曲目: 以西結書 28
馬太福音 · 章節
馬太福音

第 26 章

1
耶穌說完了這一切的話,就對 他的 門徒說:Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,And it came to pass, when Jesus had finished all these sayings, he said unto his disciples,
2
「你們知道,過兩天是逾越節,人子將要被 賣 給人釘在十字架上。」Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.Ye know that after two days is [the feast of] the passover, and the Son of man is betrayed to be crucified.
3
那時,祭司長,文士 和民間的長老聚集在大祭司稱為該亞法的 宮 裏,Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,Then assembled together the chief priests, and the scribes, and the elders of the people, unto the palace of the high priest, who was called Caiaphas,
4
大家商議要用詭計拿住耶穌,殺他。καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν κρατήσωσι δόλῳ καὶ ἀποκτείνωσιν.And consulted that they might take Jesus by subtilty, and kill [him].
5
只是 他們 說:「當節的日子不可,恐怕民間生亂。」Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.But they said, Not on the feast [day], lest there be an uproar among the people.
6
那時,耶穌在伯大尼長大痲瘋的西門家裏,Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,Now when Jesus was in Bethany, in the house of Simon the leper,
7
有一個女人拿著一玉 盒 極貴的香膏來,趁耶穌坐席的時候,澆在他的頭上。προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.There came unto him a woman having an alabaster box of very precious ointment, and poured it on his head, as he sat [at meat].
8
但 他的 門徒看見,就很不喜悅,說:「何用這樣的枉費呢?Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;But when his disciples saw [it], they had indignation, saying, To what purpose [is] this waste?
9
這香膏可以賣許多錢,賙濟窮人。」Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς.For this ointment might have been sold for much, and given to the poor.
10
耶穌 明白這話 的意思,就 對他們 說:「 你們 為甚麼難為這女人呢?她在我身上作的是一件美事。Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.When Jesus understood [it], he said unto them, Why trouble ye the woman? for she hath wrought a good work upon me.
11
因為常有窮人和你們同在;只是你們不常有我。Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.For ye have the poor always with you; but me ye have not always.
12
她將這香膏澆在我身上是為我安葬作的。Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.For in that she hath poured this ointment on my body, she did [it] for my burial.
13
我實在告訴你們:『 普世之間,無論在甚麼地方傳這福音,也要述說這女人所行的,為她 紀念。』」Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.Verily I say unto you, Wheresoever this gospel shall be preached in the whole world, [there] shall also this, that this woman hath done, be told for a memorial of her.
14
當下,十二門徒裏有一個稱為加略人猶大的,去見祭司長,Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,Then one of the twelve, called Judas Iscariot, went unto the chief priests,
15
對他們 說:「我把他交給你們,你們願意給我甚麼?」他們就 約定給他 三十塊 銀子。εἶπε, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια,And said [unto them], What will ye give me, and I will deliver him unto you? And they covenanted with him for thirty pieces of silver.
16
從那時候,他就找機會 賣他。καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.And from that time he sought opportunity to betray him.
17
除酵節的第一天,門徒來問耶穌,對他 說:「你吃逾越節的筵席,要我們在哪裏給你預備?」Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;Now the first [day] of the [feast of] unleavened bread the disciples came to Jesus, saying unto him, Where wilt thou that we prepare for thee to eat the passover?
18
耶穌說:「你們進城去,到某人那裏,對他說:『 夫子說:我的時候快到了;我與 我 門徒要在你家裏守逾越節。』」Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.And he said, Go into the city to such a man, and say unto him, The Master saith, My time is at hand; I will keep the passover at thy house with my disciples.
19
門徒遵著耶穌 所派定他們的;他們 就去,預備了逾越節的筵席。Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.And the disciples did as Jesus had appointed them; and they made ready the passover.
20
到了晚上,耶穌和十二個門徒坐席。Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.Now when the even was come, he sat down with the twelve.
21
吃完 的時候,耶穌說:「我實在告訴你們,你們中間有一個人要賣我了。」Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.And as they did eat, he said, Verily I say unto you, that one of you shall betray me.
