曲目: 以西結書 28
馬太福音 · 章節
馬太福音

第 27 章

1
到了早晨,眾祭司長和民間的長老大家商議要治死耶穌;Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν·When the morning was come, all the chief priests and elders of the people took counsel against Jesus to put him to death:
2
他們既 把他捆綁,便 領他 去,交給巡撫 本丟 .彼拉多。καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.And when they had bound him, they led [him] away, and delivered him to Pontius Pilate the governor.
3
這時候,賣耶穌的猶大看見耶穌已經定了罪,就後悔,把 三十塊銀子再拿來 給祭司長和長老,Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις,Then Judas, which had betrayed him, when he saw that he was condemned, repented himself, and brought again the thirty pieces of silver to the chief priests and elders,
4
說:「我賣了無辜之人的血是有罪了。」他們說:「那與我們有甚麼相干?你自己承當吧。」λέγων, Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. Οἱ δὲ εἶπον, Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.Saying, I have sinned in that I have betrayed the innocent blood. And they said, What [is that] to us? see thou [to that].
5
猶大就把 銀子 丟在殿裏 離開,出去吊死了。Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.And he cast down the pieces of silver in the temple, and departed, and went and hanged himself.
6
祭司長拾起 銀子 來,說:「這 既 是血價,不可放在庫裏。」Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.And the chief priests took the silver pieces, and said, It is not lawful for to put them into the treasury, because it is the price of blood.
7
他們商議,就用那銀錢買了 陶匠 的一塊田,為要埋葬外鄉人。Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις.And they took counsel, and bought with them the potter's field, to bury strangers in.
8
所以那塊田直到今日還叫作「血田」。Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος, ἕως τῆς σήμερον.Wherefore that field was called, The field of blood, unto this day.
9
這就應驗了先知耶利米的話,說:「他們用那三十塊 銀子,就是被估定之人的價錢,是以色列人中所估定的;Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ·Then was fulfilled that which was spoken by Jeremy the prophet, saying, And they took the thirty pieces of silver, the price of him that was valued, whom they of the children of Israel did value;
10
拿錢給他們,買了 陶匠 的一塊田,這是照著 主所 派定 我的。」καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.And gave them for the potter's field, as the Lord appointed me.
11
耶穌站在巡撫面前;巡撫問他說:「你是猶太人的 王嗎?」耶穌 對他 說:「 是你說的。」Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ, Σὺ λέγεις.And Jesus stood before the governor: and the governor asked him, saying, Art thou the King of the Jews? And Jesus said unto him, Thou sayest.
12
他被祭司長和長老控告的時候,甚麼都不回答。Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.And when he was accused of the chief priests and elders, he answered nothing.
13
彼拉多就對他說:「他們作見證告你這麼多的事,你沒有聽見嗎?」Τότε λέγει αὐτῷ ὁ Πιλάτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;Then said Pilate unto him, Hearest thou not how many things they witness against thee?
14
耶穌 仍不回答一言;以致巡撫甚覺希奇。Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.And he answered him to never a word; insomuch that the governor marvelled greatly.
15
巡撫有一個常例,每逢 那 節期,隨 百姓 所要的釋放一個囚犯給他們。Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.Now at [that] feast the governor was wont to release unto the people a prisoner, whom they would.
16
當時,他們 有一個出名的囚犯叫巴拉巴。Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.And they had then a notable prisoner, called Barabbas.
17
百姓 聚集的時候,彼拉多就對他們說:「你們要我釋放那一個給你們?是巴拉巴呢?還是 稱為 基督的耶穌呢?」Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;Therefore when they were gathered together, Pilate said unto them, Whom will ye that I release unto you? Barabbas, or Jesus which is called Christ?
18
巡撫原知道他們是因為嫉妒才把他解了來。ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.For he knew that for envy they had delivered him.
19
他 坐堂的時候,他的夫人打發人來說:「這義人的事,你一點不可管;因為我今天在夢中 因 他受了許多的苦。」Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.When he was set down on the judgment seat, his wife sent unto him, saying, Have thou nothing to do with that just man: for I have suffered many things this day in a dream because of him.
20
只是 祭司長和長老挑唆眾人,求釋放巴拉巴,除滅耶穌。Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.But the chief priests and elders persuaded the multitude that they should ask Barabbas, and destroy Jesus.
21
巡撫 回答他們 說:「這兩個人,你們要我釋放那一個給你們呢?」他們說:「巴拉巴。」Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον, Βαραββᾶν.The governor answered and said unto them, Whether of the twain will ye that I release unto you? They said, Barabbas.
22
彼拉多 對他們 說:「這樣,那稱為 基督的耶穌我怎麼辦他呢?」他們都 對他 說:「把他釘十字架。」Λέγει αὐτοῖς ὁ Πιλάτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες, Σταυρωθήτω.Pilate saith unto them, What shall I do then with Jesus which is called Christ? [They] all say unto him, Let him be crucified.
