered and said unto them, Because it is given unto you to know the mysteries of the kingdom of heaven, but to them it is not given.
12
因為 凡有的,還要加給他,叫他有餘;唯獨 凡沒有的,連他所有的,也要奪去。Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.For whosoever hath, to him shall be given, and he shall have more abundance: but whosoever hath not, from him shall be taken away even that he hath.
13
所以我用比喻對他們講,是因他們看也看不見,聽也聽不見,也不明白。Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι.Therefore speak I to them in parables: because they seeing see not; and hearing they hear not, neither do they understand.
14
在他們身上,正應了以賽亞的預言,說:『你們聽是要聽見,而 不明白;看是要看見,而 不曉得。Καὶ ἀναπληροῦται ἐπ᾿ αὐτοῖς ἡ προφητεία Ἠσαΐου, ἡ λέγουσα, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.And in them is fulfilled the prophecy of Esaias, which saith, By hearing ye shall hear, and shall not understand; and seeing ye shall see, and shall not perceive:
15
因為這百姓油蒙了心,耳朵發沉,眼睛閉著;恐怕 甚麼時候,他們 眼睛看見,耳朵聽見,心裏明白,歸正 過來,我就醫治他們。』」Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.For this people's heart is waxed gross, and [their] ears are dull of hearing, and their eyes they have closed; lest at any time they should see with [their] eyes, and hear with [their] ears, and should understand with [their] heart, and should be converted, and I should heal them.
16
「但你們的眼睛是有福的,因為 它們看見;你們的耳朵也是有福的,因為 它們聽見。Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι· καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.But blessed [are] your eyes, for they see: and your ears, for they hear.
17
我實在告訴你們:『從前有許多先知和義人要看 那些 你們所看的,卻沒有看見;要聽 那些 你們所聽的,卻沒有聽見。』」Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.For verily I say unto you, That many prophets and righteous [men] have desired to see [those things] which ye see, and have not seen [them]; and to hear [those things] which ye hear, and have not heard [them].
18
「所以,你們當聽這撒種的比喻。Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος.Hear ye therefore the parable of the sower.
19
凡聽見天國道理不明白的,那惡者就來,把所撒在他心裏的奪了去。這就是撒在路旁的了。Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.When any one heareth the word of the kingdom, and understandeth [it] not, then cometh the wicked [one], and catcheth away that which was sown in his heart. This is he which received seed by the way side.
20
但 撒在石頭地上的,就是人聽了道,當下歡喜領受;Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·But he that received the seed into stony places, the same is he that heareth the word, and anon with joy receiveth it;
21
只因心裏沒有根,不過是暫時的。及至為道遭了患難,或是受了逼迫,立刻就 厭棄 了。οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.Yet hath he not root in himself, but dureth for a while: for when tribulation or persecution ariseth because of the word, by and by he is offended.
22
又有 撒在荊棘裏的,就是人聽了道;後來有 今世 的思慮、錢財的迷惑把道擠住了,不能結果。Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.He also that received seed among the thorns is he that heareth the word; and the care of this world, and the deceitfulness of riches, choke the word, and he becometh unfruitful.
23
唯有 撒在好地上的,就是人聽道明白了;後來 也 結 果,有一百倍的,有六十倍的,有三十倍的。」Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.But he that received seed into the good ground is he that heareth the word, and understandeth [it]; which also beareth fruit, and bringeth forth, some an hundredfold, some sixty, some thirty.
24
耶穌又出個比喻 對他們說:「天國好像人撒好種在 自己 田裏;Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·Another parable put he forth unto them, saying, The kingdom of heaven is likened unto a man which sowed good seed in his field:
25
及至人睡覺的時候,他 仇敵來將稗子撒在麥子裏就走了。ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.But while men slept, his enemy came and sowed tares among the wheat, and went his way.
26
但到了 長苗吐穗的時候,稗子也顯出來。Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.But when the blade was sprung up, and brought forth fruit, then appeared the tares also.
27
於是 田主的僕人來告訴他說:『主啊,你不是撒好種在田裏嗎?從哪裏來的稗子呢?』Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει τὰ ζιζάνια;So the servants of the householder came and said unto him, Sir, didst not thou sow good seed in thy field? from whence then hath it tares?
28
主人 對他們 說:『這是仇敵 所作的。』僕人 對他 說:『你要我們去 把它們聚起來 嗎?』Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;He said unto them, An enemy hath done this. The servants said unto him, Wilt thou then that we go and gather them up?
29
主人 卻 說:『不必;恐怕 你們聚 稗子 之間,連麥子也拔出來。Ὁ δὲ ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.But he said, Nay; lest while ye gather up the tares, ye root up also the wheat with them.
30
容這兩樣一齊長,等著收割;當收割的時候,我要對收割的人說:你們 先將稗子 聚 成堆,捆成捆,留著燒;唯有麥子要收在 我的 倉裏。』」Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.Let both grow together until the harvest: and in the time of harvest I will say to the reapers, Gather ye together first the tares, and bind them in bundles to burn them: but gather the wheat into my barn.
31
他又出比喻 對他們說:「天國好像一粒芥菜種,有人拿去種在 自己 田裏;Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·Another parable put he forth unto them, saying, The kingdom of heaven is like to a grain of mustard seed, which a man took, and sowed in his field:
32
這原是百種裏最小的;等到長起來,卻比各樣的菜都大,且成了樹,甚至 空中 的飛鳥來宿在它的 枝子間。」ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.Which indeed is the least of all seeds: but when it is grown, it is the greatest among herbs, and becometh a tree, so that the birds of the air come and lodge in the branches thereof.