22
他們就甚憂愁,便 一個一個的 對他說:「 主,是我嗎?」Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε;And they were exceeding sorrowful, and began every one of them to say unto him, Lord, is it I?
23
耶穌回答說:「同我蘸手在盤子裏的,就是他要賣我。Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.And he answered and said, He that dippeth [his] hand with me in the dish, the same shall betray me.
24
人子必要去世,正如經上指著他所寫的;但 那 賣 人子的人有禍了。那人不生在世上倒好。」Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.The Son of man goeth as it is written of him: but woe unto that man by whom the Son of man is betrayed! it had been good for that man if he had not been born.
25
那時,賣耶穌的猶大 回答 他說:「 夫子,是我嗎?」耶穌 對他 說:「 你已說了。」Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.Then Judas, which betrayed him, answered and said, Master, is it I? He said unto him, Thou hast said.
26
他們吃的時候,耶穌拿起餅來,祝福,就擘開,遞給門徒,說:「你們拿著吃;這是我的身體。」Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.And as they were eating, Jesus took bread, and blessed [it], and brake [it], and gave [it] to the disciples, and said, Take, eat; this is my body.
27
他 又拿起杯來,感謝了,就 將杯 遞給他們,說:「你們都喝這個;Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες·And he took the cup, and gave thanks, and gave [it] to them, saying, Drink ye all of it;
28
因為這是我立 新 約的血,為多人流出來,使罪得赦。τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.For this is my blood of the new testament, which is shed for many for the remission of sins.
29
但我告訴你們:『從今以後,我不再喝這葡萄 所出的,直到我在我 父的國裏同你們喝新的那日子。』」Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.But I say unto you, I will not drink henceforth of this fruit of the vine, until that day when I drink it new with you in my Father's kingdom.
30
他們唱了詩,就出來往橄欖山去。Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.And when they had sung an hymn, they went out into the mount of Olives.
31
那時,耶穌對他們說:「今夜,你們 都因我而厭棄。因為經上記著說:『我要擊打牧人,羊就分散了。』Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.Then saith Jesus unto them, All ye shall be offended because of me this night: for it is written, I will smite the shepherd, and the sheep of the flock shall be scattered abroad.
32
但我復活以後,要在你們以先往加利利去。」Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.But after I am risen again, I will go before you into Galilee.
33
彼得 回答他 說:「眾人雖然 因你而厭棄,我卻永不 厭棄。」Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.Peter answered and said unto him, Though all [men] shall be offended because of thee, [yet] will I never be offended.
34
耶穌 對他 說:「我實在告訴你:『今夜雞叫以先,你要三次不認我。』」Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.Jesus said unto him, Verily I say unto thee, That this night, before the cock crow, thou shalt deny me thrice.
35
彼得 對他 說:「我就是必須和你同死,也總不能不認你。」眾門徒都是這樣說。Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.Peter said unto him, Though I should die with thee, yet will I not deny thee. Likewise also said all the disciples.
36
耶穌同門徒來到一個地方,名叫客西馬尼,就對 門徒 說:「你們坐在這裏,等我到那邊去禱告。」Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.Then cometh Jesus with them unto a place called Gethsemane, and saith unto the disciples, Sit ye here, while I go and pray yonder.
37
他 於是帶著彼得和西庇太的兩個兒子同去,就憂愁起來,極其難過。Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.And he took with him Peter and the two sons of Zebedee, and began to be sorrowful and very heavy.
38
他 便對他們說:「我心裏甚是憂傷,幾乎要死;你們在這裏等候,和我一同警醒。」Τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.Then saith he unto them, My soul is exceeding sorrowful, even unto death: tarry ye here, and watch with me.
39
他就稍往前走,臉 伏在地,禱告說:「我 父啊,倘若可行,求你叫這杯離開我;然而,不要照我的意思,只要照你的意思。」Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.And he went a little further, and fell on his face, and prayed, saying, O my Father, if it be possible, let this cup pass from me: nevertheless not as I will, but as thou [wilt].
40
他 來到門徒那裏,見他們睡著了,就對彼得說:「怎麼樣?你們不能同我警醒 一時 嗎?Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ;And he cometh unto the disciples, and findeth them asleep, and saith unto Peter, What, could ye not watch with me one hour?
