馬太福音
第 25 章
1
「那時,天國好比十個 處女 拿著燈出去迎接新郎。Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.Then shall the kingdom of heaven be likened unto ten virgins, which took their lamps, and went forth to meet the bridegroom.
2
其中有五個是 聰明的,五個是 愚拙的。Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί.And five of them were wise, and five [were] foolish.
3
愚拙的拿著燈,卻不預備油;Αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον·They that [were] foolish took their lamps, and took no oil with them:
4
聰明的 卻 拿著燈,又預備油在器皿裏。αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν.But the wise took oil in their vessels with their lamps.
5
新郎遲延的時候,她們都打盹,睡著了。Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.While the bridegroom tarried, they all slumbered and slept.
6
半夜有人喊著說:『 看哪,新郎來了;你們出來迎接他。』Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.And at midnight there was a cry made, Behold, the bridegroom cometh; go ye out to meet him.
7
那些 處女 就都起來,收拾 自己的 燈。Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.Then all those virgins arose, and trimmed their lamps.
8
愚拙的對聰明的說:『請分點油給我們;因為我們的燈要滅了。』Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.And the foolish said unto the wise, Give us of your oil; for our lamps are gone out.
9
聰明的 卻 回答說:『 不可如此;免得 不夠 你們與我們 用的。不如你們自己到賣油的那裏去買吧。』Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.But the wise answered, saying, [Not so]; lest there be not enough for us and you: but go ye rather to them that sell, and buy for yourselves.
10
她們去買的時候,新郎到了;那預備好了的,同他進去 婚筵。門就關了。Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.And while they went to buy, the bridegroom came; and they that were ready went in with him to the marriage: and the door was shut.
11
其餘的 處女 隨後也來了,說:『 主啊,主啊,給我們開門。』Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν.Afterward came also the other virgins, saying, Lord, Lord, open to us.
12
他卻回答說:『我實在告訴你們,我不認識你們。』Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.But he answered and said, Verily I say unto you, I know you not.
13
所以你們要警醒,因為 人子來 的那日子,那時辰,你們不知道。」Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.Watch therefore, for ye know neither the day nor the hour wherein the Son of man cometh.
14
「天國又好比一個人要往 遠方 去,就叫了 自己的 僕人來,把他的家業交給他們。Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ·For [the kingdom of heaven is] as a man travelling into a far country, [who] called his own servants, and delivered unto them his goods.
15
按著各人的才幹給他們銀子:一個給了五 他連得,一個給了二他連得,一個給了一他連得;就 隨即起行 去了。καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως.And unto one he gave five talents, to another two, and to another one; to every man according to his several ability; and straightway took his journey.
16
那領五他連得的就 拿去做買賣,另外賺了五 他連得。Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα.Then he that had received the five talents went and traded with the same, and made [them] other five talents.
17
那領二千的也照樣另賺了二千。Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο.And likewise he that [had received] two, he also gained other two.
18
但那領一千的去掘開地,把 他 主人的 錢 埋藏了。Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ, καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.But he that had received one went and digged in the earth, and hid his lord's money.
19
過了許久,那些僕人的主人來了,和他們算帳。Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ᾿ αὐτῶν λόγον.After a long time the lord of those servants cometh, and reckoneth with them.
20
那領五 他連得 的 就 帶著那另外的五 他連得 來,說:『 主啊,你交給我五 他連得;請看,這五他連得 外,我又賺了五 他連得。』Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.And so he that had received five talents came and brought other five talents, saying, Lord, thou deliveredst unto me five talents: behold, I have gained beside them five talents more.
21
他 主人 對他 說:『 辦的 好,你這又良善又忠心的僕人。你在不多的事上有忠心,我要把許多事派你 作管理的;可以進來享受你主人的快樂。』Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.His lord said unto him, Well done, [thou] good and faithful servant: thou hast been faithful over a few things, I will make thee ruler over many things: enter thou into the joy of thy lord.
22
那領二 他連得 的也來,說:『 主啊,你交給我二 他連得 銀子;請看,這二他連得外 我又賺了二 他連得。』Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.He also that had received two talents came and said, Lord, thou deliveredst unto me two talents: behold, I have gained two other talents beside them.
23
他 主人 對他 說:『 辦的 好,你這又良善又忠心的僕人;你在不多的事上有忠心,我要把許多事派你 作管理的。可以進來享受你主人的快樂。』Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.His lord said unto him, Well done, good and faithful servant; thou hast been faithful over a few things, I will make thee ruler over many things: enter thou into the joy of thy lord.
24
那領一 他連得 的 就 來,說:『 主啊,我知道你是忍心的人,沒有種的地方要收割,沒有 撒 的地方要 收聚;Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·Then he which had received the one talent came and said, Lord, I knew thee that thou art an hard man, reaping where thou hast not sown, and gathering where thou hast not strawed:
25
我就害怕,去把你的一 他連得 埋藏在地裏;請看,你的原銀子在這裏。』καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.And I was afraid, and went and hid thy talent in the earth: lo, [there] thou hast [that is] thine.