33
他又對他們講個比喻說:「天國好像麵酵,有婦人拿來,藏在三斗麵裏,直等全團都發起來。」Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.Another parable spake he unto them; The kingdom of heaven is like unto leaven, which a woman took, and hid in three measures of meal, till the whole was leavened.
34
這都是耶穌用比喻對眾人說的話;若不用比喻,就不對他們說甚麼。Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς·All these things spake Jesus unto the multitude in parables; and without a parable spake he not unto them:
35
這是要應驗先知的話,說:我要開口用比喻;我要 把創世以來 所隱藏 的事 顯明 出來。ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.That it might be fulfilled which was spoken by the prophet, saying, I will open my mouth in parables; I will utter things which have been kept secret from the foundation of the world.
36
當下,耶穌 打發眾人,進了房子;他的門徒 到他那裏,說:「請把田間稗子的比喻講給我們聽。」Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.Then Jesus sent the multitude away, and went into the house: and his disciples came unto him, saying, Declare unto us the parable of the tares of the field.
37
他回答 他們 說:「那撒好種的就是 人子;Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·He answered and said unto them, He that soweth the good seed is the Son of man;
38
田地就是世界;好種就是天國 的兒女;但 稗子就是那惡者 的兒女;ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·The field is the world; the good seed are the children of the kingdom; but the tares are the children of the wicked [one];
39
撒稗子的仇敵就是魔鬼;收割的時候就是世界的末了;收割的人就是天使。ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.The enemy that sowed them is the devil; the harvest is the end of the world; and the reapers are the angels.
40
稗子怎樣終被聚起來燒在火裏;這 世界的末了也要如此。Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.As therefore the tares are gathered and burned in the fire; so shall it be in the end of this world.
41
人子要差遣 他的天使,把一切叫人 犯罪 的和作惡的,從他國裏挑出來;Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,The Son of man shall send forth his angels, and they shall gather out of his kingdom all things that offend, and them which do iniquity;
42
把他們 丟在火爐裏;在那裏必要哀哭切齒了。καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.And shall cast them into a furnace of fire: there shall be wailing and gnashing of teeth.
43
那時,義人在他們 父的國裏,要發出光來,像太陽一樣。有耳可聽的,就應當聽。Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.Then shall the righteous shine forth as the sun in the kingdom of their Father. Who hath ears to hear, let him hear.
44
「天國 又 好像 財寶 藏在 一塊 地裏;既 遇見了,人 就把它藏起來,為其中所歡喜的,去變賣一切所有的,買 那 塊地。Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.Again, the kingdom of heaven is like unto treasure hid in a field; the which when a man hath found, he hideth, and for joy thereof goeth and selleth all that he hath, and buyeth that field.
45
天國又好像買賣人尋找好 珍珠;Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·Again, the kingdom of heaven is like unto a merchant man, seeking goodly pearls:
46
既 遇見一顆重價的 珍珠,就去變賣他一切所有的,買了這顆 珍珠。ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.Who, when he had found one pearl of great price, went and sold all that he had, and bought it.
47
天國又好像網撒在海裏,收聚 各樣水族;Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·Again, the kingdom of heaven is like unto a net, that was cast into the sea, and gathered of every kind:
48
網既滿了,人就拉上岸來,坐下,揀好的收在器具裏,唯獨 將不好的丟棄了。ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.Which, when it was full, they drew to shore, and sat down, and gathered the good into vessels, but cast the bad away.
49
世界的末了也要這樣;天使要出來,從義人中把惡人分別出來,Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,So shall it be at the end of the world: the angels shall come forth, and sever the wicked from among the just,
50
丟在火爐裏;在那裏必要哀哭切齒了。」καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.And shall cast them into the furnace of fire: there shall be wailing and gnashing of teeth.
51
耶穌 對他們 說:「這一切的話,你們都明白了麼?」他們說:「 主,我們明白了。」Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, Κύριε.Jesus saith unto them, Have ye understood all these things? They say unto him, Yea, Lord.
52
於是 他 對他們 說:「凡文士受教作天國的門徒,就像一個家主從他庫裏拿出新舊的東西來。」Ὁ δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.Then said he unto them, Therefore every scribe [which is] instructed unto the kingdom of heaven is like unto a man [that is] an householder, which bringeth forth out of his treasure [things] new and old.
53
耶穌說完了這些比喻,就離開那裏。Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·And it came to pass, [that] when Jesus had finished these parables, he departed thence.
54
耶穌 來到自己的家鄉,就 在會堂裏教訓人,甚至他們都希奇,說:「這人從哪裏有這等智慧和異能呢?καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;And when he was come into his own country, he taught them in their synagogue, insomuch that they were astonished, and said, Whence hath this [man] this wisdom, and [these] mighty works?
55
這不是木匠的兒子麼?他母親不是叫馬利亞麼?他弟兄們不是叫雅各、約西、西門、猶大麼?Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;Is not this the carpenter's son? is not his mother called Mary? and his brethren, James, and Joses, and Simon, and Judas?
56
他妹妹們不是都在我們這裏嗎?這人從哪裏有這一切的事呢?」Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσί; Πόθεν οὖν τούτῳ ταῦτα πάντα;And his sisters, are they not all with us? Whence then hath this [man] all these things?
57
他們就 厭棄他。耶穌 卻 對他們說:「大凡先知,除了本地本家之外,沒有不被人尊敬的。」Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.And they were offended in him. But Jesus said unto them, A prophet is not without honour, save in his own country, and in his own house.
58
耶穌因為他們不信,就在那裏不多行異能了。Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.And he did not many mighty works there because of their unbelief.