41
總要警醒禱告,免得入了迷惑;你們心靈固然願意,肉體卻軟弱了。」Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.Watch and pray, that ye enter not into temptation: the spirit indeed [is] willing, but the flesh [is] weak.
42
他 第二次又去禱告說:「我 父啊,這杯若不能離開我,必要我喝,就願你的意旨成全。」Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.He went away again the second time, and prayed, saying, O my Father, if this cup may not pass away from me, except I drink it, thy will be done.
43
他 來,見他們 又 睡著了;因為他們的眼睛困倦。Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.And he came and found them asleep again: for their eyes were heavy.
44
耶穌又離開他們去了,第三次禱告,說的話還是與先前一樣。Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.And he left them, and went away again, and prayed the third time, saying the same words.
45
於是 他 來到 他 門徒那裏,對他們說:「 現在你們仍然睡覺安歇吧。看哪,時候 近 了,人子被賣在罪人手裏了。Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.Then cometh he to his disciples, and saith unto them, Sleep on now, and take [your] rest: behold, the hour is at hand, and the Son of man is betrayed into the hands of sinners.
46
起來,我們走吧。看哪,賣我的人近了。」Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ἤγγικεν ὁ παραδιδούς με.Rise, let us be going: behold, he is at hand that doth betray me.
47
他 說話之間,不料,那十二個門徒裏的猶大來了,並有許多人帶著刀棒,從祭司長和民間的長老那裏與他同來。Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.And while he yet spake, lo, Judas, one of the twelve, came, and with him a great multitude with swords and staves, from the chief priests and elders of the people.
48
那賣耶穌的給了他們一個暗號,說:「我與誰親嘴,誰就是他;你們可以拿住他。」Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.Now he that betrayed him gave them a sign, saying, Whomsoever I shall kiss, that same is he: hold him fast.
49
猶大隨即到耶穌跟前,說:「請 夫子 安」;就與他親嘴。Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.And forthwith he came to Jesus, and said, Hail, master; and kissed him.
50
耶穌對他說:「朋友,你是為甚麼來的?」於是那些人上前,下手拿住耶穌。Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.And Jesus said unto him, Friend, wherefore art thou come? Then came they, and laid hands on Jesus, and took him.
51
忽然 有跟隨耶穌的一個人伸手拔出刀來,將大祭司的僕人砍了一刀,削掉了他一個耳朵。Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.And, behold, one of them which were with Jesus stretched out [his] hand, and drew his sword, and struck a servant of the high priest's, and smote off his ear.
52
耶穌 就 對他說:「收刀入鞘吧。因為 凡動刀的,必死在刀下。Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται.Then said Jesus unto him, Put up again thy sword into his place: for all they that take the sword shall perish with the sword.
53
你想,我不能 現在 求我 父 當下給 我十二 多 營 天使來嗎?Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;Thinkest thou that I cannot now pray to my Father, and he shall presently give me more than twelve legions of angels?
54
若是這樣,聖經 上所說,事情必須如此的話 卻 怎麼應驗呢?」Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;But how then shall the scriptures be fulfilled, that thus it must be?
55
正當那時侯,耶穌對眾人說:「你們帶著刀棒出來拿我,如同拿 盜賊 嗎?我天天坐在殿裏教訓人,和你們在一處,你們並沒有拿我。Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.In that same hour said Jesus to the multitudes, Are ye come out as against a thief with swords and staves for to take me? I sat daily with you teaching in the temple, and ye laid no hold on me.
56
但這一切的事 既有了,為要應驗先知 聖經 上的話。」當下,門徒都 撇棄 他逃走了。Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.But all this was done, that the scriptures of the prophets might be fulfilled. Then all the disciples forsook him, and fled.
57
拿 住 耶穌的人把他帶到大祭司該亞法那裏去,文士和長老已經在那裏 聚集。Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.And they that had laid hold on Jesus led [him] away to Caiaphas the high priest, where the scribes and the elders were assembled.