26
他 主人回答 他 說:『你這又惡又懶的僕人,你既知道我沒有種的地方要收割,沒有 撒 的地方要 收聚;Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα·His lord answered and said unto him, [Thou] wicked and slothful servant, thou knewest that I reap where I sowed not, and gather where I have not strawed:
27
你 就當把我的銀子放給兌 錢 的人,這樣,到我來的時候,我 可以連本帶利收回。ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.Thou oughtest therefore to have put my money to the exchangers, and [then] at my coming I should have received mine own with usury.
28
因此,奪過他這 一他連得 來,給那有 十他連得 的。Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.Take therefore the talent from him, and give [it] unto him which hath ten talents.
29
因為凡有的,還要加給他,叫他有餘;沒有的,連他所有的也要奪過來。Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.For unto every one that hath shall be given, and he shall have abundance: but from him that hath not shall be taken away even that which he hath.
30
你們 把這無用的僕人丟在外面黑暗裏;在那裏必要哀哭切齒了。』Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.And cast ye the unprofitable servant into outer darkness: there shall be weeping and gnashing of teeth.
31
「當 人子在他榮耀裏同著 一切聖 天使降臨的時候,他便 要坐在他榮耀的寶座上;Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,When the Son of man shall come in his glory, and all the holy angels with him, then shall he sit upon the throne of his glory:
32
列國 都要聚集在他面前;他要把他們分別出來,好像牧羊的 將他的綿羊從山羊分別 一般;καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων·And before him shall be gathered all nations: and he shall separate them one from another, as a shepherd divideth [his] sheep from the goats:
33
他 把綿羊安置在右邊,山羊在左邊。καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.And he shall set the sheep on his right hand, but the goats on the left.
34
於是 王要向 那些 右邊的說:『你們這蒙我 父賜福的,可來承受那創世以來為你們所預備的國;Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.Then shall the King say unto them on his right hand, Come, ye blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world:
35
因為我餓了,你們給我吃;渴了,你們給我喝;我作客旅,你們留我住;Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με·For I was an hungred, and ye gave me meat: I was thirsty, and ye gave me drink: I was a stranger, and ye took me in:
36
我赤身露體,你們給我穿;我病了,你們看顧我;我在監裏,你們來看我。』γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.Naked, and ye clothed me: I was sick, and ye visited me: I was in prison, and ye came unto me.
37
義人就回答 他 說:『 主啊,我們甚麼時候見你餓了,給你吃?或是 渴了,給你喝?Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; Ἢ διψῶντα, καὶ ἐποτίσαμεν;Then shall the righteous answer him, saying, Lord, when saw we thee an hungred, and fed [thee]? or thirsty, and gave [thee] drink?
38
我們 甚麼時候見你作客旅,留你住?或是赤身露體,給你穿?Πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; Ἢ γυμνόν, καὶ περιεβάλομεν;When saw we thee a stranger, and took [thee] in? or naked, and clothed [thee]?
39
或是 我們 甚麼時候見你病了,或是在監裏,來看你呢?』Πότε δέ σε εἴδομεν ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;Or when saw we thee sick, or in prison, and came unto thee?
40
王要回答 他們 說:『我實在告訴你們:這些事你們既作在我這弟兄中一個最小的身上,就是作在我身上了。』Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.And the King shall answer and say unto them, Verily I say unto you, Inasmuch as ye have done [it] unto one of the least of these my brethren, ye have done [it] unto me.
41
那時,他 又要向那左邊的說:『你們這被咒詛的人,離開我,進入那為魔鬼和他的 天使 所預備的永火裏去;Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.Then shall he say also unto them on the left hand, Depart from me, ye cursed, into everlasting fire, prepared for the devil and his angels:
42
因為我餓了,你們不給我吃;我 渴了,你們不給我喝;Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·For I was an hungred, and ye gave me no meat: I was thirsty, and ye gave me no drink:
43
我作客旅,你們不留我住;赤身露體,你們不給我穿;病了,在監裏,你們不來看顧我。』ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.I was a stranger, and ye took me not in: naked, and ye clothed me not: sick, and in prison, and ye visited me not.
44
他們也 就 回答 他 說:『 主啊,我們甚麼時候見你餓了,或渴了,或作客旅,或赤身露體,或病了,或在監裏,不伺候你呢?』Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;Then shall they also answer him, saying, Lord, when saw we thee an hungred, or athirst, or a stranger, or naked, or sick, or in prison, and did not minister unto thee?
45
那時,他 要回答 他們 說:『我實在告訴你們:這些事你們既不作在我這弟兄中一個最小的身上,就是不作在我身上了。』Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.Then shall he answer them, saying, Verily I say unto you, Inasmuch as ye did [it] not to one of the least of these, ye did [it] not to me.
46
這些人要往永刑裏去;那些義人 卻 要往永生裏去。」Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.And these shall go away into everlasting punishment: but the righteous into life eternal.