23
巡撫說:「為甚麼呢?他作了甚麼惡事呢?」他們 卻 越發 喊著說:「把他釘十字架。」Ὁ δὲ ἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.And the governor said, Why, what evil hath he done? But they cried out the more, saying, Let him be crucified.
24
彼拉多見說也無濟於事,反 生了 亂,就拿水在眾人面前洗手,說:「流這義人的血,罪不在我;你們承當吧。」Ἰδὼν δὲ ὁ Πιλάτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.When Pilate saw that he could prevail nothing, but [that] rather a tumult was made, he took water, and washed [his] hands before the multitude, saying, I am innocent of the blood of this just person: see ye [to it].
25
百姓 就 都回答說:「他的血歸到我們和我們的子孫身上。」Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.Then answered all the people, and said, His blood [be] on us, and on our children.
26
於是彼拉多釋放巴拉巴給他們;他既 把耶穌鞭打了,交給人釘 他 十字架。Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.Then released he Barabbas unto them: and when he had scourged Jesus, he delivered [him] to be crucified.
27
巡撫的兵就把耶穌帶進 議事廳,叫全營的兵都聚集在他那裏。Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν·Then the soldiers of the governor took Jesus into the common hall, and gathered unto him the whole band [of soldiers].
28
他們給他脫了衣服,穿上一件朱紅色袍子。καὶ ἐκδύσαντες αὐτόν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.And they stripped him, and put on him a scarlet robe.
29
那時,他們 用荊棘編作冠冕,戴在他頭上,拿一根葦子放在他右手裏;就 跪在他面前,戲弄他,說:「恭喜,猶太人的 王啊。」Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων·And when they had platted a crown of thorns, they put [it] upon his head, and a reed in his right hand: and they bowed the knee before him, and mocked him, saying, Hail, King of the Jews!
30
他們 又吐唾沫在他臉上,拿葦子打他的頭。καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.And they spit upon him, and took the reed, and smote him on the head.
31
把他 戲弄完了,他們 就給他脫了袍子,仍穿上他自己的衣服,帶他出去,要釘 他 十字架。Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.And after that they had mocked him, they took the robe off from him, and put his own raiment on him, and led him away to crucify [him].
32
他們出來的時候,遇見一個古利奈人,名叫西門;他們就勉強他背著 耶穌的十字架。Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.And as they came out, they found a man of Cyrene, Simon by name: him they compelled to bear his cross.
33
他們 到了一個地方名叫各各他,意思就是髑髏地,Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅς ἐστι λεγόμενος Κρανίου Τόπος,And when they were come unto a place called Golgotha, that is to say, a place of a skull,
34
兵丁拿苦膽調和的 醋 給耶穌喝;他嘗了,就不肯喝。ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.They gave him vinegar to drink mingled with gall: and when he had tasted [thereof], he would not drink.
35
於是他們 將他釘在十字架上,又 擲籤 分了 他的衣服;這是要應驗先知的話,說:「 他們分了我的外衣,為我的裏衣擲籤。」Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.And they crucified him, and parted his garments, casting lots: that it might be fulfilled which was spoken by the prophet, They parted my garments among them, and upon my vesture did they cast lots.
36
兵丁 又坐在那裏看守他;Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.And sitting down they watched him there;
37
在他頭以上安一個牌子,寫著他的罪狀,說:「這是猶太人的王耶穌。」Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.And set up over his head his accusation written, THIS IS JESUS THE KING OF THE JEWS.
38
當時,有兩個 盜賊 和他同釘十字架,一個在右邊,一個在左邊。Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.Then were there two thieves crucified with him, one on the right hand, and another on the left.
39
從那裏經過的人 辱罵 他,搖著頭,Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν,And they that passed by reviled him, wagging their heads,
40
說:「你這拆毀聖殿、三日又建造起來的,可以救自己吧。你如果是 神的 兒子,就從十字架上下來吧。」καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.And saying, Thou that destroyest the temple, and buildest [it] in three days, save thyself. If thou be the Son of God, come down from the cross.
41
祭司長和文士並長老也是這樣戲弄他,說:Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,Likewise also the chief priests mocking [him], with the scribes and elders, said,
42
「他救了別人;不能救自己。他 若 是以色列的 王,現在可以從十字架上下來,我們就信他。Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.He saved others; himself he cannot save. If he be the King of Israel, let him now come down from the cross, and we will believe him.
43
他倚靠 神;神若喜悅他,現在可以救他。因為他曾說:『我是 神的 兒子。』」Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.He trusted in God; let him deliver him now, if he will have him: for he said, I am the Son of God.
44
那和他同釘的 盜賊 也是這樣的譏誚他。Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτῷ.The thieves also, which were crucified with him, cast the same in his teeth.