58
彼得 卻 遠遠的跟著耶穌,直到大祭司的 宮院,進到裏面,就和 僕人 同坐,要看這事到底怎樣。Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.But Peter followed him afar off unto the high priest's palace, and went in, and sat with the servants, to see the end.
59
祭司長,長老 和全公會尋找假見證控告耶穌,要治死他;Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσιν,Now the chief priests, and elders, and all the council, sought false witness against Jesus, to put him to death;
60
只是得不著實據。是的,雖有 許多 人來作假見證,仍 得不著實據。末了 有兩個 作假見證的 前來,καὶ οὐχ εὗρον. Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.But found none: yea, though many false witnesses came, [yet] found they none. At the last came two false witnesses,
61
說:「這個人曾說:『我能拆毀 神的殿,三日內又建造起來。』」Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες εἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.And said, This [fellow] said, I am able to destroy the temple of God, and to build it in three days.
62
大祭司就 起來,對耶穌說:「你甚麼都不回答嗎?這些人作見證告你的是甚麼呢?」Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;And the high priest arose, and said unto him, Answerest thou nothing? what [is it which] these witness against thee?
63
耶穌卻不言語。大祭司 回答 他說:「我指著永生 神叫你起誓告訴我們,你是 神的 兒子 基督不是。」Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ.But Jesus held his peace. And the high priest answered and said unto him, I adjure thee by the living God, that thou tell us whether thou be the Christ, the Son of God.
64
耶穌對他說:「 你已說了;然而,我告訴你們:『後來你們要看見 人子坐在那權能者的右邊,駕著天上的雲降臨。』」Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.Jesus saith unto him, Thou hast said: nevertheless I say unto you, Hereafter shall ye see the Son of man sitting on the right hand of power, and coming in the clouds of heaven.
65
大祭司就撕開衣服,說:「他說了僭妄的話;我們何必再用見證人呢?看哪,這僭妄的話,現在你們都聽見了。Τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.Then the high priest rent his clothes, saying, He hath spoken blasphemy; what further need have we of witnesses? behold, now ye have heard his blasphemy.
66
你們的意見如何?」他們回答說:「他是 犯了死罪的。」Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἔνοχος θανάτου ἐστί.What think ye? They answered and said, He is guilty of death.
67
他們就吐唾沫在他臉上,用拳頭打他;也有用手掌打他的,Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν,Then did they spit in his face, and buffeted him; and others smote [him] with the palms of their hands,
68
說:「 你這 基督,向我們說預言吧:『打你的是誰?』」λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;Saying, Prophesy unto us, thou Christ, Who is he that smote thee?
69
彼得在外面 宮院 裏坐著,有一個 女子 到他 前來,說:「你素來也是同那 加利利的 耶穌一夥的。」Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.Now Peter sat without in the palace: and a damsel came unto him, saying, Thou also wast with Jesus of Galilee.
70
彼得在眾人面前卻不承認,說:「我不知道你說的是甚麼。」Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις.But he denied before [them] all, saying, I know not what thou sayest.
71
既出去,到了門口,又有一個使女看見他,就對那裏的人說:「這個人也是同拿撒勒人耶穌一夥的。」Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει τοῖς ἐκεῖ, Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.And when he was gone out into the porch, another [maid] saw him, and said unto them that were there, This [fellow] was also with Jesus of Nazareth.
72
彼得又不承認,並且起誓說:「我不認得那個人。」Καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.And again he denied with an oath, I do not know the man.
73
過了不多的時候,旁邊站著的人 到他 前來,對彼得說:「你 也 真是他們一黨的,你的口音把你露出來了。」Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.And after a while came unto [him] they that stood by, and said to Peter, Surely thou also art [one] of them; for thy speech bewrayeth thee.
74
彼得就發咒起誓的說:「我不認得那個人。」立時,雞就叫了。Τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.Then began he to curse and to swear, [saying], I know not the man. And immediately the cock crew.
75
彼得想起 耶穌的話,曾對他說:「雞叫以先,你要三次不認我。」他就出去痛哭。Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.And Peter remembered the word of Jesus, which said unto him, Before the cock crow, thou shalt deny me thrice. And he went out, and wept bitterly.