45
從午正到申初,遍地都黑暗了。Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης.Now from the sixth hour there was darkness over all the land unto the ninth hour.
46
約在申初,耶穌大聲喊著說:「以利,以利,拉馬撒巴各大尼?」就是說:「我的 神,我的 神,你 為甚麼離棄我?」Περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί; Τοῦτ᾿ ἔστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;And about the ninth hour Jesus cried with a loud voice, saying, Eli, Eli, lama sabachthani? that is to say, My God, my God, why hast thou forsaken me?
47
站在那裏的人,有的聽見就說:「這個人呼叫以利亞呢。」Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.Some of them that stood there, when they heard [that], said, This [man] calleth for Elias.
48
內中有一個人趕緊跑去,拿海絨蘸滿了醋,綁在葦子上,送給他喝。Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.And straightway one of them ran, and took a spunge, and filled [it] with vinegar, and put [it] on a reed, and gave him to drink.
49
其餘的人說:「且等著,看以利亞來 要 救他不來。」Οἱ δὲ λοιποὶ ἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.The rest said, Let be, let us see whether Elias will come to save him.
50
耶穌又大聲喊叫,氣就斷了。Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.Jesus, when he had cried again with a loud voice, yielded up the ghost.
51
忽然,殿裏的幔子從上到下裂為兩半;地也震動,磐石也崩裂;Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν·And, behold, the veil of the temple was rent in twain from the top to the bottom; and the earth did quake, and the rocks rent;
52
墳墓也開了;已睡聖徒的身體多有起來的,καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη·And the graves were opened; and many bodies of the saints which slept arose,
53
到耶穌復活以後,他們從墳墓裏出來,進了聖城,向許多人顯現。καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς.And came out of the graves after his resurrection, and went into the holy city, and appeared unto many.
54
百夫長和一同看守耶穌的人看見地震並所經歷的 那些 事,就 大大 害怕,說:「這真是 神的 兒子了。」Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.Now when the centurion, and they that were with him, watching Jesus, saw the earthquake, and those things that were done, they feared greatly, saying, Truly this was the Son of God.
55
有 許多 婦女在那裏,遠遠的觀看,她們是從加利利跟隨耶穌來服事他的;Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ,And many women were there beholding afar off, which followed Jesus from Galilee, ministering unto him:
56
內中有抹大拉的馬利亞,又有雅各和約西的母親馬利亞,並有西庇太兩個兒子的母親。ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.Among which was Mary Magdalene, and Mary the mother of James and Joses, and the mother of Zebedee's children.
57
到了晚上,有一個財主,名叫約瑟,是亞利馬太來的,他也是耶穌的門徒;Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·When the even was come, there came a rich man of Arimathaea, named Joseph, who also himself was Jesus' disciple:
58
他 去見彼拉多,求耶穌的身體。彼拉多就吩咐將 身體 給他。οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλάτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.He went to Pilate, and begged the body of Jesus. Then Pilate commanded the body to be delivered.
59
約瑟取了身體,就 用乾淨細麻布裹好,Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,And when Joseph had taken the body, he wrapped it in a clean linen cloth,
60
安放在自己的新墳墓裏,就是他鑿在磐石裏的;他又把大石頭滾到墓門口,就去了。καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν.And laid it in his own new tomb, which he had hewn out in the rock: and he rolled a great stone to the door of the sepulchre, and departed.
61
有抹大拉的馬利亞和那個馬利亞在那裏,對著墳墓坐著。Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.And there was Mary Magdalene, and the other Mary, sitting over against the sepulchre.
62
次日,就是預備日的第二天,祭司長和法利賽人聚集來見彼拉多,Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον,Now the next day, that followed the day of the preparation, the chief priests and Pharisees came together unto Pilate,
63
說:「大人,我們記得那 迷惑人的 還活著的時候曾說:『三日後我要復活。』λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.Saying, Sir, we remember that that deceiver said, while he was yet alive, After three days I will rise again.
64
因此,請吩咐人將墳墓把守妥當,直到第三天,恐怕他的門徒 在夜間 來,把他偷了去,就告訴百姓說:『他從死裏復活了。』這樣,那後來的迷惑比先前的更利害了。」Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας· μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷ λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.Command therefore that the sepulchre be made sure until the third day, lest his disciples come by night, and steal him away, and say unto the people, He is risen from the dead: so the last error shall be worse than the first.
65
彼拉多 對他們 說:「你們有 看守的人;你們 去吧,盡你們所能的把守妥當。」Ἔφη δὲ αὐτοῖς ὁ Πιλάτος, Ἔχετε κουστωδίαν· ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε.Pilate said unto them, Ye have a watch: go your way, make [it] as sure as ye can.
66
他們就 去,使墳墓把守妥當,封了石頭,且派人看守。Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.So they went, and made the sepulchre sure, sealing the stone, and setting a watch.